← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§204.23-205.30

最高之属与最低之种及存在与一的疑难

亚里士多德提出了最高之属还是最低之种是本原的疑难,指出若最高者是本原,则存在与一必然是本原;但他随后论证,由于属不可能述说于固有种差之上,存在与一绝不可能是属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.38#1

" Πρὸς δὲ τούτοις εἰ ἔτι καὶ μάλιστα ἀρχαὶ τὰ γένη εἰσί, πότερα δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχάς." Ἀπορία καὶ αὕτη τῶν προειρημένων· ἔστι δὲ τοιαύτη. εἰ δοθείη καὶ συγχωρηθείη τὰ γένη ἀρχὰς εἶναι, ζητῆσαι, φησίν, ἄξιον πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἃ ἄτομα εἴδη καλεῖται· γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει. εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου τῶν μὴ ὁμοίως καθόλου μᾶλλον ἀρχαί, διὰ τὸ τὴν ἀρχὴν κεῖσθαι τὸ καθόλου εἶναι ἀρχήν,1 τὰ ἀνωτάτω ἂν γένη καὶ τὰ κοινότατα εἶεν ἀρχαί· οὕτως τε τὰ ἀνωτάτω γένη τῶν ὄντων ἀρχαὶ ἂν εἶεν, καὶ τοσαῦται αἱ ἀρχαὶ ἔσονται ὅσα ἐστὶ τὰ γένη τὰ πρῶτα. λαβὼν δὲ τοῦτο ἐπιφέρει ὥστε ἔσται τό τε ὂν καὶ τὸ ἓν ἀρχαὶ καὶ οὐσίαι· ταῦτα γὰρ μάλιστα λέγεται κατὰ πάντων. εἰ γὰρ εἴη ταῦτα κατὰ πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη, ταῦτα ἂν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων εἴη· τοῦτο γὰρ σημαίνει τὸ οὐσία. εἰπὼν δὲ ταῦτα καὶ ἀναγαγὼν ἐπὶ τοῦτον τὸν λόγον τὸ εἰ τὰ γενικώτατα καὶ κοινότατα ἀρχαί, τὸ ὂν καὶ ἓν ἔσονται ἁπάντων τῶν ὄντων ἀρχαί, ἐπεὶ κοινότατα ταῦτα, ἑξῆς ἐπιχειρεῖ καὶ δείκνυσιν ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι τῶν ὄντων γένη, εἰ δὲ μὴ γένη, δῆλον ὡς οὐδὲ ἀρχαί. οὕτως δὲ οὐδ’ ἂν εἴη ἡ αὐτὴ ἀρχὴ τῶν πάντων, εἰ μὴ εἴη τι κοινὸν γένος αὐτῶν, εἰ τὸ γένος ἀρχή· κεῖνται γὰρ ἀρχαὶ τὰ γένη εἶναι, καὶ τούτων τὰ κοινότατα. ὡς δὲ δοκοῦν τισιν οὕτως ἀντιλέγει πρὸς τὴν δόξαν, καὶ εἴρηκέ γε πρὸ ὀλίγου περὶ αὐτῆς. ὅτι οὖν μὴ γένη τὸ ὂν καὶ τὸ ἕν, οὕτω δείκνυσι. πᾶσα διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διαφοραί, εἰ γένη ταῦτα, καὶ ἓν ἑκάστη αὐτῶν καὶ ὂν ἔσται. ἀλλὰ εἰ τὸ ὂν καὶ ἓν ἐν ἑκάστῃ τοῦ ὄντος διαφορᾷ, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνός, κατηγοροῖτο ἂν τῶν οἰκείων διαφορῶν τὰ γένη. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι· καθόλου γὰρ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὂν εἶδος (πολλαχῶς γὰρ τὸ εἶδος, ὡς εἴρηται πρὸ ὀλίγου) τῆς οἰκείας κατηγορεῖται διαφορᾶς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου ἢ θνητόν, τὸ δ’ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι. καὶ διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερόν τι, ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριόν ἐστιν ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ ἑκάστῃ τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὑτοῦ μερῶν. ὥστε οὐδετέρως τὸ εἶδος τῆς οἰκείας κατηγορεῖται διαφορᾶς· τὸ γὰρ γένος οὐχ οὕτως ἔχει μέρη τὰ εἴδη·2 οὐ γὰρ ἐν τῷ τῶν γενῶν ὁρισμῷ τὰ εἴδη. ἀλλ’ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται καὶ μὴ ἐν αὐταῖς τὰ εἴδη περιέχωνται.

“除这些之外,即使属最首要地是本原,是否必须认为诸属中最在先者是本原。” 这也是前述诸疑难之一,它是这样的。他说,如果假定并同意诸属是本原,那么值得探究的是:究竟应当把最上位、最普遍的诸属设定为本原,还是把直接临近于个别事物的最下位者、即被称为不可分的种者[设定为本原];因为他现在也把种称为属。因为,如果普遍者总是比不同样普遍者更算得上是本原——这是由于起初设定了普遍者是本原——,那么最上位、最普遍的诸属就将是本原;如此一来,存在的最高之属将是本原,且本原的数量将与最在先之属的数量相等。假定了这一点后,他接着推导出:因此存在与一将是本原和实体;因为这些最普遍地被述说于一切事物。因为如果这些作为属而被述说于一切存在之上,它们就将是存在的本原和原因;因为“实体”指的就是这一点。他说完了这些,并将论证归结为:如果最属性的、最普遍者是本原,那么存在与一就将是一切存在的本原(既然这些是最普遍的);随后他展开推论并表明,存在与一并不是存在的属,而如果不是属,显然它们也不是本原。并且如此一来,如果属是本原,除非存在着某个属于它们的共通之属,否则一切事物就不会有同一本原;因为已假定了诸属是本原,且是其中最普遍者为本原。但他是把这作为某些人持有的观点而起而反对的,并且确实在不久之前他也谈及过这一观点。于是,他如下表明存在与一不是属。划分属的每一个种差既是存在也是一,因此一与存在的诸种差也是如此,若这些是属,它们之中的每一个也都将既是一又是存在。但如果存在与一处于存在的每一种差之中,那么由于存在与一是一个属,诸属就将被述说于其固有的种差之上。但他说这是不可能的;因为一般而言,作为属于某一属的种(因为正如不久前所说,“种”有多重含义),如果种差是就其自身被取用的,该种绝不会被述说于其固有的种差之上;因为种差比种被述说得更为宽泛,正如“理性的”或“会死的”之于人一样,而指称较窄者绝不可能真实地被述说于指称较宽者之上。确实正是为此,他说了“固有的种差”,这等同于说“借以形成种的那些东西”。此外,种是复合体,而种差则是复合体的一部分。此外,由于定义性公式中所采用的每一项,都是它所完满其本质之物的一部分,且是非同素部分,因此种差是种的一部分;因为在定义中,属并不与每一个种差指称同一事物;而这样的全体是不能述说于自身的部分之上的。因此,无论在哪种意义上,种都不会被述说于其固有的种差之上;因为属并不是以这种方式将种作为部分的;因为种并不处于诸属的定义之中。但是,当种差脱离种而被取用、且诸种不被包含在它们之中时,属也绝不会被述说于固有的种差之上。

语法注2 条
  1. 3.38διὰ τὸ τὴν ἀρχὴν κεῖσθαι τὸ καθόλου εἶναι ἀρχήν

    这是由介词 διά 加中性单数宾格冠词 τό 构成的带冠词的不定式结构,其中包含副词性宾格 τὴν ἀρχήν(“起初”),并嵌套了宾格加不定式短语 τὸ καθόλου εἶναι ἀρχήν 用以表示 κεῖσθαι 的内容,即“起初设定了普遍者是本原”。

  2. 3.38τὸ γὰρ γένος οὐχ οὕτως ἔχει μέρη τὰ εἴδη· οὐ γὰρ ἐν τῷ τῶν γενῶν ὁρισμῷ τὰ εἴδη

    这是承接前文“种不能述说于种差”(因种差是复合体或定义的部分)而插入的对比句。它指出属并不以这种方式把种作为部分(种不处于属的定义中),从而为下句说明属为何同样不能述说于固有种差作过渡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:204.23-205.30