- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:207.7-208.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了中介属和种差将导致本原无限且繁多的疑难(998b28),继而注解了相反的论证(999a1),即极末的种作为“一”在不可分性上优先于属,因而更适于作为本原。
" Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν διαφορῶν ἔσται γένη." Ὃ λέγει νῦν, οὐ πρὸς τὸ τὰ πρῶτα γένη ἀρχὰς εἶναι ἢ μὴ εἶναι λέγειν δόξει μόνον, ἀλλὰ καὶ πρὸς τὸ μὴ εἶναι τὰ γένη ἀρχάς·1 ἄπειροι γὰρ καὶ πολλαὶ ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων ἑκάστου. ἑκάστη γὰρ διαφορὰ τῶν ἐν τῷ ἀτόμῳ εἴδει τῷ γένει συντιθεμένη, οὗ ἔστι διαφορά, γένος ποιεῖ. ἕκαστον γὰρ τῶν μεταξὺ γενῶν τοῦ τε πρώτου καὶ τοῦ ἀτόμου εἴδους συντιθέμενον τῇ οἰκείᾳ διαφορᾷ γένος ποιεῖ, εἰ καὶ ἐπί τινων μὴ δοκεῖ τῷ μὴ ὠνομάσθαι οἰκείῳ ὀνόματι τὸ γένος ἐκείνου· τοῦτο γὰρ σημαίνει τὸ τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκεῖ.2 τὸ γὰρ ζῷον πτηνὸν γένος ἐστίν, ὥσπερ τὸ ζῷον, εἰ καὶ μὴ δοκεῖ ὠνομάσθαι. ἢ τὰ μὲν δοκεῖ εἶπε, τὰ δὲ οὐ δοκεῖ, ὅτι, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ζῴων, μόνον αἱ στερητικαὶ διαφοραὶ συντιθέμεναι τοῖς γένεσιν οὐ ποιοῦσιν εἴδη οὐδὲ γένη, ὅτι οὐδὲ ὡρισμένον δηλοῦσι. καὶ εἴη ἂν καὶ τοῦτο ὡς ἄτοπον ἑπόμενον τοῖς τὸ ἓν καὶ τὸ ὂν γένος λέγουσιν, ἔπειτα τῇ τοῦ γένους εἰς δύο διαιρέσει τὰ εἴδη καὶ τοὺς ὁρισμοὺς ποιοῦσι. δεῖ μὲν γὰρ καὶ τὰ μεταξύ, ἃ γίνεται συντιθεμένων τῶν διαφορῶν τοῖς γένεσι, γένη καὶ τὰ αὐτὰ εἴδη γίνεσθαι· ἐκείνοις δὲ τοῖς εἰς δύο διαιροῦσι τὰ γένη οὐκ ἀκολουθεῖ τοῦτο. ἔτι στερήσει ἀναγκάζονται διαιρεῖν, οὐ ποιεῖ δὲ ἡ στερητικὴ διαφορὰ συντιθεμένη τῷ γένει εἶδος. πολλὰ οὖν γένη τῶν αὐτῶν ἀτόμων ἐστὶ καὶ πολλαὶ ἀρχαί, εἰ τὸ ὂν καὶ τὸ ἓν γένη τε καὶ ἀρχαὶ τῶν ὄντων. τὸ δὲ μέχρι τῶν ἀτόμων λέγοι ἂν τῶν ἐσχάτων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται. ἔτι δὲ οὐδὲν ἧττον κατά γε τοῦτον τὸν λόγον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· κοιναὶ γὰρ καὶ αὗται καὶ κατὰ πλειόνων κατηγοροῦνται. εἰ δὴ καὶ αἱ διαφοραὶ ἀρχαί (κοινὰ γὰρ καὶ τὰ γένη τὰ ταῖς διαφοραῖς συλλαμβανόμενα), πολλαὶ καὶ σχεδὸν ἄπειροι ἔσονται αἱ ἀρχαί, ἄλλως τε καὶ εἰ τὸ ἀνωτάτω τις γένος ὡς ἀρχὴν λαμβάνει· πλείους γὰρ τοῦ τοιούτου γένους διαφοραί. ὃ δοκεῖ ἄλογον εἶναι· καὶ γὰρ οἱ τὰ γένη τιθέμενοι ἀρχάς, ἐκφυγεῖν οἰόμενοι τὸ πλῆθος τῷ τὸ κοινὸν λαμβάνειν, ἀρχὴν ἐτίθεντο τοῦτο. ὡς δὲ ἀκόλουθον τῷ τὸ πρῶτον γένος ἀρχὴν τιθεμένῳ τὸ καὶ τἆλλα γένη τὰ μετὰ τὸ πρῶτον ἀρχὰς λέγειν, οὕτως εἶπεν. αἱ δὲ διαφοραὶ εἰ καὶ ἐπὶ πλέον λέγονται τῶν εἰδῶν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐ κατηγοροῦνται αὐτῶν ἐν τῷ τί ἐστιν, οὐδὲ ὡς γένη.
“此外,与种差一同被把握的中介事物也将是属。” 他现在所说的,看来不仅是为了论说第一诸属是否为本原,而且也是针对诸属根本不是本原这一主张;因为对于每一个存在而言,本原都将是无限且众多的。因为在不可分之种当中的每一个种差,在与它作为其种差的属相结合时,就构成一个属。因为在第一属与不可分之种之间的每一个中介属,在与固有的种差相结合时,都会构成一个属,即使在某些事物中,由于该事物的属没有被赋予固有的名称而似乎并不如此;因为“有的似乎是,有的似乎不是”正是指这一点。因为“有翼动物”正像“动物”一样是一个属,即使它似乎未被命名。或者他说“有的似乎是,有的似乎不是”,是因为正如他在《论动物》第一卷中所言,唯独缺乏性的种差在与诸属相结合时不产生种也不产生属,因为它们甚至不表明任何被限定的事物。而这对于那些将一与存在称为属、进而通过将属二分来构成种与定义的人而言,也将是随之而来的荒谬结果。因为种差与属相结合所产生的中介事物,既必然成为属,同样的事物也必然成为种;但对于那些将属二分的人而言,这一结论却无法成立。此外,他们被迫通过缺乏来进行划分,但缺乏性的种差与属相结合并不产生种。因此,如果存在与一既是存在的属又是本原,那么对于同样的不可分之物而言,就存在着许多属和许多本原。而“直至不可分之物”,他指的应当是极末的种;因为这些种不再被种差所划分。此外,至少根据这条论据,种差作为本原并不亚于属;因为这些种差也是共通的,并且被述说于更多事物之上。因此,如果种差也是本原(因为与种差一同被把握的诸属也是共通的),那么本原就将是众多的且近乎无限的,特别是如果有人将最高属作为本原的话;因为对于这样的属而言,种差更多。但这看来是不合理的;因为那些将属设定为本原的人,自身正是认为通过取用共通之物可以避开多数性,才将此设定为本原的。而他之所以这样说,是因为将第一属设定为本原的人,必然也要将第一属之后的其他诸属称为本原。另一方面,种差即使比由它们所构成的种具有更广的述说范围,但它们并非在本质中被述说于这些种之上,也不是作为属被述说于其上的。
"Ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν." Ἐπιχειρήσας πρῶτον ὅτι τὰ ἀνωτάτω γένη μᾶλλον ἀρχαὶ τῶν ὄντων, νῦν ὅτι τὰ εἴδη μᾶλλον ἀρχαὶ τῶν γενῶν ἐπιχειρεῖ δεικνύναι. εἰ γὰρ τὸ ἓν ἀρχῆς ἐπέχει χώραν, τὸ μᾶλλον ἓν μᾶλλον ἂν ἀρχὴ εἴη. ἀλλὰ μὴν τὸ ἓν ἀδιαίρετόν ἐστιν· τὸ γὰρ μὴ διῃρημένον ἢ ἀδιαίρετον μᾶλλον ἀρχή, εἴ γε μᾶλλον ἕν· μᾶλλον δὲ ἀδιαίρετον τὸ εἶδος τοῦ γένους, ὥστε καὶ μᾶλλον ἀρχή. ὅτι δὲ μᾶλλον ἀδιαίρετον, οὕτως ἔδειξε. τὸ ἀδιαίρετον ἢ κατ’ εἶδος ἢ κατὰ τὸ ποσόν· κατ’ εἶδος μὲν ἀδιαίρετον τὸ μηκέτι εἰς εἶδος διαιρούμενον, ὁποῖά ἐστι τὰ ἄτομα εἴδη, κατὰ δὲ τὸ ποσὸν ἀδιαίρετον τὸ μὴ τῷ ἀριθμῷ διαιρούμενον, οἷόν ἐστι τὸ ἓν τῷ ἀριθμῷ καὶ καθ’ ἕκαστον· ἕκαστον γὰρ τούτων ἓν ὂν τῷ ἀριθμῷ οὐκέτι εἰς ποσὰ πολλὰ κατ’ ἀριθμὸν ὅμοια αὐτῷ διαιρεῖται· τὸ γὰρ κατὰ τὸ ποσὸν διαιρετὸν κατὰ ἀριθμὸν νῦν λέγει. πρῶτον δὲ τῇ τάξει καὶ τῇ φύσει τῶν ἀδιαιρέτων τούτων τὸ τῷ εἴδει ἀδιαίρετον † τοῦ κατὰ τὸ ποσὸν διαιρουμένου τὸ δὲ τῷ ποσῷ ἀδιαίρετον. τοῦτο ἔξωθεν ἱστορήσας μετὰ ταῦτα δείκνυσιν ὅτι τὰ μὲν γένη εἰς εἴδη διαιρεῖται, τὰ δὲ ἔσχατα εἴδη ἀδιαίρετα κατ’ εἶδος, διὸ καὶ μᾶλλον ἀρχαὶ εἶεν τὰ ἔσχατα εἴδη μᾶλλον ὄντα ἕν. εἰπὼν δὲ τὰ γένη διαιρεῖσθαι εἰς εἴδη, ἵνα μή τις ἡγῆται καὶ τὰ ἄτομα εἴδη αὐτὸν λέγειν, ὃ μέχρι νῦν ἔλεγεν, ἐπήνεγκε τὸ οὐ γὰρ γένος ἄνθρωπος τῶν τινῶν, ὧν κατηγορεῖται, ἀνθρώπων καὶ εἰς οὓς διαιρεῖται·3 διαιρεῖται μὲν γὰρ ὁ ἄνθρωπος, ἀλλ’ οὐκ εἰς εἴδη (οὐ γὰρ ἔστι γένος) ἀλλ’ εἰς ἄτομα μόνον, τὸ δὲ γένος κατὰ τὰ εἴδη καὶ κατὰ τὰ ἄτομα διαιρεῖται.
“然而,如果一更具有本原的性质。” 在首先论辩了最高诸属更能作为存在的本原之后,他现在试图表明,种比属更能作为本原。因为如果一居于本原的地位,那么更具单一性者就将更具有本原的地位。然而一乃是不可分之物;因为未被分割者或不可分者,只要其更是一,就更是本原;而种比属更加不可分,因此也更是本原。至于种如何更加不可分,他作了如下表明。不可分之物要么依形式而言,要么依数量而言;依形式不可分者,乃是不可再被划分为形式之物,不可分的种即属此类;而依数量不可分者,乃是在数上不被分割之物,在数上一且个别之物即属此类;因为这些事物中的每一个,在数上是一,就不可再被划分为在数上与自身相似的多数分量;因为他现在把依数量可分者称为依数目可分者。在这些不可分之物中,按次序和本性而言居先的,是形式上不可分之物,而非数量上被分割之物,另一种则是数量上不可分之物。在从外部引入了这一点之后,他接着表明,属被划分为种,而极末的诸种在形式上是不可分的,因此极末的诸种作为更单一者,应当更是本原。而在说属被划分为种时,为了不让人以为他也在指不可分的诸种——这正是他直至此前一直在谈论的——,他补充道:“因为人并不是个别的人的属,人被述说于他们之上并且被划分为他们”;因为人确实被分割,但不是被划分为种(因为人不是属),而只是被划分为不可分的个体,属则是既依诸种又依不可分的个体而被划分的。
- 3.39Ὃ λέγει νῦν, οὐ πρὸς τὸ τὰ πρῶτα γένη ἀρχὰς εἶναι ἢ μὴ εἶναι λέγειν δόξει μόνον, ἀλλὰ καὶ πρὸς τὸ μὴ εἶναι τὰ γένη ἀρχάς
句首的关系从句 Ὃ λέγει νῦν(“他现在所说的”)作为整个句子的主题/主语与主动词 δόξει 相呼应。介词 πρός 分别支配了两个带冠词的不定词结构:πρὸς τὸ ... λέγειν(“关于论说……”)与 πρὸς τὸ μὴ εἶναι(“针对……的主张”),形成对比。
- 3.39τὸ τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκεῖ
中性单数定冠词 τό 将引自亚里士多德原文的整个短语 τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκεῖ(“有的似乎是,有的似乎不是”)实质化作为主语,指代这一表述本身。
- 3.40οὐ γὰρ γένος ἄνθρωπος τῶν τινῶν, ὧν κατηγορεῖται, ἀνθρώπων καὶ εἰς οὓς διαιρεῖται
这是引自亚里士多德原文的句子。两个关系从句 ὧν κατηγορεῖται 与 καὶ εἰς οὓς διαιρεῖται 共同修饰被分隔的先行词 τῶν τινῶν ... ἀνθρώπων(“个别的具体人”);前者为被述说的属格(ὧν),后者为介词 εἰς 引导的宾格(εἰς οὓς)。
