- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:1.3-2.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》开篇命题(980a21)进行注解,从灵魂的完满与善的视角论证了人为何在天性上追求认知,以对感觉(尤其是视觉)的喜爱作为证据,并阐明了认知及智慧相较于行动的优越性。
" Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει." Ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστὶ τῆς ψυχῆς, καθόλου μὲν τῆς ἁπλῶς γιγνωσκούσης, μᾶλλον δὲ τῆς λογικῆς, καὶ ταύτης ἔτι μᾶλλον ἧς θεωρία τὸ τέλος,1 πᾶσα δὲ τελειότης ἑκάστου τὸ ἑκάστου ἀγαθόν ἐστιν, ἐν δὲ τῷ ἀγαθῷ ἕκαστον ἔχει τὸ εἶναί τε καὶ σῴζεσθαι, διὰ τοῦτο καθόλου ἐπήγαγεν ὅτι πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, τουτέστιν αὐτοφυῶς ἐρῶσι τῆς γνώσεως ὡς ταύτης τελειότητος οὔσης αὐτῶν. σημεῖον δὲ τούτου παρέθετο ἐναργέστατον τὴν πρὸς τὰς αἰσθήσεις φιλίαν· χαίρομεν γὰρ ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν τὴν τῶν αἰσθητῶν πραγμάτων λαμβάνομεν γνῶσιν. ἀλλὰ καὶ χωρὶς τούτου αὐτὰς δι’ ἑαυτὰς ἀγαπῶμεν τὰς αἰσθήσεις, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὁρατικὴν αἴσθησιν· καὶ γὰρ χωρὶς τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων. αὕτη οὖν ἡ ὁρατικὴ μάλιστα τῶν ἄλλων αἰσθήσεων ποιεῖ ἡμᾶς γνωρίζειν οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ τὰ θεῖα καὶ οὐράνια σώματα. καὶ γάρ, ὥς φησι Πλάτων, διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος· ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεωροῦντες τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δημιουργήσαντος. ἀλλὰ καὶ οὐδὲ δι’ ἄλλης αἰσθήσεως οὕτω συμπάσχομεν τοῖς πράγμασιν ὥσπερ διὰ ταύτης· διὸ καί φησιν ὅτι πολλὰς δηλοῖ διαφορὰς αὕτη τῶν αἰσθητῶν. πολλαὶ γὰρ αἱ τῶν χρωμάτων διαφοραὶ μεταξὺ τῶν ἄκρων λευκοῦ καὶ μέλανος τυγχάνουσιν, οἷον φαιόν, ξανθόν, πυρρόν, ἐρυθρόν, ὠχρόν· μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ ἢ ξηροῦ καὶ ὑγροῦ οὐδέν ἐστι πλῆθος τοιούτων διαφορῶν. ἐκ τούτου δείκνυται ὅτι τιμιωτέρα ἐστὶ γνῶσις πράξεως. ἔτι δὲ ἐναργὲς οὐ μόνον ἐκ τοῦ πᾶσαν μὲν πρᾶξιν ἐπ’ ἄλλο τι τέλος τὴν ἀναφορὰν ἔχειν·2 καὶ γὰρ αὐταὶ αἱ κατὰ τὰς ἀρετὰς πράξεις αἱ μάλιστα δοκοῦσαι δι’ ἑαυτὰς εἶναι αἱρεταὶ τῶν πράξεων ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσαι φαίνονται· ἐν οἷς γὰρ τῶν ζῴων οὐκ ἔστι πάθη, ὥσπερ ἐν τοῖς θεοῖς, οὐδὲ τῶν κατὰ τὰς ἀρετὰς πράξεων οὗτοι δέονται· διὰ τὰ πάθη οὖν καὶ διὰ τὴν ἐπὶ ταῦτα ἀναφορὰν καὶ τὴν τούτων παιδαγωγίαν τε καὶ καταστολὴν αἱρεταὶ ἡμῖν αὗταί εἰσιν, ἐπεί ἐσμεν ἐμπαθεῖς φύσει. πᾶσα δὲ θεωρία καὶ ἐπιστήμη οὐκ ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσα φαίνεται· ἡ γοῦν γνῶσις τῶν φύσει συνεστώτων, ὥσπερ οὖν καὶ ἄλλαι πλείους, δι’ αὑτήν ἐστιν αἱρετή. ἀλλ’ οὐ μόνον, ὡς ἔφην, ἐκ τούτου δεικνύοιτο ἂν τοῦτο ἀλλὰ κἀκεῖθεν. καὶ γὰρ δύο τινῶν καταγινομένων περὶ ταὐτό, τοῦ μὲν εἰδότος αὐτὸ μόνον, τοῦ δὲ ποιοῦντός τε καὶ πράττοντος, ὁ μόνον εἰδὼς ὅπως δεῖ πράσσειν τοῦ πράσσοντος αὐτὸ καὶ ποιοῦντος τιμιώτερος. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιώτερον (τιμιώτεροι γὰρ ἀρχιτέκτονες τῶν τεχνιτῶν, οἱ εἰδότες τῶν πρασσόντων τε καὶ ποιούντων), καὶ τὸ εἰδέναι ἄρα τοῦ πράσσειν ἁπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως πλέον φέρεται, δῆλον ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρχῶν γνῶσις παρέχεται μάλιστα, ἣ καὶ σοφία καλεῖται· τιμιωτάτη ἄρα αὕτη.
“求知是所有人的本性。” 既然认知是灵魂的完满——普遍而言是单纯认知的灵魂的完满,但更严格地说是理性灵魂的完满,而在理性灵魂中,尤以把观相作为目的的灵魂为甚——而且每一事物的每一完满就是该事物的善,而在善之中每一事物拥有其存在与持存,因此他普遍地引出:求知是所有人的本性,也就是说,他们自然而然地热爱认知,因其是他们的完满。为此他提出了最显明的证据,即对感觉的喜爱;因为我们喜爱感觉,乃是由于通过它们我们获得了对可感事物的认知。但即使撇开这一点,我们也为了感觉自身而珍视感觉本身,尤其是视觉胜过其他感觉;因为即便脱离了行事与实践活动,我们也宁可选择看,可以说是胜过所有其他一切。因此,在其他感觉中尤以这种视觉最能使我们不仅认识彼此,而且认识神圣的天体。正如柏拉图所说,正是通过这种感觉,我们获得了哲学这一门类;因为通过注视天空并观赏其秩序与不可言说的美,我们达到了对造物主的观念。而且通过任何其他感觉,我们都不像通过这种感觉那样与事物同情相应;因此他也说,这种感觉显明了可感事物的许多差异。因为在白与黑这两个极端之间存在着许多颜色的差异,例如灰色、黄色、茶褐色、红色、淡黄色;但在热与冷,或干与湿之间,却没有如此众多的差异。 由此表明,认知比行动更为尊贵。此外,这不仅显明于:每种行动都关联于某一其他的目的——因为即便是依于德性的行动本身,即在行动中最被认为因其自身而值得选择的那些,看来也关联于某种其他的目的;因为在没有激情的动物中,正如在诸神中,他们甚至不需要依于德性的行动;因此,正是由于激情,由于对这些激情的关联,以及对它们的训导与节制,这些行动对我们而言才是值得选择的,因为我们生来就容易受激情影响;然而所有的观相和科学知识看来并不关联于某种其他的目的;无论如何,对由自然所构成的诸事物的认知,正如许多其他认知一样,是因其自身而值得选择的——然而,正如我所说,这一点不仅可以由此表明,也可以由下述情况表明。因为当两人从事于同一件事时,一人仅仅知道它,另一人制作并行事,那么仅仅知道应当如何行事的人,比实际行事和制作的人更为尊贵。如果单纯而言认知比行动更为尊贵(因为建筑主匠比手工艺人更为尊贵,知者比行事与制作者更为尊贵),那么知单纯而言也比行更为优越且尊贵。如果甚至在实践事务本身之中,认知也胜过行动,那么显然,最彻底的知是最尊贵的;这正是对本原的认知最能提供的,这种认知也被称为智慧;因此,智慧是最尊贵的。
- 1.1καὶ ταύτης ἔτι μᾶλλον ἧς θεωρία τὸ τέλος
关系代词 ἧς 的先行词是其紧前面的指示代名词 ταύτης(指代 τῆς λογικῆς ψυχῆς,即理性灵魂)。它作为限制性从句,表示“以观相为目的的理性灵魂”,从而确立了灵魂认识能力等级阶梯(单纯认知的灵魂 → 理性灵魂 → 观相的理性灵魂)的最高层级。
- 1.1ἔτι δὲ ἐναργὲς οὐ μόνον ἐκ τοῦ πᾶσαν μὲν πρᾶξιν ἐπ’ ἄλλο τι τέλος τὴν ἀναφορὰν ἔχειν
句首省略了系动词 ἐστί,基本句构为“此外……也是显明的”。冠词加不定式短语 ἐκ τοῦ ... 引出论据“一切行动皆关联于另一目的”,并在后文与 ἀλλὰ κἀκεῖθεν(“而且也可以由下述情况”)相呼应,构成了从多方面论证认知优越于行动的复合结构。
