- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:199.32-200.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证指出,包括测地术在内的任何技术或学科都不是关于可灭亡的可感觉个别事物,而是关于普遍者;天文学同样并非直接处理可感觉天体及其物理轨迹与特性,由此表明技术与数学学科的区别不能建立在“可感觉对象”与“理智对象”的二元对立之上。
νυνὶ δὲ οὐδεμία οὔτε τέχνη οὔτε ἐπιστήμη συμφθείρεται τούτοις, ὥσπερ οὐδὲ ἡ γεωδαισία· ὡς δῆλον ὅτι οὐδὲ περὶ τούτων οὐδὲ περὶ ταῦτά ἐστιν, ἅ ἐστιν αἰσθητὰ καὶ φθαρτά, ἀλλὰ περὶ τὸ καθόλου, ὅ ἐστιν ἀΐδιον. πᾶσα γὰρ ἐπιστήμη τε καὶ τέχνη περὶ τὸ καθόλου συνίσταται, ὃ οὐκ ἔστιν αἰσθητόν· οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν·1 ἀλλὰ οὖσαι περὶ τὰ καθόλου καὶ τὰ τοιαῦτα περὶ τὰ αἰσθητὰ πραγματεύονται, οὐχ ᾗ αἰσθητὰ καὶ τάδε, ἀλλ’ ᾗ τοιάδε καὶ τοῦ κοινοῦ μετέχει. ὥστε εἰ μηδὲ ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ μεγέθη, οὐκ ἂν διαφέροι αὐτῆς ἡ γεωμετρία τῷ αὐτὴ περὶ νοητὰ εἶναι· καὶ γὰρ ἐκείνη περὶ τὰ τοιαῦτα. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ ἰατρική ἐστι περὶ αἰσθητὴν ὑγίειαν· συμφθείροιτο γὰρ ἂν φθειρομένοις τοῖς περὶ ἅ ἐστιν. ἑξῆς δὲ δείκνυσιν ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ τῶν αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· καὶ γὰρ ἄφθαρτα ταῦτα, καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταὐτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται.2 οὔτε γὰρ αἰσθητὰς γραμμὰς τοιαύτας ἔστι λαβεῖν ὁποίας ὁ ἀστρονόμος λαμβάνει ἐν ταῖς δείξεσιν· οὐδὲν γὰρ τῶν αἰσθητῶν οὕτως εὐθύ (ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν),3 ἀλλ’ οἵας ὁ γεωμέτρης τὰς γραμμὰς εἶναι λέγει, τοιαύταις ὁ ἀστρολόγος χρῆται πρὸς τὰς δείξεις τὰς ἀστρολογικάς. ὁμοίως δὲ οὐδὲ περιφερὲς οὐδὲ στρογγύλον οὐδὲν τοιοῦτόν ἐστιν αἰσθητόν, ὁποῖα ὁ γεωμέτρης αὐτὰ ὁρίζεται· ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ ἐπιπέδου τοῦ αἰσθητοῦ οὐ κατὰ στιγμὴν ἅπτεται, οἱ δὲ μαθηματικοί τε καὶ ἀστρολόγοι οὕτω λέγουσι καὶ περὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ὡς κατὰ σημεῖον ἁπτομένου τοῦ ἐπιπέδου. Πρωταγόρας οὖν τοῖς αἰσθητοῖς προσχρώμενος ᾤετο τοὺς γεωμέτρας ἐλέγχειν ὡς ψευδομένους, δεικνὺς ὅτι οὐδὲν τούτων τοιοῦτόν ἐστιν ὁποῖον ἐκεῖνοι λέγουσιν, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ὥσπερ οὖν οὐδὲ ἄλλῳ τινὶ τεχνίτῃ. ἀλλ’ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανόν, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ, αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας, τοιαῦται ὁποίας ὁ ἀστρολόγος λαμβάνει· γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος καὶ τὴν ἕλικα καὶ τὸν κύκλον, ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται γίγνεσθαι· οὐδὲν δέ ἐστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους. ἔτι οἱ μὲν λαμβάνουσι τὰ ἄστρα σημεῖά τινα καὶ σημείων ἐπέχειν λόγον ἐν τῷ οὐρανῷ, τὸ δὲ σημεῖόν ἐστιν οὗ μέρος οὐδέν, οὐδὲν δὲ τῶν ἄστρων τοιοῦτον. εἰ δὲ μηδεμία τέχνη περὶ τὰ αἰσθητά, οὐκ ἂν εἴη ταῖς τέχναις πρὸς τὰς μαθηματικὰς ἐπιστήμας ἡ διαφορὰ τῷ ταύτας μὲν εἶναι περὶ αἰσθητὰς τὰς δὲ μαθηματικὰς περί τινας νοητὰς οὐσίας· ὑπὲρ γὰρ τοῦ ταῦτα δεῖξαι παρέθετο
然而事实上,没有任何技术或学科与这些事物一同毁灭,正如测地术也不一同毁灭一样;因此显而易见,它们既非关涉这些事物,也非关于这些事物——这些事物是可感觉且可灭亡的,而是关于普遍者,而普遍者是永恒的。因为一切学科和技术都是围绕着并非可感觉的普遍者构成的;因为某人将学科和技术应用于可感觉事物,并不就意味着它们当即就是关于这些事物的;相反,它们在关于普遍者和此类事物的同时,探讨可感觉事物,不是就其作为可感觉事物以及作为这一个体而言,而是就其作为此类事物且分有共同者而言。因此,如果连测地术都不是关于可感觉量度的,那么几何学就不会因自身是关于理智对象的而有别于测地术;因为测地术也是关于此类对象的。依同样的道理,医学也不是关于可感觉健康的;因为若真如此,它就会在其所关涉的对象毁灭时一同毁灭。接着他表明,天文学也不是在谈论可感觉事物,例如这一天体和这些星辰;因为这些事物是不灭的,人们不能再凭借它们毁灭却不同时取消那门被称为关于它们的学科(即天文学)来证明它并非关于相同的事物,而是以别的方式并通过别的事情来指明这些事物的本质。因为不可能获取天文学家在论证中所设定的那种可感觉线;因为没有任何可感觉事物是如此直的(不过他说的是“几何学家”而不是“天文学家”),而是正如几何学家所说的那类线,天文学家将此类线用于天文论证。同样,没有任何可感觉的弯曲或圆形事物具有几何学家所定义的那种性状;因为可感觉的圆并非在一点上触及可感觉的直尺和平面的,但数学家和天文学家都说圆和球在一点上触及平面。因此普罗泰戈拉利用可感觉事物,以为自己通过表明这些事物没有一个具有他们所说的那种性状,从而驳倒了几何学家并证明其说谎,他自己却也不明白几何学家的论述并不关于这些事物,正如对任何其他技术工匠而言也是如此。不仅如此,它们在天上的运动,以及天体自身的运动,无论是沿圆周进行的还是沿螺旋线进行的,也都不是天文学家所设定的那种性状;因为天文学家将螺旋线和圆都设定为线,即无宽度的长度,并假定运动发生在这些线上;但在可感觉事物中没有任何无宽度的长度。此外,他们把星辰设定为某种点,并在天上充当点的角色,但点是没有部分的东西,而星辰中没有任何一个是这样的。如果没有任何技术是关于可感觉事物的,那么诸技术与数学诸学科的区别就不会在于前者是关于可感觉〔实体〕而数学诸学科是关于某些理智实体的;因为正是为了表明这些,他才引述了[这些例子]。
- 3.31οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν
句式 οὐ ... εἰ ... ἤδη 是惯用表达,意为“并不因为某人……它们就当即是……”。主句 εἰσίν 的主语在语法上承接条件从句中的“学科与技术”(阴性复数)。
- 3.31καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταὐτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται
τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ... 是带冠词不定式的与格短语,表示手段或论据。由于天体是不灭的(ἄφθαρτα),此前基于事物毁灭的论证方式无法再适用(μηκέτι ... δείκνυσί τις),因而通过 ἀλλά 转折,表明天文学不以可感觉对象为目的这一结论须以其他方式(ἄλλως καὶ δι’ ἄλλων)予以论证。
- 3.31ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν
插入句。注疏者在此指出亚里士多德在原著(997b35-998a1)中的用词特点,即在论述天文学的语境中使用了“几何学家”(τὸν γεωμέτρην)一词。
