- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:198.31-199.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德批判了数学对象处于可感觉事物与形式之间的中间者学说,指出若将测地术与几何学的区别类比至医学等学科,将得出中间的健康与动物等荒谬结论,并论证测地术本身也并不以可毁灭的可感觉事物为对象。
" Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας." Ὃ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας περὶ τὰ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς δὲ παρὰ τὴν γεωδαισίαν φασὶ τὴν γεωμετρίαν εἶναι, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρους κεῖσθαι συγχεῖσθαι ὑπὸ τῆς ἀναβάσεως τοῦ Νείλου,1 τὴν γεωμετρίαν δὲ μὴ περὶ τὰ αἰσθητά, εἶναι δὲ ἄλλην τὴν περὶ τὰς τούτων ἰδέας· ὡς γοῦν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτω χρὴ καὶ ἐπὶ ἰατρικῆς τὴν μέν τινα εἶναι ἰατρικὴν περὶ τὴν τῶν αἰσθητῶν ζῴων ὑγίειαν καταγινομένην, ἀνάλογον οὖσαν τῇ γεωδαισίᾳ, ἄλλην δὲ παρ’ αὐτὴν τὴν νοητὴν τὴν μεταξὺ οὖσαν τῆς περὶ τὴν αὐτοϋγίειαν πραγματευομένης καὶ τῆς περὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, ἀνάλογον οὖσαν τῇ γεωμετρίᾳ. εἰ δὲ τοῦτο, ἔσται τις ὑγίεια παρὰ τὴν αὐτοϋγίειαν καὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, νοητὴ καὶ νοητοῖς ζῴοις. ὡς γὰρ ὄντος αὐτοτριγώνου καὶ αὐτογραμμῆς, ὄντων δὲ καὶ αἰσθητῶν, περὶ ἃ ἡ γεωδαισία, ἔστι τινὰ καὶ μεταξὺ τούτων, περὶ ἃ ἡ γεωμετρία, οὕτως καὶ οὔσης τῆς αὐτοϋγιείας, οὔσης δὲ καὶ τῆς ἐν τοῖς αἰσθητοῖς, περὶ ἣν ἡ ἰατρική, ἔσται τις καὶ μεταξὺ αὐτῶν ὑγίειά τε καὶ ἰατρική· ὁ γὰρ αὐτὸς λόγος. εἰ δὲ ὑγίειά τις ἔσται μεταξὺ καὶ ἰατρική, ἔσται καὶ ὑγιεινά τινα ἄλλα, δι’ ὧν τὴν ὑγίειαν ἐκεῖνος ὁ ἰατρικὸς περιποιεῖ, καὶ δηλονότι ζῷά τινα, ἐν οἷς ἐκείνη ἡ ὑγίεια. ὃ οὐκέτι τοῖς τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως ἀπὸ τῶν αἰσθητῶν νοοῦσι καὶ μὴ διδοῦσιν αὐτοῖς ἰδίαν ὑπόστασιν ἕπεται, τὸ καὶ ὑγίειάν τινα ἐξ ἀφαιρέσεως ἀνάλογον τοῖς μαθηματικοῖς νοεῖσθαι·2 οὐ γὰρ ἔστιν ἐπινοίᾳ χωρίσαι οὐσίαν ἀπὸ τοῦ φυσικοῦ σώματος. ὡς δὲ ἐπὶ ἰατρικῆς, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ῥηθήσεται· διὰ τί γὰρ ἐπὶ μὲν γεωμετρίας ἔσται τοῦτο, οὐκέτι δὲ καὶ ἐφ’ ἡστινοσοῦν ἐπιστήμης; δεῖ γὰρ αἰτίαν τινὰ τοῦ οὕτως ἔχειν λέγεσθαι. ἀπορήσας δὲ τοῦτο ἑξῆς φησι μηδὲ τοῦτο ὑγιῶς ὑπ’ αὐτῶν λέγεσθαι, τὸ εἶναι τὴν μὲν γεωδαισίαν περὶ τὰ αἰσθητά, τὴν δὲ γεωμετρίαν περὶ ἄλλα τινά· οὐδὲ γὰρ ἡ γεωδαισία περὶ αἰσθητά ἐστιν. οὗ πίστιν φέρει τὸ εἰ ἦν περὶ τὰ αἰσθητά, συμφθείρεσθαι ἂν αὐτὴν φθειρομένων.3 ἀνάγκη γὰρ ἀναιρουμένου τοῦ περὶ ὅ ἐστί τι, ἀναιρεῖσθαι καὶ τὸ περὶ ἐκεῖνο ὄν· εἰ γὰρ περὶ τόδε τί ἐστι, φθαρέντος τούτου ἀνάγκη καὶ τὸ περὶ αὐτὸ ὂν ἐφθάρθαι, εἴ γε καὶ αὐτῷ τὸ εἶναι ἐν τῷ περὶ τοῦτο εἶναι.
“人们还可能会疑难,关于何种存在者应当探求这些学科。” 他所疑难的是这样一回事。既然他们曾说数学诸学科是关于可感觉事物与诸理念之间的中间者的,他就探究,数学学科所关于的这些中间者,是在哪些可感觉事物之外并存的。正如他们声称几何学是在测地术之外存在的,它与测地术别无其他差异,仅在于测地术是关于可感觉事物及其度量的,因此前确立的界标被尼罗河的泛滥所混淆,出于对国土划分的需要而在埃及被发现,而几何学并非关于可感觉事物,且存在另一种关于这些事物的理念的学科——无论如何,正如在测地术与几何学的情形中那样,在医学的情形中也必定同样如此:一种医学致力于可感觉动物的健康,与测地术相类似;而在它之外还有另一种理智的医学,处于探讨健康自身的那种学科与探讨可感觉事物中健康的那种学科之间,与几何学相类似。如果这样,那么在健康自身与可感觉事物中的健康之外,还将存在某种健康,它是理智的,并且是属于理智动物的。因为正如在存在三角形自身和线自身、又存在测地术所关于的可感觉事物时,也存在它们之间的某些几何学所关于的中间者一样,同样,既然存在健康自身,又存在医学所关于的可感觉事物中的健康,那么在它们之间也将存在某种中间的健康与医学;因为论据是同一的。如果将存在某种中间的健康与医学,那么也将存在该医者借以带来健康的某些其他有益健康之物,并且显然也存在其中具有那种健康的某些动物。这一结果——即某种健康也像数学对象那样通过抽离而被构想——不再伴随那些主张数学对象是通过从可感觉事物中抽离而被构想、且不赋予它们独特自存的人;因为在思想中把实体从自然物体中分离出来是不可能的。并且正如在医学的情形中那样,关于其他技术也将同样被论及;因为凭什么在几何学的情形中这能成立,而在任何其他学科的情形中就不再成立呢?因为必须说明如此成立的某种原因。在提出了这一疑难之后,他接下来声称,由他们所说的这一点也并不妥当,即测地术是关于可感觉事物的,而几何学是关于某些其他事物的;因为甚至连测地术也不是关于可感觉事物的。他为此带来的证明是:如果它是关于可感觉事物的,它就会在这些事物毁灭时与之同遭毁灭。因为必然的是,当某物所关涉的对象被取消时,关于该对象之物也被取消;因为如果它是关于某个特定之物的,当此物毁灭之后,关于它之物也必然已经毁灭,只要它的存在恰恰在于关于此物。
- 3.31τῷ τοὺς φθάσαντας ὅρους κεῖσθαι συγχεῖσθαι ὑπὸ τῆς ἀναβάσεως τοῦ Νείλου
表达原因的与格冠词不定式结构 τῷ ... συγχεῖσθαι(“由于……被混淆”)。不定式 συγχεῖσθαι 的逻辑主语是宾格短语 τοὺς φθάσαντας ὅρους κεῖσθαι(“先前已被设立的界标”),其中 φθάσαντας 修饰 ὅρους 并配合 κεῖσθαι 表示动作在先。
- 3.31ὃ οὐκέτι τοῖς τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως ἀπὸ τῶν αἰσθητῶν νοοῦσι καὶ μὴ διδοῦσιν αὐτοῖς ἰδίαν ὑπόστασιν ἕπεται, τὸ καὶ ὑγίειάν τινα ἐξ ἀφαιρέσεως ἀνάλογον τοῖς μαθηματικοῖς νοεῖσθαι
句首的中性关系代词 ὃ 先行指引了后文作同位语的冠词不定式从句 τὸ καὶ ὑγίειάν τινα ... νοεῖσθαι(“即某种健康也被通过抽离而构想这一结果”),充当主句谓语动词 ἕπεται 的主语。与格成分 τοῖς ... νοοῦσι καὶ μὴ διδοῦσιν 则是 ἕπεται(伴随、归属于)所要求的支配格。
- 3.31οὗ πίστιν φέρει τὸ εἰ ἦν περὶ τὰ αἰσθητά, συμφθείρεσθαι ἂν αὐτὴν φθειρομένων
οὗ 为指代前述否定命题(即测地术并非关于可感觉事物)的属格关系代词。动词短语 πίστιν φέρει(带来证明)的主语是冠词不定式从句 τὸ ... συμφθείρεσθαι ἄν,其中不定式与 ἄν 连用,将反事实条件句(εἰ ἦν)之后件名词化。φθειρομένων 是省略了逻辑主语(可感觉事物)的独立属格结构。
