← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§208.26-209.26

先后序列中属的不具分离性

亚里士多德在《形而上学》999a6中,依据柏拉图学派自身关于具有先后序列的事物(如数与图形)不存在独立于种的共通属的观点,论证属并非独立存在的本原,亚历山大对此论辩的结构与语境作了疏解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41#1

" Ἔτι ἐν οἷς ἔστι τὸ πρότερον καὶ ὕστερον, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα." Καὶ τοῦτο ἐπιχειρεῖ πρὸς τὸ ὅτι δεῖ τὰ ἔσχατα γένη, τουτέστι τὰ ἄτομα εἴδη, μᾶλλον ἀρχὰς λέγειν τῶν ἀνωτάτω καὶ κοινοτάτων γενῶν· τὰ γὰρ γένη τὰ κατὰ τῶν εἰδῶν κατηγορούμενα οὐδὲ τὴν ἀρχὴν1 ἔστι τι παρὰ τὰ εἴδη ὧν κατηγορεῖται. δείκνυσι δ’ αὐτὸ οὕτως. ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστι, τὸ ἐπὶ τούτοις κοινῶς κατηγορούμενον ὡς γένος οὐδέν ἐστι παρὰ ταῦτα ὧν κατηγορεῖται· οἷον εἰ ἐπ’ ἀριθμῶν πρώτη τῶν ἀριθμῶν δυὰς ἢ τριάς, οὐκ ἔστιν ἀριθμοῦ τις ἄλλη φύσις παρὰ τούτους τοὺς ἀριθμούς, δυάδα καὶ τριάδα καὶ τοὺς ἑξῆς, ὧν ὡς γένος κατηγορεῖται. ὁμοίως καὶ ἐπὶ τῶν σχημάτων οὐδέν ἐστι τὸ κοινῶς κατηγορούμενον τῶν σχημάτων ὡς σχῆμα παρὰ τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπὰ σχήματα, ἐπεὶ καὶ ἐν τούτοις πρῶτον μέν ἐστι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ τὰ ἄλλα ἀκολούθως τούτοις κατὰ τὴν τάξιν. τοῦτο δὲ λαμβάνει ὡς κἀκείνοις δοκοῦν·2 οὗτοι γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἀνωτάτω ἐτίθεντο γένη, ὡς ἱστόρησε, τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ μικρόν (εἰσὶ δὲ οὗτοι οἱ περὶ Πλάτωνα)· ἐν οἷς γὰρ τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἐν τούτοις ἔλεγον μὴ εἶναί τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται. διὰ τοῦτο γοῦν οὐδὲ ἰδέαν ἔλεγον εἶναι τούτων, ὡς ἱστορεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν. λαβὼν οὖν τὸ ἐν τούτοις κατ’ αὐτοὺς ἐκείνους μηδὲν εἶναι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται (μήτε γὰρ ἐν ἀριθμοῖς μήτε ἐν σχήμασι), προστίθησιν αὐτὸς τὸ εἰ μὴ ἐπὶ τούτων ἔστι κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται * * * τοῦτο δὲ ἤτοι ὡς πᾶσι τοῖς γένεσιν ὄντος τινὸς προτέρου καὶ ὑστέρου καὶ μέσης τινὸς διαφορᾶς ἔν τε τοῖς αὐτοῖς κατηγορουμένοις καὶ ἐν τοῖς ἄλλοις γένεσιν, ἀλλ’ ὁμοίως τούτων τε καὶ ἐκείνων ὄντων γενῶν. εἰ οὖν ἐν τοῖς μάλιστα δοκοῦσι γένεσιν εἶναι μὴ ἔστι τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται, οὐδὲ ἐν τοῖς ἄλλοις ἂν εἴη, κἂν εἰ μή ἐστιν ἐν αὐτοῖς τὸ πρότερον καὶ ὕστερον. διὰ τοῦτο δὲ μάλιστα δοκοῦσι γένη τε καὶ ἀρχαὶ εἶναι, ὅτι μάλιστα ὄντα ἐδόκουν αὐτοῖς εἶναι οἱ ἀριθμοὶ καὶ τὰ σχήματα, ὧν τὰ γένη μάλιστα ἂν εἴη. ἔτι δοκεῖ ἐναργῶς τὸ μὲν σχῆμα τῶν σχημάτων ὁ δὲ ἀριθμὸς τῶν ἀριθμῶν ὡς γένος κατηγορεῖσθαι. εἰ οὖν τὸ ἐν τούτοις κοινὸν μὴ ἀρχή, οὐδ’ ἂν τὸ ἐν τοῖς ἄλλοις.

“此外,在有先后之别的事物中,不可能有在这诸物之上的东西作为不同于这些事物的某种存在。” 而他进行这一论辩,也是为了表明极末的属——即不可分的种——比最高且最普遍的诸属更应当被称为本原;因为被述说于种之上的诸属,根本不是独立于作为其述说对象的诸种而存在的某种东西。他作了如下表明:在有先后之别的事物中,作为属而共通地被述说于这些事物之上的东西,绝非独立于作为其述说对象的这些事物而存在的某种东西;例如,如果在诸数中数的第一者是二或三,那么除了这些数——二、三以及相继的诸数——之外,并不存在作为属而被述说于它们之上的数的某种其他本性。同样地,在图形的场合,在三角形、四边形及其余图形之外,作为图形而共通地被述说于诸图形之上的东西也绝非任何存在,因为在这些图形中,第一者是三角形,其次是四边形,其余图形则依序相继于其后。而他把这一点作为他们也认同的主张来采纳;因为正如他所记述的那样,这些人将最高诸属——即一、存在以及大与小——设定为存在的本原(这些人就是柏拉图学派);因为在有先后之别的事物中,他们曾主张共通之物绝非独立于作为其述说对象的事物而存在的某种东西。至少正因如此,他们也曾说不存在这些事物的理念,正如他在其他著作中以及在《尼各马可伦理学》第一卷中所记述的那样。因此,在根据他们自身的说法假定了在这些事物中共通之物绝非独立于作为其述说对象的事物而存在的某种东西之后(因为在数中和在图形中皆非如此),他自己补充道:“如果在这些事物中不存在独立于作为其述说对象的事物的共通之物……” 而他之所以这样论述,或者是基于在所有的属中都存在着某种先后,并且在同一被述说的事物中以及在其他诸属中都存在着某种中介种差,尽管前者与后者同样都是属。因此,如果在最被认为是属的事物中,共通之物绝非独立于作为其述说对象的事物而存在的某种东西,那么在其他事物中也不会存在,即使在它们之中并不存在先后之别。而它们之所以最被认为是属和本原,是因为数和图形在他们看来是最真实的存在,它们的属也最应当是[属和本原]。此外,图形作为属被述说于诸图形之上,数作为属被述说于诸数之上,这看来是显而易见的。因此,如果这些事物中的共通之物不是本原,那么其他事物中的共通之物也不会是本原。

语法注2 条
  1. 3.41οὐδὲ τὴν ἀρχήν

    宾格作状语的固定短语,意为“根本”、“起初”、“完全(不)”,在否定句中加强全面否定的语气。

  2. 3.41κἀκείνοις δοκοῦν

    动词 δοκέω 的中性单数现在分词(宾格),与宾语 τοῦτο 一致,与 ὡς 连用,表示假定或前提:“作为他们自身也认同的主张”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:208.26-209.26