← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§192.26-194.7

实体的本性与论证科学的单一性及多重性

亚历山大解释了亚里士多德关于探讨实体偶性的论证科学之数量取决于实体是单一本性还是多重本性的论证,并探讨了哲学内部自然学与神学(形而上学)的划分,以及定义科学与论证科学之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.26#2

εἴτ’ οὖν μία ἐστὶν ἡ περὶ τὸ ὑποκείμενον γένος καὶ τὴν οὐσίαν πραγματευομένη τῷ ἓν αὐτὸ εἶναι καὶ μίαν τινὰ φύσιν, μιᾶς ἔσται καὶ τὸ πάντα τούτῳ1 τὰ καθ’ αὐτὰ συμβεβηκότα ἀποδεικνύναι· εἴτε πλειόνων καὶ ἄλλης ἡ περὶ τὸ λαμβανόμενον γένος καὶ τὴν οὐσίαν πραγματεύεσθαι2 τῷ μὴ εἶναί τινα μίαν φύσιν αὐτοῦ (οὐ γὰρ εἴ τινα ὑφ’ ἓν τὸ ἀνωτέρω γένος ἐστίν, ἤδη περὶ τούτων μιᾶς τὸ θεωρεῖν ἐπιστήμης, ἀλλὰ δεῖ ὁμοειδὲς εἶναι καὶ μιᾶς φύσεως τὸ ἑκάστῃ ἐπιστήμῃ ὑποκείμενον, περὶ ὃ πραγματεύεται), πλειόνων δὴ καὶ τῶν αὐτῶν ἔσται τὸ καὶ τὰ ὑπάρχοντα αὐτῷ ἀποδεικνύναι· ὅσαι γὰρ περὶ τὸ ὑποκείμενον, τοσαῦται καὶ περὶ τὰ καθ’ αὑτὰ τούτῳ ὑπάρχοντα καὶ συμβεβηκότα. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία ἴσον ἂν σημαίνοι τῷ τῶν αὐτῶν ἔσται, ὧν ἥ τε περὶ τοῦ ὑποκειμένου γένους θεωρία καὶ ἡ περὶ τὰ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα ἀποδείκνυται, καὶ ἡ τῶν καθ’ αὑτὰ συμβεβηκότων καὶ ἀποδεικνυμένων ὑπάρχειν αὐτῷ γνῶσις. εἴτε οὖν πλείους ἐκεῖναι ὡς κεχωρίσθαι ἀπ’ ἀλλήλων, πλείους καὶ αἱ ταῦτα ἀποδεικνῦσαι, εἴτε ἐκεῖναι μία ἐκ πλειόνων ἐπιστημῶν ὡς μερῶν οὖσα, οὕτως ἕξει καὶ ἡ τὰ καθ’ αὐτὰ ὑπάρχοντα δεικνῦσα τούτῳ τῷ γένει· μία μὲν γὰρ ἔσται, ἐκ πλειόνων μέντοι ἐπιστημῶν ὡς μερῶν ἠθροισμένη. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ δοκεῖ ἡ περὶ τὴν οὐσίαν πραγματεία ἅπασα φιλοσοφία εἶναι, οὐ μὴν πᾶσα πάσης τῆς οὐσίας ἐστίν, ἀλλὰ κατὰ μὲν ἄλλο μέρος αὐτῆς τῆς αἰσθητῆς τε καὶ φυσικῆς, κατ’ ἄλλο δὲ τῆς νοητῆς. ὡς δὲ ἐπ’ ἄτοπόν τι ἐπαγαγὼν τὸ μίαν ἔσεσθαι τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῆς οὐσίας ἀποδεικτικήν, ἐπαύσατο μηδὲν ἐπενεγκών· ἄλογον γὰρ δόξει τὴν αὐτὴν ἐπιστήμην εἶναι θεωρητικὴν περί τε τῶν τῇ αἰσθητῇ οὐσίᾳ συμβεβηκότων καὶ περὶ τῶν τῇ νοητῇ. πῶς δὲ οὖν οὐχ ἓν γένος ἡ οὐσία, ἐπιζητήσαι ἄν τις, εἰ περὶ ἓν γένος οὐ τὸ κοινόν, ὡς εἶπε, νῦν λέγει, ἀλλὰ καὶ περὶ ἓν εἶδος καὶ μίαν τινὰ ὁμοειδῆ φύσιν. οὕτω γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος, οὐχ ὅτι μία περὶ πάντα τὰ ἐκ τοῦ αὐτοῦ τοῦ ἀνωτάτου καὶ κοινοτάτου γένους, ἀλλ’ ὅτι περὶ τὰ τοῦ αὐτοῦ εἴδους καὶ λόγου κεκοινωνηκότα. δύναται καὶ οὕτως τις ἀκοῦσαι τοῦ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς· οὗ γένους μία ἡ τὸ τί ἐστιν ἕκαστον τῶν ὑπ’ αὐτὸ καὶ τὸν ὁρισμὸν ζητοῦσα, τούτῳ μία καὶ ἡ τῶν ὑπαρχόντων αὐτῷ καὶ ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι γνωστική τε καὶ δεικτική· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ καὶ τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτὸ αἱ ἀποδείξεις. μιᾶς δὲ ἐπιστήμης τὸ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἑνί τινι γένει εἰδέναι· οὗ γὰρ ἡ ὁριστικὴ μία, καὶ ἡ ἀποδεικτική. τὸ μὲν γὰρ ὅ τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι σημαίνει, τὸ δὲ εἴτε τῆς αὐτῆς * * τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ αὐτῷ τούτῳ, τουτέστιν εἴτε ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική τε καὶ ἀποδεικτική, εἴτε ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια, ἀκολουθήσει οὖν τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι· λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι.3 ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι, εἴτε ἑκατέρα τούτων ἑτέρα οὖσα τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, ἡ μὲν λαμβάνουσα ὁριστική, ἡ δὲ ἀποδεικνύουσα ἀποδεικτική, εἴτε καὶ μία τίς ἐστιν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη· ὡς γὰρ μία ἡ ὁριστική τε καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτω μία καὶ ἡ ἀποδεικτική. γράφεται ἔν τισιν ἀντὶ τοῦ εἴθ’ αὗται “εἴθ’ αἱ αὐταί”· καὶ εἴη ἂν διὰ τούτου τὸ λεγόμενον, εἴτε αἱ αὐταὶ ἀλλήλαις εἰσὶν ἥ τε ὁριστικὴ περὶ τοῦ αὐτοῦ γένους καὶ ἡ ἀποδεικτική, εἴτε οὐκ εἰσὶ μὲν αἱ αὐταί, μόρια δέ ἐστι μιᾶς, ὥστε ἐξ ἀμφοτέρων συγκεῖσθαι τὴν τοῦ ὑποκειμένου γένους ἐπιστήμην.

因此,如果探究作为基底的类属与实体的科学,因其本身是一且具有某种单一本性而是一门,那么论证自身属于该对象的一切偶性也将属于一门科学;如果探究所取的类属与实体的科学,因其并不具有某种单一本性而属于多门、即属于不同的科学(因为并非某些事物从属于一个更高阶的类属,考察它们就立刻属于一门科学,而是作为每门科学之基底、即它所探究的对象,必须是同种的且具有单一的本性),那么论证属于它的属性也确实将属于多门、且属于完全相同的那些科学;因为围绕基底对象有多少门科学,围绕自身属于该对象且作为偶性的属性也就有多少门科学。而“从而偶性也是如此[属于一门科学],无论它们自身考察偶性,还是它们之中的一门科学考察偶性”这句话,其含义等同于:基底类属的考察,以及对借以论证属于该对象的属性的那些事物的考察所属于的那些科学,自身偶性及被论证属于该对象的属性之认识也必将属于相同的科学。因此,无论那些科学是彼此分离的多门科学,论证这些属性的科学也同样是多门科学;还是那些科学是由多门科学作为部分构成的一门科学,证明自身属于该类属的属性的科学也将具有同样的状况;因为它虽是一门科学,却是从多门科学作为部分汇集而成的。他之所以补充这一点,是因为围绕实体的全部探讨虽然被认为是哲学,但并不是哲学的全部都涉及所有的实体,而是根据其一部分涉及可感觉的且自然的实体,根据另一部分涉及可理知的实体。而他在得出了荒谬的结论——即关于实体的自身属性的论证科学将会是一门——之后,便停了下来,没有再补充任何内容;因为同一门科学既考察属于可感觉实体的偶性,又考察属于可理知实体的偶性,这将被视为不合情理的。  然而,有人可能会进一步追问,如果像他所说的那样,他现在所说的“围绕一个类属”指的不是共通的类属,而是指围绕一个种和某种单一的同种本性,那么实体怎么会不是一个类属呢?因为科学围绕一个类属是这种意义上的:并不是说它是围绕出于同一最高且最普遍的类属的一切事物的单一科学,而是说它是围绕分有同一物种和定义的那些事物。人们也可以这样来理解“因为论证所围绕的对象属于一门科学,论证所由出发的原理也属于一门科学”:凡是探求从属于其下的每个事物究竟是什么以及探求其定义属于一门科学的那个类属,认识并论证属于它自身以及它的存在所由以构成的那些原理,对于该类属而言也属于一门科学;因为论证是通过自身属于每个事物的那些属性以及自身属于它的偶性而做出的。而认知自身属于某一个类属的那些属性属于一门科学;因为凡是定义科学是一门的地方,论证科学也是一门。因为“关于何者(ὅ)”指代的是实体和“本是其所是(本质)”,而“无论是同一门[……]”则意味着既定义同一事物,又论证自身属于这同一个事物的属性——也就是说,无论是同一门科学兼具定义与论证功能,还是它们是不同的科学且并非同一门科学的部分——,于是,论证自身属于同一类属的偶性属于一门科学这一结论便顺理成章;因为在“从而偶性也是如此”这个词句中缺少了这一点;也就是说,其中欠缺了“考察与证明将属于一门科学”。因为凡是知晓原理属于哪门科学,证明属于基底对象的偶性也就属于这门科学,无论这两门科学各自不同地考察属于基底对象的自身属性(前者作为定义科学负责接受前提,后者作为论证科学负责进行论证),还是存在某种由定义与论证两方面共同构成的单一科学;因为正如定义并揭示一之本质的科学是一门,论证科学同样也是一门。在某些抄本中,“无论是这些(εἴθ’ αὗται)”被写作“无论是完全相同的(εἴθ’ αἱ αὐταί)”;根据这一异文,所说的话意思便是:围绕同一类属的定义科学与论证科学彼此究竟是相同的,还是它们并非相同、却是一门科学的部分,以至于基底类属的科学是由两者共同构成的。

语法注3 条
  1. 3.26τὸ μὲν γὰρ ὅ τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι σημαίνει, τὸ δὲ εἴτε τῆς αὐτῆς * * τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ αὐτῷ τούτῳ

    此处理解为文本存在脱文(lacuna)。亚历山大在此拆解分析亚里士多德的原文 περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης(997a20–22):关系代词 ὅ 指代实体或本质,而 εἴτε τῆς αὐτῆς 以下则指“同一门科学是否兼行定义与论证”。脱落部分很可能是动词 σημαίνει,或者是针对 ἐξ ὧν 的解释说明。

  2. 3.26εἴτε πλειόνων καὶ ἄλλης ἡ περὶ τὸ λαμβανόμενον γένος καὶ τὴν οὐσίαν πραγματεύεσθαι

    此条件分句与前文的 εἴτ’ οὖν μία ἐστὶν ἡ... πραγματευομένη 相对照。不定式 πραγματεύεσθαι 充当主语,省略了系动词 ἐστίν,并支配表示所属的属格 πλειόνων καὶ ἄλλης(“属于多门科学,即属于不同的科学”)。

  3. 3.26λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι

    注释者指出亚里士多德原文 ὥστε καὶ τὰ συμβεβηκότα(997a22)中的句法省略。带有 λείπει 与 ἐνδεῖ 的分句指明了为使句意完整而在语法上必须补充的内容(即“考察与证明将属于一门科学”),与格 τῇ λέξει 和 αὐτῷ 表示“在这一语句中/对其而言”缺失了相应成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:192.26-194.7