- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:196.13-197.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》卷三中开始反驳除可感觉实体之外存在理念的学说,亚历山大对此进行注疏,指出柏拉图派仅通过附加“自身”将其变为永恒,实质上只是设定了永恒的可感觉事物这一荒谬之处。
" Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις." Ἐλθὼν ἐπὶ τὸ ἀπορεῖν πότερον αἱ αἰσθηταὶ μόναι εἰσὶν οὐσίαι ἢ καὶ ἄλλαι παρὰ ταύτας, καὶ εἰ πλείω γένη τῶν παρὰ τὰς αἰσθητὰς οὐσίας, ὡς ἐδόκει τοῖς παλαιοῖς τοῖς περὶ Πλάτωνα τιθεμένοις καὶ τὰς ἰδέας καὶ τὰς μαθηματικάς, περὶ τούτων ζητεῖ εἰ εἶναι δύνανται τοιαῦται οὐσίαι τινές. μέλλων δὲ πρὸς αὐτὰς λέγειν, πρῶτον ὑπομιμνῄσκει ἡμᾶς ὁποίας τινὰς ἔλεγον αὐτὰς εἶναι, ἀναπέμπων εἰς τὰ εἰρημένα ἐν τῷ πρώτῳ. ὅθεν καὶ δῆλον ἐκ πλειόνων ἤδη ὅτι κἀκεῖνο Ἀριστοτέλους τέ ἐστι καὶ ἐκ ταύτης τῆς πραγματείας. καὶ γὰρ ἐν τῷ ἤθει ὁμοίως ἐκεῖ τε περὶ αὐτῶν εἴρηκε καὶ ἐνταῦθα ἐμνημόνευσεν· ὡς γὰρ περὶ οἰκείας τῆς δόξης τῆς περὶ ἰδεῶν οὔσης τοὺς λόγους ἐν ἀμφοτέροις πεποίηται.1 τὸ δὲ ὡς μὲν οὖν ἴσον ἐστὶ τῷ πῶς μὲν οὖν. εἴρηκε δὲ ἐν τῷ πρώτῳ ὅτι οὐσίας ὁριστικὰς αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι τὰς ἰδέας, κεχωρισμένας τῶν αἰσθητῶν, πρὸς παραδείγματα δὲ τὰς αἰσθητὰς τὸ εἶναι ἔχειν, καὶ ὑπῆγον αὐτὰς αἰτίῳ τῷ κατ’ εἶδος καὶ τὸ τί ἦν εἶναι.
“因此,关于我们如何主张形式既是原因又是自身存在的实体,已在最初的论述中说明。” 在进入探讨是唯有可感觉的实体存在还是除这些之外亦有其他实体,以及除可感觉实体之外的实体是否有若干个属(如柏拉图一派既设定理念又设定数学对象的古人所认为的那样)这一疑难之后,他关于这些问题探究此类实体是否可能存在。在打算反驳它们之际,他首先提醒我们,他们曾主张这些实体是何种性质的事物,指引读者回顾在第一卷中所说的话。由此以及从更多的地方已经清楚地表明,那一卷也是亚里士多德所作,且属于本论著。因为在语气上,他在那里论及它们与在这里提及它们是同样的方式;因为在两处,他展开论述时都仿佛关于理念的见解是他自己的一样。而“因此……如何”等同于“因此……怎样”。他在第一卷中说过,他们曾主张理念是自身存在的界定性实体,与可感觉事物相分离,而可感觉事物是相对于范型而具有存在,并且他们将理念归入形式和本质这层原因之下。
"Πολλὰς δ’ ἐχόντων δυσκολίας οὐδενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ." Τίνες μὲν αἱ πολλαὶ δυσκολίαι, εἴρηκεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς αἰσθητάς τε καὶ ἐν τῷ κόσμῳ (οὐρανὸν γὰρ τὸν κόσμον λέγει) ὡς καὶ ἐν τόπῳ οὔσας καὶ φύσει συνεστώσας· ταῦτα γὰρ λέγοιτ’ ἂν κυρίως ἐν οὐρανῷ. φησὶ δὲ πολλῶν ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι (καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἀπορεῖ, πότερον ἡ οὐσία ἢ οὔ, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα ἐν τῷ πρώτῳ προσηπόρησε τῇ δόξῃ), οὐδενὸς ἧττον ἄτοπον εἶναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ καὶ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσεις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀϊδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὃ ὅτι ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ ὑπ’ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτοϋγίειαν, ἄλλο δὲ οὐδὲν λέγουσι περὶ αὐτῶν. εἰ δέ ἐστι κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, μόνῳ τῷ αὐτό διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι ταὐτά (τοὺς γοῦν ὁρισμοὺς ἐκείνων λέγοντες εἶναι ἐφαρμόζειν φασὶν αὐτοὺς καὶ τούτοις), διοίσουσι δὲ μόνῳ τῷ ἀίδιοι εἶναι· τούτου γὰρ μηνυτικὸν εἶναι δοκεῖ τὸ προσκείμενον, ὅπερ ἐστὶ τὸ αὐτό· ὥστε ἔσται κἀκεῖνα αἰσθητά. ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες ἀνθρώπους ἀϊδίους αὐτοὺς ἐποίουν, διὰ τοῦ θεοῦ ὀνόματος τὸ ἀΐδιον αὐτῶν κατηγοροῦντες, οὕτω καὶ οἱ τὰ αὐτὰ τοῖς αἰσθητοῖς τὰ εἴδη ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ αὐτό προσθήκῃ αἰσθητὰ ἐποίουν ἀΐδια τὰς ἰδέας· ἀδύνατον γὰρ ἄνθρωπόν τι ὂν ἢ ἵππον, καὶ τὸν τούτων λόγον ἀναδεξάμενον, μὴ αἰσθητὸν καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνον εἶναι τὰς αἰσθητὰς οὐσίας. ὃ δὲ ἐν τῷ Α τῷ μείζονι λέγων πρὸς τὰς ἰδέας πρῶτον ἔθηκε, τὸ ὅτι βουλόμενοι ἐπιστήμην τινὰ τῶν ὄντων λαβεῖν ἦλθον ἐπὶ τὸ τὰς αἰτίας αὐτῶν ζητεῖν, ἰσαρίθμους δὲ ποιήσαντες ταῖς προυπαρχούσαις οὐσίαις ἡγοῦντο τὴν ἐπιστήμην αὐτῶν οὕτως ἕξειν, καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται2 διὰ τοῦ οὐδὲν γὰρ ἄλλο ἢ ἴσας καὶ τὰς αὐτὰς ταῖς ζητουμέναις οὐσίαις οὐσίας ἀϊδίους ἔλαβον οἱ τὰς ἰδέας θέμενοι, εἴ γε μόνῃ τῇ τοῦ αὐτὸ προσθήκῃ διαφέρει τῶν αἰσθητῶν, ὃ τοῦ ἀϊδίου ἂν εἴη δηλωτικόν.
“尽管它们包含诸多困难,但声称在天上的事物之外还存在某些本性,丝毫不比任何事物更不荒谬。” 诸多困难具体是哪些,他已在第一卷中说明。他说“在天上的事物之外”,是为了代替“在可感觉事物及宇宙中的事物之外”(因为他把宇宙称为“天”),作为处于处所中且依自然而成立者;因为唯有这些事物严格说来才被称为在天上。他说,尽管伴随关于理念的学说而来的荒谬之处甚多(因为他怀疑它们的实在到底是什么,是实体还是不是,分有的方式又是什么,以及他在第一卷中对该学说所追加探究的一切疑难),但他现在作为归结于他们之理而提出的这一点,也丝毫不比任何事物更不荒谬。因为他们一方面说在可感觉事物之外存在某些本性,且这些本性是依自然而成立的,并确实称它们为理念,另一方面却把这些本性设定为与可感觉事物及在天上的事物相同,仅在永恒这一点上区别于可感觉事物。这一点乃是该学说的必然结论,他从他们自己所说的话中确证了这一点:因为他们说存在“人自身”、“马自身”和“健康自身”,关于它们却再无其他说法。但如果那些也是人和马,仅在“自身”这一点上区别于可感觉事物,那么它们在其余方面将与可感觉事物相同(至少他们称定义属于那些〔理念〕,并说这些定义也适用于这些〔可感觉事物〕),且仅在永恒这一点上有所不同;因为所附加的词,即“自身”,似乎正是指示这一点的;从而那些也将是可感觉的。因为正如那些谈及诸神并将其塑造成人形的人把他们当成了永恒的人,借由“神”之名称对他们述谓永恒性,同样,那些把形式造得与可感觉事物相同、仅以加上“自身”而占优的人,也把理念当成了永恒的可感觉事物;因为任何事物只要是人或马并接受了它们的定义,就不可能不是可感觉且具有感觉能力的。如果是这样,那么仅仅存在可感觉实体的主张就不会由于设定理念而被驳倒。而他在大阿尔法卷中反驳理念时首先提出的论点——即他们由于希望获得对存在者的某种知识而进而寻求它们的原因,并由于造出与预先存在的实体数目相等的实体而认为以此方式将拥有对它们的知识——他现在解释了这究竟是如何说的,因为设定理念的人所设定的,无非是与所寻求的实体相等且相同的永恒实体,如果说它们仅仅凭借加上“自身”(这将指示永恒性)而区别于可感觉事物的话。
- 3.28ὡς γὰρ περὶ οἰκείας τῆς δόξης τῆς περὶ ἰδεῶν οὔσης τοὺς λόγους ἐν ἀμφοτέροις πεποίηται
助词 ὡς 置于介词短语 περὶ... τῆς δόξης 及其表语性分词(οἰκείας... οὔσης)之前,作状语修饰主句谓语动词短语 τοὺς λόγους... πεποίηται(“展开论述”),表示说话者(亚里士多德)所采取的态度(“仿佛关于理念的见解是他自己的一样”)。这一结构解释了亚里士多德在此处使用第一人称复数(λέγομεν)的缘由。
- 3.29ὃ δὲ ἐν τῷ Α τῷ μείζονι λέγων πρὸς τὰς ἰδέας πρῶτον ἔθηκε... καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται
句首关系代词 ὃ(本身作从句动词 ἔθηκε 的宾语)引导的关系从句整体作主句谓语动词 ἐξηγήσατο 的直接宾语,其具体内容由同位语 τὸ ὅτι 从句(βουλόμενοι... ἕξειν)详细展开,构成长距离的倒置隔置构拟(hyperbaton)。抽去中间的插入说明后,主干结构为:ὃ... πρῶτον ἔθηκε, καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται(“他起初提出的论点……他现在解释了这究竟是如何说的”)。
