← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§205.30-207.6

存在与一不能为属及关于种差的考察

在确证亚里士多德关于“若存在与一是属则其种差将荒谬地既非存在也非一”的论证后,亚历山大考察了种差从属于其所划分的属的可能性,并指出亚里士多德的这一反驳更多属于逻辑推演层面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.38#2

τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ (τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ) κατηγορεῖται, ἐπεὶ αὐτῆς γε καθ’ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης οὐ κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθ’ ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε γὰρ τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται. εἰ δὲ τοῦτο, αἱ τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄντα οὔτε ἑκάστη αὐτῶν ἕν ἐστι, τουτέστιν οὐδεμία διαφορὰ οὔτε ἓν οὔτε ὂν ἔσται· πᾶσαι γὰρ τοῦ ὄντος ἔσονται· ὅπερ ἄτοπον. ὥστε οὐδὲ γένη ταῦτα. εἰ δὲ μὴ γένη, οὐδὲ ἀρχαί, εἰ τὰ γένη ἀρχαί. σημαίνει δὲ τὸ μὲν ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἴσον τῷ1 ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη λεγόμενα ἐπὶ τῶν οἰκείων διαφορῶν τουτέστι τῶν ἰδίων διαφορῶν· τὸ δὲ ἢ τὸ γένος ἄνευ τῶν εἰδῶν ἤτοι ἴσον ἐστὶ τῷ ἢ τὸ γένος ἄλλου τινὸς χωρὶς τῶν αὐτοῦ εἰδῶν κατηγορεῖσθαι, ἢ τὸ γένος τῶν διαφορῶν κατηγορεῖσθαι, μὴ λαμβανομένων τῶν διαφορῶν ὡς εἰδῶν ἤδη καὶ συναμφοτέρων. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις λογικωτέρα εἶναι, ὥσπερ οὖν καὶ αἱ πλεῖσται τῶν λεγομένων ὑπ’ αὐτοῦ· τὰς γὰρ διαφορὰς ὑφ’ ὃ ἂν τάξωμεν γένος (δεῖ γὰρ ἔκ τινος γένους αὐτὰς εἶναι, εἴ γε τῶν ὄντων καὶ αὐταί), τῶν ἐκείνου τοῦ γένους διαφορῶν τὸ οἰκεῖον γένος κατηγορεῖσθαι ἀνάγκη. ἢ γὰρ οὐχ ἕξει γένος ὂν διαφοράς, ἢ ἔσονται ὑπὸ τὸ γένος ὃ διαιροῦσιν. εἰ γὰρ εἶεν αἱ διαφοραὶ ὑπὸ τὴν ποιότητα πᾶσαι, αἱ τῆς ποιότητος αὐτῆς διαφοραὶ δῆλον ὅτι ὑπὸ τὴν ποιότητα ἂν εἶεν. οὕτως τε ἂν κατηγοροῖτο2 τὸ γένος τῶν οἰκείων διαφορῶν· τὸ γὰρ τὰς μὲν ἄλλας διαφορὰς ποιότητας λέγειν, τὰς δὲ τῆς ποιότητος μηκέτι, ἀλλὰ ὑπὸ ἄλλο τι γένος αὐτὰς τιθέναι, πλασματῶδές τε καὶ ἄτοπον. μή ποτε οὖν αἱ ἐν ἑκάστῳ γένει διαφοραὶ ἐν τῷ αὐτῷ γένει εἰσί,3 τουτέστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ· καὶ γὰρ εἰ καὶ μὴ τὸ προσεχές τινων γένος κατηγοροῖτο τῆς διαφορᾶς τῷ ἤδη συναμφότερόν τι τοῦτο εἶναι, ὃ ἐπὶ τῶν οὐσιῶν μόνων γίγνεται (ἐκ γὰρ ταύτης ἐστί τις καὶ συναμφότερος οὐσία, ἣν οὐχ οἷόν τε τῆς ἁπλῶς διαφορᾶς κατηγορεῖσθαι τοῦ γένους), ἀλλὰ τό γε ἀνωτέρω ἂν κατηγοροῖτο ὂν κοινότερόν τε καὶ ἁπλούστερον· ἡ γὰρ οὐσία κοινὸν καὶ ἁπλῶν καὶ συνθέτων οὐσιῶν. ὥστε εἰ καὶ τὸ ζῷον σύνθετός τις εἴη καὶ συναμφότερος οὐσία, καὶ διὰ τοῦτο τῆς διαφορᾶς καθ’ αὑτὴν λαμβανομένης οὐ κατηγορεῖται, ἀλλ’ ἡ οὐσία αὐτῆς κατηγορηθήσεται. ἢ εἰ καὶ ἡ οὐσία αὐτῆς τῆς τὸ ζῷον διαιρούσης διαφορᾶς κατηγορεῖται, ἤδη δέδεικται τὸ διαιρούμενον γένος ὑπὸ τῆς διαφορᾶς κατηγορούμενον αὐτῆς· τοιοῦτον δὲ ἦν καὶ τὸ λεγόμενον. ἀλλ’ εἰ καὶ τοῦτο ἐπί τινων ἀληθές, ἀλλ’ οὐκ ἀδύνατον γένος τι τῆς διαιρούσης αὐτὸ κατηγορεῖσθαι διαφορᾶς· ἥτις γὰρ ἂν ληφθῇ τῆς οὐσίας διαιρετικὴ διαφορά, ἀνάγκη ταύτην οὐσίαν εἶναι. οὐ δοκεῖ δὲ τὰ γένη ἰδίᾳ τῶν διαφορῶν κατηγορεῖσθαι διὰ τὰς ὁμωνυμίας· τὸ γοῦν διακριτικὸν καὶ ἐν χρώμασι καὶ ἐν χυμοῖς· ποῖον οὖν αὐτοῦ κατηγορηθήσεται; συντεθέντος δὲ αὐτῷ τοῦ οἰκείου γένους εἶδος ἤδη. δείξας δὲ ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, ἀκολούθως ἐπήνεγκε τὸ ἀλλὰ μὴν εἰ μὴ γένη, οὐκ ἀρχαὶ ἔσονται, εἴπερ ἀρχαὶ τὰ γένη.

因为当“动物”被述说于“理性的”时,它是被述说于“理性的动物”(因为此时从“理性的”中所领会的正是这一点),既然它并不被述说于脱离种而就其自身被取用的种差本身(例如“理性”)。因为种差是某种性质,对于它们,怎么可能把指称复合实体的“动物”述说于其上呢?因为无论是种还是属,都不能被述说于种差之上。而如果是这样,存在与一的诸种差——如果这些是属——就既不是存在,它们之中的每一个也不是一;这就是说,没有任何种差将是一或存在;因为所有的[种差]都将是存在的[种差];而这是荒谬的。因此这些也不是属。如果不是属,只要属是本原,它们也就不是本原。而“属的种不可能被述说于固有的种差之上”这句话,等同于说“被称为种的事物不可能被述说于固有的种差、即自身的种差之上”;而“或者属脱离种[也不能被述说]”这句话,要么等同于说“或者属脱离其自身的种而被述说于某种其他事物之上”,要么等同于说“属被述说于种差之上,只要种差尚未被作为种和复合体来取用”。但我以为,这一论辩更偏于逻辑推演,正如他所说的绝大多数内容一样。因为无论我们将种差归于哪一个属之下(因为只要种差本身也属于存在,它们就必然来自某个属),固有的属就必然被述说于该属的诸种差之上。因为要么〔该属〕作为属却没有种差,要么〔种差〕就从属于它们所划分的那个属。因为如果所有种差都从属于性质,显然性质本身的种差就将从属于性质。如此一来,属就将被述说于其固有的种差之上;因为若说其他种差是性质,而性质的种差却不再是性质、反而将其置于某种其他的属之下,这是捏造且荒谬的。那么,难道各属中的诸种差不是处于同一属、即同一范畴之中吗?因为即使某些事物的临近之属由于自身已是某种复合体而不被述说于种差——这仅在实体的情形中发生(因为从实体中也有某种复合实体,而它不可能被述说于属的单纯种差之上)——,但至少更高位的属作为更共通且更单纯者仍会被述说;因为“实体”对于单纯实体和复合实体而言都是共通的。因此,即使“动物”是某种复合的实体,并因而不被述说于就自身被取用的种差之上,但“实体”仍将被述说于它之上。或者,即使“实体”被述说于正是划分动物的那个种差之上,被种差所划分的属被述说于该种差之上这一点也已被表明了;所说的也正是这样的事。但即使这一点在某些情形下是真的,某个属被述说于划分它的种差之上也绝非不可能;因为无论取用实体的何种划分性种差,它都必然是实体。但诸属之所以似乎并不单独地被述说于种差之上,是由于同名异义性;至少“分离的”既存在于颜色中也存在于滋味中;那么哪一个属将被述说于它之上呢?然而,一旦与其固有的属相结合,它就已经是种了。在表明了存在与一不是属之后,他合乎逻辑地补充道:“然而如果它们不是属,只要属是本原,它们就不会是本原。”

语法注3 条
  1. 3.38σημαίνει δὲ τὸ μὲν ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἴσον τῷ

    由中性定冠词 τὸ 引导的亚里士多德原文引句(ἀδύνατον δὲ ... διαφορῶν)作主语,与定式动词 σημαίνει 及其宾语 ἴσον(接与格 τῷ)构成“该句意味着与……等同”的结构。

  2. 3.38καὶ γὰρ εἰ καὶ μὴ τὸ προσεχές τινων γένος κατηγοροῖτο τῆς διαφορᾶς ... ἀλλὰ τό γε ἀνωτέρω ἂν κατηγοροῖτο

    这是一个复杂的让步句式,从句(καὶ γὰρ εἰ καὶ μὴ...)内部插入了表示原因的定冠词不定词结构(τῷ... εἶναι)、关系分句(ὃ ἐπὶ...)以及解释性的插入小句(ἐκ γὰρ...),最终在主句的对应项 ἀλλὰ τό γε ἀνωτέρω ἂν κατηγοροῖτο 处收尾。

  3. 3.38μή ποτε οὖν αἱ ἐν ἑκάστῳ γένει διαφοραὶ ἐν τῷ αὐτῷ γένει εἰσί

    μή ποτε 后接直陈式现在时(εἰσί),是后古典期用以表达委婉肯定的推测(“或许……不是吗/大概……”)的惯用构式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:205.30-207.6