← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§203.12-204.22

属作为本原的论证与双重定义的荒谬

亚历山大解释了《形而上学》B卷第3章中的疑难:首先阐明由认知基于种进而推得属为本原的论证(并指出形式与种概念的滑移),其次说明柏拉图学派如何将“一”与“大和小”作为属来确立为本原,最后阐述若将属与元素二者皆定为本原将导致同一事物出现多个定义的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35

" Καὶ εἰ ἔστι τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν.1" Ἡ ἐπιχείρησις τοιαύτη. κατὰ τὰ εἴδη ἡ ἐπιστήμη καὶ ἡ γνῶσις τῶν ὄντων γίγνεται· οὐ γάρ ἐστι τῶν καθ’ ἕκαστα ἐπιστήμη· καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη. εἰ δ’ ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, τὰ εἴδη ἂν εἶεν ἀρχαὶ τῶν καθ’ ἕκαστα, καθ’ ἃ εἴδη ἐστὶν ἑκάστοις τὸ τοῖσδέ τισιν εἶναι. ἀλλὰ μὴν τῶν εἰδῶν ἀρχαὶ τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ εἴδη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ τῶν γενῶν· καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη. ἢ κατὰ τὰ εἴδη μὲν ἡ γνῶσις ἑκάστου (κατὰ γὰρ ταῦτα τὸ εἶναι ἑκάστῳ), οὐ μὴν κατὰ τὸ εἶδος τὸ ὡς ἐκ γένους διῃρημένον, ἀλλὰ τὸ εἶδος τὸ ἀντιδιαιρούμενον τῇ ὕλῃ· ὁ δὲ λαβὼν τὸ εἶδος τοῦτο ἐπὶ τὸ ἐκ γένους μετῆλθε.2

“而且,如果把握对存在的科学认识就是把握对种的认识。” 这一推论如下。对存在的科学认识和认知是按照种产生的;因为不存在关于个别事物的科学认识;并且它们的定义确实也是按照种作出的。但如果对存在的认知依赖于对这些[种]的认知,那么种就该是个别事物的本原,正是按照这些种,属于每一事物的那种“具有如此这般性质的存在”才成立。然而,种的本原确实是属;因为种来自于这些[属]的划分,且种的定义是通过属进行的;因此,属也是一切存在的本原。或者说:对每一事物的认知固然是按照种的(因为每一事物按照它们而具有存在),但绝不是按照作为从属中划分出来的种,而是按照与质料相对划分的形式;但他抓住了这一形式,却转用到了从属中划分出来的种之上。

§3.36

"Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ τὸ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι." Πρὸς τὸ εὐλόγως ἂν δόξαι τὰ γένη τὰς τῶν ὄντων ἀρχὰς εἶναι, νῦν συνίστησι τὴν δόξαν καὶ ἐκ τῶν χρησαμένων ταῖς αὐταῖς ἀρχαῖς. οἱ γὰρ τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑποθέμενοι τῶν ὄντων ὡς γένη ταῦτα τῶν ὄντων ἀρχὰς ὑπέθεντο. εἴη δ’ ἂν ἡ δόξα Πλάτωνος· οὗτος γὰρ τὸ ἕν, ὃ κυρίως ὂν ἔλεγε, καὶ τὴν ἀόριστον δυάδα, ἣν μέγα καὶ μικρὸν ὠνόμαζεν, ἀρχὰς ὑπέθετο. ὡς γένη δὲ ταῦτα ὑπελάμβανε τῶν ὄντων, ὅτι καθ’ ἕκαστα τῶν ὄντων καὶ τὸ ἓν ἑώρα κατηγορούμενον καὶ τὴν ἀνισότητα. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων, τοιοῦτον δὲ κατὰ τὸ εἶδος, τὸ ἓν αὐτοῦ καὶ τὸ ὂν κατηγορεῖται· καθ’ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ ἑώρα τὸ ὑποκείμενον, κατὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρόν. κοινὰ ἄρα καὶ τὰ γένη ταῦτα, καὶ ὡς γένη τὰ ἀνωτάτω ἀρχαὶ κατ’ αὐτόν.

“而在那些将一或存在或大与小称为存在的元素的人中,似乎也有人将它们作为属来使用。” 为了支持把属视为存在的本原似乎是合情合理的这一看法,他现在又根据使用了这些相同本原的人来确立这种见解。因为那些把一、存在以及大与小假定为存在的本原的人,是将这些作为存在的属来设定为本原的。这一见解应当是柏拉图的;因为正是他把他所称为本真存在的“一”,以及他命名为大与小的“不定之二”,假定为本原。他把这些设想为存在的属,是因为对于存在的每一事物,他看到“一”与“不等性”都被述说。因为就存在的每一事物是“某个具体之物”且按照形式是如此这般而言,“一”和“存在”被述说于其上;而就他看到底层基质处于不断的流动和变化之中而言,按照这一点,“大与小”被述说于其上。因此,这些是共通的属,并且按照他的看法,它们作为最高之属乃是本原。

§3.37

"Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν τὰς ἀρχάς." Ἐπιχειρήσας καὶ πρὸς τὸ τὰ στοιχεῖα εὐλογώτερον ἂν ἀρχὰς εἶναι τοῦ γένους, καὶ πάλιν πρὸς τὸ τὸ γένος καὶ μᾶλλον ἢ τὰ στοιχεῖα, νῦν ὅτι μηδὲ ἀμφότερα οἷόν τε λέγειν ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα ἐπιχειρεῖ. ἡ δὲ ἐπιχείρησις τοιαύτη. λαμβάνει τὸν ὁρισμὸν τὸν τῆς οὐσίας ἑκάστου δηλωτικὸν ἕνα εἶναι δεδειγμένον ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς (ἑκάστῳ γὰρ τῶν ὄντων τὸ εἶναι ἕν ἐστιν ὅ ἐστιν, οὗ ὁ κυρίως ὁρισμὸς δηλωτικός)· ἀλλὰ καὶ τὸ ἐκ τῶν ἀρχῶν δὲ ὁ ὁρισμός.3 τούτων κειμένων λαμβάνει τὸ εἶναι ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα, καί φησιν, εἰ ἐκ τῶν ἀρχῶν ἑκάστου ὁ ὁρισμός, ἄλλος ἔσται ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν (γένη δέ, ὡς ἔφαμεν, καὶ τὰς διαφορὰς λέγει) καὶ ἄλλος ὁ διὰ τῶν στοιχείων· ὥστε εἰ ἐκ μὲν τῶν ἀρχῶν ὁ ὁρισμός, ἄλλος δὲ ὁ ἐξ ἐκείνων καὶ ἄλλος ὁ ἐκ τούτων, πλείους ὁρισμοὶ τοῦ αὐτοῦ ἔσονται. ἀλλὰ μὴν οὐ πλείους· εἷς γὰρ ἑκάστου ὁρισμός· οὐκ ἄρα ἀμφότερα στοιχεῖα.

“然而,把本原说成是两方面也绝不可能。” 在既推论了元素比属更合乎情理地成为本原,又反过来推论了属甚至比元素更该是本原之后,现在他又推论说,绝不可能把属和元素这两者都称为存在的本原。这一推论如下:他设定表明每一事物实体的定义是单一的,正如在《后分析篇》中所证明的那样(因为对于存在的每一事物而言,其所是乃是唯一的,即它是何物,而严格意义上的定义正是表明这一点的);然而[他也设定],定义由本原构成。在这些被确立之后,他假定存在的本原兼为属与元素,并说道:如果每一事物的定义由其本原构成,那么通过属的定义(正如我们所言,他也把种差称为属)将是一个定义,而通过元素的定义将是另一个定义;因此,如果定义由本原构成,且由那些东西构成的定义与由这些东西构成的定义彼此不同,那么对于同一事物就会有多个定义。然而绝没有多个定义;因为每一事物的定义只有一个;因此两者不可能都是元素。

语法注3 条
  1. 3.35Καὶ εἰ ἔστι τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν

    带冠词的不定式短语 τὸ τῶν εἰδῶν λαβεῖν(“把握种的认识”)作主语,而 τῶν ὄντων λαβεῖν ἐπιστήμην(“把握存在的科学认识”)作表语不定式,由 ἔστι 联结。这里的 ἔστι 并非表示可能(“能够”),而是作为表示断定或等同的系动词(重音前移)。

  2. 3.35ὁ δὲ λαβὼν τὸ εἶδος τοῦτο ἐπὶ τὸ ἐκ γένους μετῆλθε

    ὁ δὲ 的主语指亚里士多德。亚历山大批判性地指出,亚里士多德在此利用了词义的多义性,从作为认识对象的“形式”(与质料相对)跨越转换(μετῆλθε)到了作为定义组成部分的“种”(由属划分而来)。

  3. 3.37ἀλλὰ καὶ τὸ ἐκ τῶν ἀρχῶν δὲ ὁ ὁρισμός

    该省略句作前一句主动词 λαμβάνει(“设定/接受”)的宾语。中性冠词 τὸ 将“定义由本原构成”这一命题实体化为名词性短语,补足时可理解为带有不定式的 τὸ ἐκ τῶν ἀρχῶν [εἶναι] τὸν ὁρισμόν,或者直接在 τὸ 下保留主格引述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:203.12-204.22