← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§197.29-198.30

设定数学中间者所带来的难点与荒谬

亚历山大阐明了亚里士多德对数学中间者设定的反驳,说明天文学、光学与和声学若具有中间对象,将荒谬地导致存在不动的运动天体、非感觉的视听对象,以及相应的中间感觉与动物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30

" Ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ μεταξὺ τίθεται, πολλὰς ἀπορίας ἕξει." Ἀπορήσας πρὸς τὰς ἰδέας μετελήλυθεν ἐπὶ τὰ μεταξὺ λεγόμενα εἶναι αὐτῶν τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν, ταῦτα δέ ἐστι τὰ μαθηματικά, ἃ οὐσίας ἔλεγον καὶ αὐτὰς καθ’ αὑτὰς ὑφεστώσας, καί φησι πολλὰς ἀπορίας ἕπεσθαι τῇ δόξῃ ταύτῃ. διὰ δὲ τούτων δείκνυσιν ὅτι ἡ τῶν οὐσιῶν τῶν παρὰ τὰς αἰσθητὰς φύσις δύσληπτος. τίθησι δὲ καὶ τὰς ἀπορίας. ὡς γὰρ ἐπὶ γραμμῆς ἔχει (ἔστι γάρ τις γραμμὴ κατ’ αὐτοὺς παρά τε τὴν αἰσθητὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία πραγματεύεται), οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ ἕξουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν ἔστιν ἐν ταῖς μαθηματικαῖς καὶ ἡ ἀστρολογία, οὖσα περὶ τοῦ οὐρανοῦ καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν, περὶ ὧν ὁ μαθηματικὸς ἢ ἀστρολόγος λέγει. πῶς δὲ οἷόν τε εἶναι ἥλιον τινα μαθηματικὸν μὴ κινούμενον, ἢ κόσμον ἢ ἄλλο τι τῶν ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινήσεως· οἱ δὲ λέγουσι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. πολὺ δ’ ἔτι ἀλογώτερον τοῦ λέγειν κόσμον καὶ ἥλιον ἀκίνητα τὸ λέγειν εἶναι μὲν αὐτὰ κινούμενα, οὐκ αἰσθητὰ δὲ ἀλλὰ μαθηματικά· ἀδύνατον γὰρ κινεῖσθαι τὸ μὴ ὂν ἔνυλον καὶ τῇ αὑτοῦ φύσει αἰσθητόν. ἕποιτο δ’ ἂν τοῦτο τὸ ἄτοπον καὶ τοῖς λέγουσιν ἰδέαν τινὰ εἶναι οὐρανοῦ αὐτοούρανον καὶ ἡλίου αὐτοήλιον· πῶς γὰρ οἷόν τε ἐπινοῆσαί τι τούτων ἀκίνητον; ὁ αὐτὸς δὲ λόγος ὁ ἐπὶ τῆς ἀστρολογίας οὗτος καὶ ἐπὶ τῆς ὀπτικῆς,1 περὶ ὧν πραγματεύεται αὕτη, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ἡ τὰς χορδὰς ἁρμοζομένη (αὕτη γὰρ δοκεῖ αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι), ἀλλ’ ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας, μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν· πῶς δὲ οἷόν τε ὁρατά τινα εἶναι μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική; τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν2 καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν. τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, δι’ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν·3 οὐ γὰρ δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι.

“此外,若有人在形式与可感觉事物之外设定中间者,他将面临诸多疑难。” 在对理念提出疑难之后,他进而探讨那些被说成处于诸理念自身与可感觉事物之间的中间者——而这些就是数学对象,他们曾声称这些也是自身存立的实体——并且他说许多疑难伴随这一学说而来。通过这些,他表明除可感觉实体之外的实体的本性是难以把握的。并且他也提出了这些疑难。因为正如在关于线的情形中那样(因为依他们之见,在可感觉的[线]和理念之外,存在某种几何学所探讨的数学的线),在其他事物、即数学学科的情形中也是如此;因为所有的数学家都将拥有某些他们所考察的中间本性。因此,既然在数学诸学科中也存在天文学,它是关于天、太阳、月亮及其他天体的,那么在可感觉事物(天、太阳、月亮及其他天体)与理念之间,也将存在数学家或天文学家所谈及的这些事物中的每一者。但是,存在某种不运动的数学的太阳、宇宙或天体中的其他任何事物,又怎么可能呢?因为这些事物的实体和本性伴随着如此这般的运动,而他们却说数学对象是不动的。并且,比说宇宙和太阳是不动的还要更为荒谬得多的,是说它们虽然处于运动中,却不是可感觉的,而是数学对象;因为非质料性的、非因自身本性而可感觉的事物,是不可能运动的。这一荒谬结论也会伴随那些声称存在天的某种理念即“天自身”、以及太阳的理念即“太阳自身”的人;因为将这些事物中的任何一者构想为不动的,又怎么可能呢?天文学上的这同一论据,也适用于光学(关于它所探究的对象)以及数学的和声学;而这种和声学并不是校准琴弦的和声学(因为在他们看来这是关于可感觉事物的),而是证明每一种协和音处于何种数之比例之中的和声学;因为这才是数学的和声学,它显然将是关于数学对象的。因为所有这些学科作为数学学科,都将具有某些作为底层的数学实体,处于可感觉事物与诸理念之间;但是,存在某些不是可感觉的可见之物(光学关于这些事物),或不是可感觉的可听之物(和声学关于这些事物),又怎么可能呢?因为光学的本质就是论述可见之物,和声学的本质就是论述可听之物。因为随之而来的必然是,还要主张存在某种中间的感觉,即在这些[常规感觉]之外的某种感觉,借由它们才能感知那些中间事物。如果存在感觉,显然也就存在拥有那些感觉的动物,它们处于动物自身(即诸理念)与可毁灭动物之间;因为感觉没有动物是绝不可能存在的。

语法注3 条
  1. 3.30ὁ αὐτὸς δὲ λόγος ὁ ἐπὶ τῆς ἀστρολογίας οὗτος καὶ ἐπὶ τῆς ὀπτικῆς

    该句省略了系动词 ἐστί。主语为 ὁ αὐτὸς λόγος,指示代词 οὗτος 复指并强调了介词短语 ὁ ἐπὶ τῆς ἀστρολογίας(“天文学上的这同一论据”),进而通过连词 καί 将适用范围拓展至 ἐπὶ τῆς ὀπτικῆς 与 περὶ τῆς ἁρμονικῆς。

  2. 3.30τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν

    亚里士多德式的本质表达法(定冠词不定式 τὸ ... εἶναι 搭配与格,等同于 τὸ τί ἦν εἶναι)。τὸ ὀπτικῇ εἶναι 表示“光学的本质”(作为光学的存在),其表语为定冠词不定式短语 τὸ περὶ ὁρατῶν λέγειν(“论述可见之物”);后文的 τὸ ἁρμονικῇ [εἶναι] τὸ περὶ ἀκουστῶν 为结构完全平行的省略形式。

  3. 3.30μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν

    在 αὐτῶν τῶν ζῴων 中,代词 αὐτός 表示柏拉图式的理念(“动物自身”)。随后的 τουτέστι τῶν ἰδεῶν(“即诸理念”)是注释者的同位语解说,介词 μεταξύ 同时管辖 αὐτῶν τε τῶν ζῴων 与 τῶν φθαρτῶν(可毁灭的个别动物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:197.29-198.30