← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§202.4-203.11

关于元素与属何者为本原的疑难

针对亚里士多德在《形而上学》B卷第3章中提出的关于存在的本原究竟是普遍的“属”还是内在的“元素”这一疑难,亚历山大借助语音、几何学、自然哲学和人工制品的例证阐释了以国内在元素为本原的论据,随后注解了因属是定义的本原而将属视为本原的反向论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.33

" Καὶ περὶ τῶν ἀρχῶν πότερα δεῖ τὰ γένη στοιχεῖα καὶ ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον." Καὶ περὶ ταύτης τῆς ἀπορίας προείρηται μὲν ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει, ἔστι δέ, πότερον δεῖ ἀρχὰς καὶ πρῶτα τῶν ὄντων τὰ γένη καὶ τὰ κοινὰ τίθεσθαι, ἢ τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὰ ὄντα πρώτων καὶ εἰς ἃ ἔσχατα διαλύεται. ἃ βουλόμενος σημῆναι ἔδειξεν ἐπὶ τῶν φωνῶν· αἱ γὰρ φωναὶ ἐκ τῶν στοιχείων σύγκεινται, ἀλλ’ οὐ τῆς κοινῆς φωνῆς,1 ὃ εἴη ἂν γένος τῶν φωνῶν. ἀλλὰ καὶ ἐπὶ τῶν διαγραμμάτων οὐ τὸ κοινὸν στοιχεῖον, ἀλλὰ τὰ ἐνυπάρχοντα ἐν ταῖς ἀποδείξεσι χρώμεθα εἰς παντὸς ἀπόδειξιν θεωρήματος, ὡς λέγομεν τὰ Εὐκλείδου στοιχεῖα· διὰ τοῦτο γὰρ τὰ τοιαῦτα στοιχεῖα λέγεται, ὅτι δι’ ὧν ταῦτα ἀποδείκνυται πρὸς τὰς πάντων τῶν θεωρημάτων δείξεις ἐστὶν ἡμῖν χρήσιμα ἐνυπάρχοντα ἐν πᾶσι.2 καὶ ἐν αὐτοῖς δὲ τούτοις τὰ πρῶτα τῶν δευτέρων στοιχεῖα, ὅτι ταῖς τούτων ἀποδείξεσι πρὸς τὰ δεύτερα χρώμεθα. παρατίθεται δὲ καὶ τῶν φυσικῶν τοὺς ἢ πλείω τὰ πρῶτα σώματα ὑποθεμένους ἢ ἕν, καὶ δείκνυσιν ὅτι καὶ οὗτοι, ἃς ἀρχὰς τῶν ὄντων ἔλεγον, ἐνυπάρχειν ταύτας τοῖς ἄλλοις ᾤοντο καὶ ἐξ αὐτῶν ἐκεῖνα εἶναι. Ἐμπεδοκλῆς τε γὰρ τὰ τέσσαρα σώματα στοιχεῖα τῶν ὄντων ὑποθέμενος οὐχ ὡς γένη αὐτὰ ἔλεγεν ἀρχάς, ἀλλ’ ὡς ἐνυπάρχοντα τοῖς ἐξ αὐτῶν τὴν γένεσιν ἔχουσιν· ὁμοίως καὶ τῶν ἄλλων φυσικῶν ἕκαστος τῶν σωματικὴν τὴν ἀρχὴν ὑποθεμένων. πρὸς τούτοις δείκνυσιν ὅτι τὸ ὡς ἐνυπάρχον καὶ στοιχεῖον καὶ οὐχὶ τὸ γένος ἐστὶν ἀρχὴ καὶ ἀπὸ τῶν τεχνητῶν· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν ἰδεῖν, ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων γίγνεται. ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τὰς ἀρχὰς γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίγνεται, τούτων δὲ ἕκαστον γνωρίζεται ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως φανερὸς γένηται, ὥστε καὶ αἱ τούτων ἀρχαί. ἐπιχειρήσας δὲ καὶ δείξας τῇ ἐπαγωγῇ τὰ ἐνυπάρχοντα ἀρχὰς ὄντα, οὐ τὰ κοινὰ καὶ τὰ γένη, ἑξῆς ὅτι δόξει εὔλογον εἶναι τὰ γένη λέγειν πάλιν ἀρχὰς ἐπιχειρεῖ.

“关于本原,究竟应当把属看作元素和本原,还是更多地把各个事物最初由以内在组成的那些东西看作本原。” 关于这个疑难,在疑难的陈述中已经讨论过了;它在于:应当把属即共相确立为存在的本原和最初之物,还是应当确立存在最初由以构成并最终分解为它们的那些元素?为了表明这一点,他在语音的例子上作了说明:因为语音是由元素[字母与音素]复合而成的,而不是由共通的语音——这当是语音的属——复合而成的。不仅如此,在几何图形的例子上,共通之物不是元素,相反,我们在每个定理的证明中所使用的、内在存在于证明之中的那些东西才是元素,正如我们所说的欧几里得《几何原本》那样;因为这类事物被称为元素,乃是因为用来证明这些定理的那些论据内在存在于所有定理之中,对我们证明一切定理都极为有用。而在这些事物本身之中,最初的东西是第二位之物的元素,因为我们把这些最初之物的证明用于第二位之物。他还列举了那些假设最初的物体是多数或一的自然哲学家,并表明这些人也认为,他们所说的存在的本原内在存在于其他事物之中,并且那些事物由这些本原构成。因为恩培多克勒假设四种物体为存在的元素,并不是作为属来称它们为本原,而是作为内在存在于由它们生成的事物之中的东西;那些假设物体性本原的其他自然哲学家中的每一位同样也是如此。除这些之外,他还根据人工制品表明,作为内在之物和元素的、而非属,才是本原;因为对于床以及每一类此类事物而言,对于那些想要看清它们各自的本性是什么的人来说,认识来自于它由以构成的各个组成部分。因为它们各自的本原就是它由以构成的东西;因为由认识本原,由本原生成的东西也变得可知,而这些人工制品中的每一件,只要它由以组成的那些东西以及结合的方式显明,就会被认识,因而它们的本原也同样显明。在通过归纳推论并表明内在之物而非共相与属才是本原之后,接着他又推论说,把属称为本原似乎也是合乎情理的。

§3.34

"Ἧι δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν εἰσιν." Ἡ ἐπιχείρησις δυνάμει τοιαύτη ἐστίν. ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνων ἀρχαί (κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ αὐτὰ εἰδέναι), ἐκ δὲ τῶν ὁρισμῶν γνωρίζομεν ἕκαστον τῶν ὄντων· οἱ ὁρισμοὶ ἄρα ἀρχαί * * * ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. δύνανται δὲ γένη καὶ αἱ διαφοραὶ λέγεσθαι, ὡς ἐν τοῖς Τοπικοῖς εἶπεν, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τῶν ὁρισμῶν ἀρχαὶ τὰ γένη, ἅπερ ἐστὶ τὸ γένος καὶ αἱ διαφοραί·3 ἐκ γὰρ τούτων οἱ ὁρισμοὶ σύγκεινται. ὥστε τὰ γένη ἀρχαί· οἱ μὲν γὰρ ὁρισμοὶ τῶν ὁριστῶν, τούτων δὲ τὰ γένη.

“但就我们通过定义来认识每一事物而言,而属是定义的本原。” 这一推论在潜能上是这样的:凡我们由以认识每一事物的东西,这些就是那些事物的本原(因为已设定,认识事物本身来自于认识某物的诸原因、元素与本原);而我们通过定义认识每一存在;所以定义是本原 * * * 因为定义的本原是对属的把握。正如他在《论题篇》中所言,种差也可以被称为属,因此所表达的意思是:定义的本原是属,即属与种差;因为定义是由这些复合而成的。所以属是本原;因为定义是被定义者的本原,而属则是这些[定义]的本原。

语法注3 条
  1. 3.33ἀλλ’ οὐ τῆς κοινῆς φωνῆς

    承接前文的 ἐκ τῶν στοιχείων σύγκεινται(由元素组成),此处省略了介词 ἐκ,理解为 [ἐκ] τῆς κοινῆς φωνῆς。旨在对比具体的组成部分与共通/属层面的抽象概念。

  2. 3.33ὅτι δι’ ὧν ταῦτα ἀποδείκνυται πρὸς τὰς πάντων τῶν θεωρημάτων δείξεις ἐστὶν ἡμῖν χρήσιμα ἐνυπάρχοντα ἐν πᾶσι

    主语是关系从句 δι’ ὧν ταῦτα ἀποδείκνυται(“这些定理通过它们得到证明的东西”,即最初的定理或公理)整体,作中性复数,统摄表语形容词 χρήσιμα 和分词 ἐνυπάρχοντα。ταῦτα 指《原本》中所包含的各定理。

  3. 3.34ὡς εἶναι τὸ λεγόμενον, ὅτι τῶν ὁρισμῶν ἀρχαὶ τὰ γένη, ἅπερ ἐστὶ τὸ γένος καὶ αἱ διαφοραί

    ὡς εἶναι 是表示结果或解释性结果的不定式结构(“因此所表达的意思是……”)。关系代词 ἅπερ 为中性复数,先行词为 τὰ γένη,用于说明此处的“属”总括性地指属和种差两者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:202.4-203.11