- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:210.22-211.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在《形而上学》999a24中提出的关于在个别事物之外是否存在共通普遍者(属与种)的疑难,说明了该疑难的重大意义、与前文的承接关系,以及否定其存在将导致科学知识被取消的论证。
" Ἔστι δ’ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέστηκε νῦν." Χαλεπωτάτην τέ φησιν ἀπορίαν καὶ ἀναγκαιοτάτην εἶναι τὸ διορισθῆναι1 πρὸς τὴν γνῶσιν τῶν ἀρχῶν καὶ ὅλως πρὸς τὴν προκειμένην πραγματείαν, ἣ ἤρτηται μὲν τῶν εἰρημένων πρὸ ὀλίγου περί τε τῶν γενῶν καὶ τῶν εἰδῶν, ἐχομένη δέ ἐστι τῆς προειρημένης, ὅτι ἐν ἐκείνῃ μὲν ἐζητοῦμεν πότερον μᾶλλον ἀρχὴ τῶν κοινῶν τὸ κοινότερον ἢ τὸ προσεχέστερον, ἔπειτα ὅτι δεῖ τὴν ἀρχὴν χωριστὴν εἶναι καὶ αὐτὴν καθ’ αὑτὴν ὑφίστασθαι λαμβάνοντες, ἀνῃροῦμεν τὸ εἶναί τι ἐκείνων ἀρχήν, ἐνταῦθα δὲ ζητεῖται εἰ ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα καὶ τὰ ἄτομα τὸ κοινὸν τοῦτο, ὃ λέγομεν γένος καὶ εἶδος, εἴτε καὶ μή· καὶ τίνα τε ἄτοπα ἕπεται τεθέντος μὴ εἶναι2 δείκνυσι, κἂν λέγῃ τις εἶναι, πάλιν τὰ τῇ ὑποθέσει ταύτῃ χαλεπὰ ἑπόμενα ἐρεῖ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων ἀδύνατον γνῶσιν καὶ ἐπιστήμην καὶ περίληψιν γενέσθαι· ἡ γὰρ γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ’ ἕκαστα γίγνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτόν ἐστιν ἐν πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὅπερ εἰ μὴ εἴη, οὐδ’ ἂν γνῶσις αὐτῶν δύναται γίγνεσθαι. εἰ δὲ ἔστιν ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναί τι κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσεται, τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἢ τὸ πρῶτον, ὃ γένος ἐστίν. καὶ ὅτι μηδὲν τούτων ἐστίν, ἄρτι, φησί, διηπορήσαμεν, ἀναπέμπων ἡμᾶς ἐφ’ ἃ εἴρηκε ζητῶν εἰ τὸ εἶδος ἀρχή· εἶπε γὰρ “τὴν μὲν ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὰ καθ’ ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι;” ἀλλὰ καὶ πρὸ ὀλίγου δοκεῖ δεδεῖχθαι ὅτι τὸ κοινῶς κατηγορούμενόν τινων οὐδέν ἐστι παρὰ τὰ ὧν κατηγορεῖται· δείξας γὰρ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν τοῦτο ὁμολογούμενον, ὅτι ἐν αὐτοῖς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον, ἐπήνεγκεν ὅτι εἰ μὴ ἐπὶ τούτων, οὐδὲ ἐπὶ τῶν ἄλλων ἔσται τι τὸ κοινὸν παρὰ τὰ καθ’ ἕκαστα· εἰ γὰρ ἦν, μάλιστα ἐπὶ τούτων ἦν.
“紧接着这些,存在着既是所有疑难中最困难也是考察起来最必然的疑难,现在的论述正面临着它。” 他说,为了认识诸本原以及总括地为了眼前的论著而需要确定的这一点,乃是既最困难又最必然的疑难,它一方面依赖于不久前关于属与种所说的内容,另一方面又紧接着前述疑难;因为在那个疑难中,我们探究共通事物中是更为共通者还是更为切近者更是本原,继而以本原必须是分离的且自身独立持存为前提,否定了那些事物中存在任何本原;而在此处所探究的,则是我们称之为属和种的这一共通之物,是否独立于个别事物和不可分之物而存在,还是不存在;并且他展示了在设定其不存在的情况下会随之引出哪些荒谬,即使有人说它是存在的,他也将反过来陈述随这一假定而来的种种困难。因此,如果在个别事物之外没有任何东西存在,科学认识将被取消;因为个别事物是无限的,而对无限事物是不可能产生认识、科学认识和把握的;因为对个别事物的认识与科学认识之所以显得能够产生,是在于所有它们之中存在某种单一且同一的事物;因为这是按照在它们之上普遍共通地被述说的东西而产生的;而这若不存在,对它们的认识也就无法产生。但如果存在科学认识与认识,就完全必然随之得出:在个别事物之外也存在着某种共通之物,认识与科学认识将依凭它而确立,而这是属,或者是被严格称为种的极末之物,或者是作为属的第一者。而这两者皆不存在,他说,我们刚才已提出疑难,以此让我们回顾他在探究种是否为本原时所说过的话;因为他说过:“本原与原因必须独立于它作为其本原的诸事物而存在,并且能够脱离它们而存在;但怎么会有人设想有某种这样的东西独立于个别事物而存在呢?”然而,不仅如此,在不久之前也显得已经被证明,某类事物上被共通述说之物绝非独立于作为其述说对象的事物而存在的某种东西;因为在表明了对于图形和数而言这一点是公认的(由于在它们之中存在着第一者与后序者)之后,他补充说,如果在这类事物上不存在,那么在其他事物上也不会有任何共通之物独立于个别事物而存在;因为如果存在,它尤其应当存在于这些事物之上。
- 3.42τὸ διορισθῆναι
带冠词的中性不定词,在间接引语中充当不定词 εἶναι 的主语(宾格)。尽管谓语名词短语 χαλεπωτάτην ἀπορίαν καὶ ἀναγκαιοτάτην 因名词 ἀπορία 为阴性而呈现阴性宾格,但该从属小句的句法与逻辑主语是中性宾格的 τὸ διορισθῆναι(“确定……”)。
- 3.42τεθέντος μὴ εἶναι
独立属格结构。其在句意上的主语可被理解为指代前文 τὸ κοινὸν τοῦτο 的中性代词(αὐτοῦ)的省略,或是将不定词短语 μὴ εἶναι 作为实质主语的非人称用法,意为“在假定[共通者]不存在的情况下”。
