← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§209.26-210.21

属中的先后关系与种作为本原的疑难

亚历山大解释了亚里士多德如何借助《范畴篇》中将“更好者”界定为“先者”的说法,来强化由于一切属皆有先后因而种比属更是本原的论证,随后转向反向论证,即非个体之物不能分离存在,故种亦不能作为本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41#2

εἰ γὰρ μηδέν ἐστι τὸ κοινὸν καὶ γένος παρὰ τὰ εἴδη ὧν κατηγορεῖται, οὐδ’ ἂν ἀρχὴ εἴη, ἀλλὰ μᾶλλον τὰ εἴδη τὰ κατὰ τῶν ἀτόμων κατηγορούμενα· ἐν γὰρ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ὥστε τὸ κατὰ τούτων κατηγορούμενον εἶδος μηδὲν εἶναι δοκεῖν παρὰ τὰ ἄτομα.1 εἰ δὲ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν μή ἐστι τὸ σχῆμα καὶ ὁ ἀριθμός, τὰ κοινά, ἀρχαί, ἀλλὰ τὸ τρίγωνον καὶ ἡ δυὰς τῶν καθ’ ἕκαστα δυάδων, οὕτως ἂν καὶ ἐπὶ τῶν ἄλλων ἔχοι, καὶ εἴη ἂν τὰ ἄτομα εἴδη ἀρχαί, οὐ τὰ κοινὰ γένη. τοῖς δὲ προειρημένοις προστίθησι δεικνὺς ὅτι ἐν πᾶσι τοῖς γένεσίν ἐστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον· ἔστι γὰρ εἷς τοῦ προτέρου τρόπος καὶ τὸ βέλτιον, ὡς ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἔδειξεν, ἐν πᾶσι δὲ τοῖς γένεσίν ἐστι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον τῶν εἰδῶν· ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον ἔσται τὰ ἄτομα εἴδη ἀρχαί, ὅτι τῶν ὑπ’ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μέν τι πρῶτον τὸ δὲ ὕστερον. συνεχρήσατο δὲ πρὸς τὴν ἀπορίαν τῇ τοῦ πρώτου ὁμωνυμίᾳ·2 τῇ δὲ τοῦ πρώτου ὁμωνυμίᾳ χρῆται πρὸς τὸ δεικνύναι μηδὲν ὂν τὸ γένος παρὰ τὰ ὧν κατηγορεῖται. ἐπὶ γοῦν τῶν ζῴων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον. ὁ θεὸς βέλτιον· διὰ τοῦτο καὶ πρῶτον. τῶν ἄλλων πάλιν ζῴων ὁ ἄνθρωπος ζῷον βέλτιόν τε καὶ πρῶτον. ἀλλὰ καὶ ἐν χρώμασι τὸ λευκὸν βέλτιον τῶν ἄλλων, καὶ ἐν χυμοῖς ὁ γλυκύς. εἰπὼν δὲ ταῦτα ὑπὲρ τοῦ δεῖξαι τὰ εἴδη μᾶλλον καὶ τὰ ἔσχατα γένη ἀρχὰς τῶν κοινῶν καὶ γενικωτάτων ἐπιφέρει ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν.3 ἑξῆς δὲ πάλιν ἐπιχειρεῖ πρὸς τὸ μὴ δύνασθαι τὰ ἄτομα εἴδη ἀρχὰς εἶναι. ἡ δὲ ἐπιχείρησις τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τοῦτο οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς ἐκείνου εἶναι οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δύναται εἶναι καθ’ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστον. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ ἑαυτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται. πάνυ δὲ κατὰ τὸ ἔνδοξον καὶ λογικῶς ἐπικεχείρηκε ταῦτα.

因为如果共通之物与属绝非独立于作为其述说对象的种而存在的某种东西,那么它也不会是本原,而毋宁被述说于个体之上的种才是本原;因为在个体之中并不存在一者居先而另一者居后,从而被述说于它们之上的种并不显得绝非独立于个体而存在的某种东西。如果对于图形和数而言,图形和数这些共通之物不是本原,而三角形以及相对于各个别的二而言的二才是本原,那么在其他事物中情况也会是如此,不可分的种将是本原,而非共通的属。他在前述论点之外进一步补充,以表明在所有的属中都存在着一者居先而另一者居后;因为正如他在《范畴篇》关于先者的划分中所展示的那样,更好之物也是先者的一种方式,而在所有的属中,诸种之中皆有一者更好而另一者较差;因此诸属中没有一个是本原,而毋宁不可分的种将是本原,因为在归属于它们之下的个体之中,并没有任何一者为第一而另一者为后。然而,他是为了确立这一疑难而利用了“第一”的多义性;他利用“第一”的多义性来表明,属绝非独立于作为其述说对象的事物而存在的某种东西。至少在动物中,一者更好而另一者较差。神更好,正因如此神也是第一的。而在其余动物之中,人这种动物既更好也是第一的。但是在颜色中白也比其余颜色更好,在滋味中甜也是如此。他在为了表明种和极末的属比共通且最属性的东西更是本原而说了这些话之后,补充道:“因此由这些看来,被述说于个体之上的东西比诸属更显得是本原。”随后,他又反过来论驳不可分的种能够作为本原这一点。其论驳如下:某物的本原与原因必须独立于它作为其本原与原因的这一事物而存在,并且能够脱离它作为其原因的事物而存在。但是,凡不是个别之物的,绝不可能独自分离地存在。因为如果有人说种之所以存在,是因为它们普遍地被述说于归属于它们之下的所有事物以及个体之上,并且不同于它们之中的每一者,并因此称它们为本原,那么按照这一道理,更高阶的属将比种更是本原;因为那些属更共通,且被述说于更多的东西之上。而他完全是合乎通说且合乎逻辑地进行这些论驳的。

语法注3 条
  1. 3.41ὥστε τὸ κατὰ τούτων κατηγορούμενον εἶδος μηδὲν εἶναι δοκεῖν παρὰ τὰ ἄτομα

    ὥστε 子句中的否定词 μηδέν 承接前文的否定句“在个体之中并不存在一者居先而另一者居后”。按逻辑,这是对柏拉图学派前提(有先后之处共通之物不独立存在)的逆否应用:既然个体之间没有先后之别,便不会得出“述说于其上的种独立于个体而言什么也不是”的结论,从而种得以被视作独立存在的本原。

  2. 3.41συνεχρήσατο δὲ πρὸς τὴν ἀπορίαν τῇ τοῦ πρώτου ὁμωνυμίᾳ

    τῇ τοῦ πρώτου ὁμωνυμίᾳ 是由复合动词 συνεχρήσατο 所支配的方式/手段与格。亚历山大在句法与论证结构上指出,亚里士多德为了构造这一疑难(aporia),利用了“第一”一词的多义性(不仅指本性或时间上的先后,还包括《范畴篇》第12章中提到的按价值“更好”之意义)。

  3. 3.41ἐπιφέρει ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν

    动词 ἐπιφέρει(“补充说、引出”)直接以直接引语的形式统辖从 ἐκ μὲν οὖν τούτων 开始的从句,该句直接引用了亚里士多德的原书文句(Metaph. 999a13–14),中间未带 ὅτι 等连词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:209.26-210.21