← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§200.32-202.3

驳数学对象存在于感觉实体内部说

亚里士多德(998a7)引入了认为数学中介者存在于可感觉实体之内而非与之分离的观点,指出其荒谬程度更甚。亚历山大阐明了该观点与亚里士多德自身抽象理论的区别,并详述了该立场带来的诸多困难,包括两个物体同处一地以及数学对象发生运动等荒谬推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.32

" Εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μήν γε χωρὶς τῶν αἰσθητῶν." Εἰπὼν πρὸς τοὺς τὰ μαθηματικὰ οὐσίας λέγοντας εἶναι αὐτὰς καθ’ αὐτὰς κεχωρισμένας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, νῦν μέτεισιν ἐπὶ τοὺς λέγοντας μὲν τὰ μαθηματικὰ εἶναι κατά τινα φύσιν οἰκείαν, οὐ μὴν ἔξω αὐτὰ τῶν αἰσθητῶν εἶναι, ἀλλ’ ἐν τούτοις. διαφέροι δ’ ἂν ἡ δόξα αὕτη τῆς λεγούσης ἐξ ἀφαιρέσεως τὰ μαθηματικὰ λαμβάνεσθαί τε καὶ νοεῖσθαι, ἧς καὶ αὐτός ἐστιν, ὅτι ἐκεῖνοι μὲν οἰκείαν τινὰ φύσιν ἀποδόντες αὐτοῖς ἄλλην παρὰ τὰ αἰσθητὰ ἐν τοῖς αἰσθητοῖς αὐτὰ λέγουσιν εἶναι, οὐκ αὐτῶν τι ὄντα, ἀλλ’ ἐν τούτοις ὄντα ἄλλα εἶναι αὐτῶν, οἱ δὲ ἐξ ἀφαιρέσεως λαμβάνοντες αὐτά, τῷ λόγῳ τινὰ τῶν αἰσθητῶν χωρίσαντες, καταλείπουσιν αὐτὰ σὺν τοῖς χωρισθεῖσι πάντα τὰ κατὰ τὰ ὅλα αἰσθητά,1 οὐκέτι ἐκείνων τῶν κεχωρισμένων αὐτῶν ἐφ’ αὑτῶν δυναμένων τὴν αἰσθητὴν ἀποπληροῦν φύσιν, οὐδ’ ἐπὶ διαστάσεώς τινος νοουμένων. ἡ γὰρ ἐν τοῖς μαθηματικοῖς νοουμένη διάστασις μετὰ τῶν τῷ λόγῳ κεχωρισμένων παθητικῶν ἡ αἰσθητὴ φύσις· ἐν ἀμφοῖν γὰρ ἡ αἰσθητὴ φύσις ἐν ὑποστάσει οὖσα φύσει. φησὶ δὲ πολὺ ἀτοπωτέραν τήνδε τὴν δόξαν εἶναι τῆς κεχωρισμένα λεγούσης αὐτά. τὰ μὲν οὖν πλείω τῶν ἀτόπων τῶν ἑπομένων τῇδε τῇ δόξῃ τὸ νῦν παραιτεῖται καταλέγειν, παρατίθεται δὲ τὸ [τε] κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς ἰδέας θέσθαι ἐν τοῖς αἰσθητοῖς· εἰ γὰρ ταῦτα ὄντα οὐσίαι καθ’ αὑτὰς νοηταὶ ἐν αἰσθητοῖς ἐστι, τί δήποτε καὶ αἱ ἰδέαι, οὖσαι καὶ αὐταὶ οὐσίαι τινὲς νοηταί, οὐκ ἔσονται ἐν τοῖς αἰσθητοῖς; δεῖ γὰρ λόγου τινός, δι’ ὃν ταῦτα μὲν ἔσται ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. ὅτι δὲ πολλὰ ἕπεται τῇδε τῇ δόξῃ, εἴρηκε μὲν ἐν τῷ δευτέρῳ, ὑπέμνησε δὲ καὶ ἐν τῷ πρώτῳ τῷ μείζονι Α λέγων περὶ τῆς Εὐδόξου δόξης, ἐρεῖ δὲ καὶ ἐν τῷ Ν τῆσδε τῆς πραγματείας. ἔτι δὲ δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ ἔσται, τό τε μαθηματικόν (ἔστι γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, εἰ ἐκεῖνο ἐν τούτῳ ἔσται. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτω διιόν, εἰ ἑκάτερον αὐτῶν κατ’ οἰκείαν φύσιν ὂν τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα γε ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, κινεῖσθαι δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ 〈ὄντα〉 ἐν τόπῳ· εἰ γὰρ μεγέθη καὶ ἐν διαστάσει, ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἐν αὐτοῖς ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν αὐτὰ εἶναι, εἶναι δὲ ἐν τοῖς αἰσθητοῖς; οὐδεμίαν γὰρ ἔτι φαίνεται χρείαν αὐτοῖς παρεχόμενα, ὄντα γε μὴ καθ’ αὑτά. ἀλλ’ ἐπὶ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τούτοις ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν οὐ καθ’ αὑτοὺς ὄντες ἀλλ’ ἐν αὐτοῖς τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη ἐν σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ δὲ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ εἶναι.2 Περί τε οὖν τῶν προειρημένων τούτων πάντων ἀπορίαν φησὶν οὐ τὴν τυχοῦσαν εἶναι, πῶς θέμενος αὐτά τις τἀληθοῦς ἐπιτεύξεται, καὶ ἔτι περὶ ὧν προστίθησι

“但也有些人说,这些在形式与可感觉事物之间所谓的中介者确实存在,然而并不独立于可感觉事物。” 在反驳了那些主张数学对象是分离于理念和可感觉事物、自身独立存在的实体的人之后,他现在转向那些主张数学对象确实依照某种特有本性而存在、然而并非在可感觉事物之外而是在它们之内的人。这一观点有别于那种主张数学对象是通过抽象而被把握和被思维的观点——后者是他自己的立场——其区别在于:前者赋予数学对象一种有别于可感觉事物的特有本性,主张它们存在于可感觉事物之内,并非它们的一部分,而是在它们之内的同时又与它们不同;相反,那些通过抽象把握它们的人,在定义上分离出可感觉事物的某些方面后,将它们连同被分离的方面作为整体的可感觉事物全部保留下来,因为那些被分离出来的方面单凭自身已无法充实可感觉本性,也不会被构想为处于某种广延之中。因为在数学对象中被构想的广延,连同在定义上被分离的被动性质,才构成可感觉本性;因为在自然中实在存在的乃是两者兼具的可感觉本性。他说这一观点比主张它们分离存在的观点荒谬得多。因此,他目前省去枚举伴随这一观点的大多数荒谬结果,而是提出了按照同样的理据也必须把理念置于可感觉事物之内:因为如果这些[数学对象]作为自身独立的理智实体而存在于可感觉事物之内,那么究竟为什么理念自身也是某种理智实体,却不会存在于可感觉事物之内呢?因为需要某种理由来解释,何以这些会存在于可感觉事物之内,而那些却不再如此。至于伴随这一观点的诸多荒谬,他在第二卷中已经说过,在作为大阿尔法的第一卷中谈及欧多克索斯的观点时也曾提醒过,并且在这部论著的第十四卷(Nu)中也会论及。此外,将会有两个立体处于同一个处所——既有数学立体(因为也有数学立体,即立体几何学所探讨的对象),也有可感觉立体,如果前者处于后者之内的话。因为这样就会出现一个物体穿过另一个物体的情况,如果它们各自依其特有本性存在而其中一个处于另一个之内的话。此外,数学对象只要在可感觉事物之内,也就绝非不动的;因为当可感觉事物运动时,它们之内的东西必然也运动,而且运动并非作为附贴属性,而是作为自身也处于处所中的东西运动;因为如果它们是量度且处于广延中,它们就会像那些因受强迫并被某物推动的物体一样运动,而非依照自身之内的倾向运动。总体而言,究竟为了什么缘故必须说它们存在、且存在于可感觉事物之内呢?因为它们只要不自身独立存在,就似乎不再为可感觉事物提供任何效用。然而除了上述这些荒谬之外,凡伴随那些使它们分离存在的人的荒谬结果,也同样会落到这些人身上:因为按照他们,在可感觉的苍天之外也将存在另一个天,太阳以及每一颗星辰同样也是如此,只不过它们不是自身独立存在,而是在这些可感觉事物自身之内——太阳在太阳之内,月亮在月亮之内,天在天之内——在原先那个荒谬之上,又额外招致了两个物体处于同一个处所这一荒谬。因此,关于所有上述这些事情,他说,人们应当如何设定它们才能切中真理,并不是一个寻常的疑难,关于他随后补充的事情亦是如此。

语法注2 条
  1. 3.32τῷ λόγῳ τινὰ τῶν αἰσθητῶν χωρίσαντες, καταλείπουσιν αὐτὰ σὺν τοῖς χωρισθεῖσι πάντα τὰ κατὰ τὰ ὅλα αἰσθητά

    作为 καταλείπουσιν 的宾语,代词 αὐτά 指的是可感觉事物本身(或其底层基质)。此处句式与前述观点形成对比:依据抽象(ἐξ ἀφαιρέσεως)把握对象的人,只是在定义或理智上(τῷ λόγῳ)分离了某些性质,而非确立独立存在的实体,因此在实在中仍然把包含这些被分离特性的可感觉事物作为整体全部保留下来。

  2. 3.32πρὸς ἐκείνῳ δὲ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ εἶναι

    分词 προσειληφότα 为中性主格复数,修饰前文提到的天体(或该假说所蕴含的诸结论)。后接的带冠词不定式短语 τὸ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ εἶναι 与 τοῦτο 构成同位语,表明在分离论的原有荒谬之上,这种观点又额外招致了“两个物体同处一地”的荒谬结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:200.32-202.3