- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:19.21-20.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》983a24,阐明科学认知依赖于对第一原因的认识,并论证审视第一原因的智慧乃是其他诸门学问的根基。
" Ἐπεὶ δὲ φανερὸν ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων δεῖ λαβεῖν ἐπιστήμην· τότε γὰρ εἰδέναι φαμὲν ἕκαστον, ὅταν τὴν πρώτην αἰτίαν οἰώμεθα γνωρίζειν." Τῶν μὲν ἐξ ἀρχῆς αἰτίων εἶπεν ἀντὶ τοῦ τῶν πρώτων. ὅτι δὲ ἡ γνῶσις ἡ κατ’ ἐπιστήμην ἐν τοῖς ἔχουσιν ἀρχὰς καὶ αἴτια ἐκ τῆς τῶν ἀρχῶν καὶ αἰτίων τῶν πρώτων γνώσεως ἤρτηται, καὶ ἀρχόμενος τῆς Φυσικῆς ἀκροάσεως εἶπεν· ἀλλὰ καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξεν αὐτό, καὶ νῦν ὁμοίως λέγει. ὁ γὰρ μὴ ἀπὸ τῶν πρώτων αἰτίων εἰδώς τινα, ἀλλ’ ἀπὸ τῶν προσεχῶν τισιν ὧν εἰσιν ἄλλαι αἰτίαι πρῶται,1 οὐκ ἂν τὰ αἴτια αὐτὰ τὰ προσεχῆ τῷ προκειμένῳ εἰδείη, εἴγε τότε ἔστιν εἰδέναι τι ἔχον ἀρχὰς καὶ αἰτίας, ὅταν τις τὰς ἀρχὰς αὐτοῦ εἰδῇ· ᾧ δὲ ἡ γνῶσις τὴν ἀρχὴν2 ἀπὸ μὴ γιγνωσκομένων πρόεισιν, οὐκ ἂν οὗτος εἰδέναι ταῦτα κυρίως λέγοιτο. εἰκότως οὖν τῆς τῶν πρώτων αἰτίων γνώσεως ἠρτῆσθαι φησι τὸ εἰδέναι, συνιστὰς διὰ τούτου καὶ ταῖς ἄλλαις ἐπιστήμαις τὸ εἶναι ἐπιστήμαις παρὰ τῆς σοφίας τῆς τῶν πρώτων αἰτίων θεωρητικῆς παραγίνεσθαι.3
“既然显而易见,必须获得关于原初原因的学问;因为唯有当我们认为自己认识了第一原因时,我们才说是认识了每一事物。” 他用“原初原因的”来代替“第一[原因]的”。在具有原理和原因的事物中,合乎科学的认识依赖于对第一原理与原因的认识,这一点他在《自然学》的开端也讲过;不仅如此,他在《后分析篇》中也证明了这一点,而现在也是同样说的。因为,凡不是从第一原因、而是从属于某些尚有其他第一原因之物的邻近原因去认知某些事物的人,他甚至不会认识当前所考虑主题的邻近原因本身,如果确实唯有当一个人认识了具有原理和原因之物的原理时,才能说是认识了该事物;而一个人的认识若从根本上是由未被认识之事出发前进的,这样的人绝不能被严格地称为认识了这些事物。因此,他合乎情理地说,认知依赖于对第一原因的认识,并通过这一说法确立了:其他学问之所以能够作为学问存在,也同样来自于审视第一原因的智慧。
- 1.14ἀπὸ τῶν προσεχῶν τισιν ὧν εἰσιν ἄλλαι αἰτίαι πρῶται
τισιν 作为与格名词性成分,受 προσεχῶν 支配(作“邻近于某些事物”解),关系代词 ὧν 则以 τισιν 为先行词(即“对于这些事物存在着另一些第一原因”)。
- 1.14τὴν ἀρχὴν
作为副词性宾格使用,意为“从根本上”“起初”。与接下来的否定分词 μὴ γιγνωσκομένων 结合,强调认知过程从源头上就无法成立。
- 1.14συνιστὰς διὰ τούτου καὶ ταῖς ἄλλαις ἐπιστήμαις τὸ εἶναι ἐπιστήμαις παρὰ τῆς σοφίας τῆς τῶν πρώτων αἰτίων θεωρητικῆς παραγίνεσθαι
由分词 συνιστάς 支配的“宾格加不定式”结构:不定式 παραγίνεσθαι 的主语是带有冠词的短语 τὸ εἶναι ἐπιστήμαις(“它们作为学问而存在”),与格 ταῖς ἄλλαις ἐπιστήμαις 则充当关涉或利益与格。
