← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§194.8-195.9

关于研究实体与其偶性的科学是否同一的疑难

亚历山大注解了亚里士多德在《形而上学》卷B中关于研究实体及其自身偶性的科学是否为同一门科学(即智慧)的疑难(997a25),指出即使定义实体与证明偶性同属一门科学,也不意味着实体自身会被证明,从而理清了亚里士多德论证的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27#1

" Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ τὰ συμβεβηκότα ταύταις." Καὶ αὕτη ἡ ἀπορία προείρηται ὑπ’ αὐτοῦ ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει. ὃ δὲ ἀπορεῖ διὰ τούτων δόξει τῷ προειρημένῳ ἀκόλουθον εἶναι τῷ περὶ τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. εἰπὼν γὰρ δι’ ἐκείνων τὸ μιᾶς εἶναι ὥσπερ τὸ ὁρίσασθαι τὸ ὑποκείμενον γένος, οὕτω καὶ τὸ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ, εἶτα ἀπορήσας τὸ εἴτε τῆς αὐτῆς ἄμφω ἐστίν, εἴτε ἄλλης μὲν τὸ ὁρίσασθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νῦν περὶ τούτου καθ’ αὑτὸ ἀπορεῖ καὶ ζητεῖ πότερον ἡ ἐπιστήμη ἡ προκειμένη ἡμῖν (αὕτη δέ ἐστιν ἡ σοφία) τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητική, τί ἐστι τὸ εἶναι τῇ οὐσίᾳ ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ τῇ οὐσίᾳ ἡ αὐτὴ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ τῆς αὐτῆς τὴν οὐσίαν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, αὕτη ἂν εἴη ἀποδεικτική· ἀποδεικτικῆς γὰρ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ. ᾧ ἐπήνεγκεν ὡς ἄτοπον τὸ ἀποδεικτικὴ ἂν εἴη καὶ ἡ τῆς οὐσίας,1 ὡς ἑπόμενον τῇ ἀποδεικτικῇ λαμβάνων τὸ περὶ ὧν τὸν λόγον καὶ τὴν θεωρίαν ποιεῖται ταῦτα ἀποδεικνύναι. οὐ δοκεῖ δὲ [τοῦτο], φησί, τοῦ τί ἐστιν ἀπόδειξις εἶναι, τὸ μὲν τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἐστι μὴ εἶναι ἀπόδειξιν ὑγιῶς λαμβάνων (ἔδειξε γὰρ τοῦτο ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς)· οὐ μὴν πάντως ἕπεται, εἰ ἡ αὐτὴ εἴη τῆς τε οὐσίας καὶ τοῦ τί ἐστιν ἡ οὐσία θεωρητικὴ καὶ τῶν καθ’ αὑτὰ τῇ οὐσίᾳ ὑπαρχόντων, ἤδη τοῦ τί ἐστιν ἀποδεικτικὴν αὐτὴν εἶναι· οὐ γὰρ εἰ ἡ τῆς οὐσίας θεωρητικὴ καὶ ἀποδεικτική, ἤδη καὶ τῆς οὐσίας ἀποδεικτική· τὸ μὲν γὰρ τί ἐστιν ὁριστικῶς λήψεται, ἀποδείξει δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα· ταῦτα γάρ ἐστιν ἀποδεικτά. οὐ γὰρ εἰ ἡ αὐτὴ περὶ ἀμφοῖν, ἤδη καὶ ὁμοίως περὶ ἀμφοῖν· οὐ γὰρ γίνεται ταὐτὸν θάτερον θατέρῳ τὸ ὁρίσασθαι τῷ ἀποδεῖξαι, εἰ ἄμφω ἑνὸς εἴη. ὁ δὲ λαβὼν τὸ ἀποδεικτικὴν ἔσεσθαι τὴν τῆς οὐσίας ἐπιστήμην, μετήνεγκε τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι,2 ὡς τῆς ἀποδεικτικῆς τὸ δι’ ἀποδείξεως τὸ προκείμενον αὐτῇ θεωρεῖν οἰκεῖον. βουλόμενος δὲ ἡμῖν ἐνδείξασθαι πῶς εἶπε τὸ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ περὶ τὰ συμβεβηκότα ταύταις, παρέθετο τὰ τῇ γεωμετρίᾳ ὑποκείμενα στερεά, ἐπίπεδα καὶ γραμμάς, εἴ γε ταῦτα οὐσίας λέγει, ἐπεὶ τούτοις ἔστι τινὰ καθ’ ἑαυτὰ ὑπάρχοντα, περὶ ὧν ἡ ἀπόδειξις τῷ γεωμέτρῃ, λέγει, εἰ τοῦ αὐτοῦ ἔσται τί ἕκαστον τούτων ἐστὶ θεωρεῖν, καὶ ὁρίζεσθαι τί στερεὸν ἢ ἐπίπεδον, τί γραμμὴ καὶ τίνα ἐστὶν ἑκάστῳ τούτων τὰ καθ’ αὑτὰ ὑπάρχοντα.

“此外,考察是仅关于实体,还是也关于实体的偶性。” 这个疑难也已经由他在阐明疑难时预先提出过了。而他通过这些话所探讨的疑难,似乎是此前所说内容的后续,即“关于一门[科学]所关于的以及一门[科学]所由出的,究竟是属于同一门还是另一门”。因为他在那些论述中说过,界定作为主体的属以及同样地证明属于它的自身偶性属于一门[科学],随后又提出疑难:两者是属于同一门[科学],还是界定属于一门而证明属于另一门;现在他针对这一点本身提出疑难,并探讨我们所面对的这门科学(即智慧)是仅仅考察实体,探究对实体而言“存在”是什么并界定其本性,还是同一门科学也考察实体自身的偶性,从而同时也是论证性的。因为如果考察实体和自身偶性属于同一门[科学],那么它将是论证性的;因为证明自身属于实体的属性乃是论证性科学的本分。对此,他作为荒谬的结论补充道:“实体的[科学]也将是论证性的”,他认为对于论证性科学而言,去证明自己对其进行说明和考察的对象是随之而来的。但是,他说,似乎并不存在对“是什么”的证明,他正确地认为不存在对定义和对“是什么”的证明(因为他在《后分析篇》中已经指出了这一点)。然而,这绝不必然遵循:如果同一门[科学]既考察实体以及实体的“是什么”,又考察自身属于实体的属性,它就已经成为了对“是什么”的论证性科学;因为一门科学考察实体并且是论证性的,并不等于它已经是关于实体的论证性科学;因为它将通过定义把握“是什么”,而证明自身属于它的属性;因为这些属性才是可论证的。即使同一门科学关涉两者,也并不意味着它以同样的方式关涉两者;因为如果两者属于一门[科学],界定与证明这两者之一并不就会等同于另一者。但他预设了实体的科学将是论证性的,进而推论出实体自身也将属于论证的范围,仿佛通过论证来考察呈现在它面前的主题乃是论证性科学所固有的。他为了向我们表明他何以说出“考察是仅关于实体,还是也关于属于实体的偶性”,便引证了作为几何学主体的立体、平面和线——如果他确实将这些称为实体的话;因为对于这些事物存在着某些自身属于它们的属性,关于这些属性的证明属于几何学家,他说,考察这些事物中的每一者“是什么”,即界定何为立体、平面、线,以及考察自身属于它们每一者的属性是什么,是否属于同一门[科学]。

语法注2 条
  1. 3.27ᾧ ἐπήνεγκεν ὡς ἄτοπον τὸ ἀποδεικτικὴ ἂν εἴη καὶ ἡ τῆς οὐσίας

    ᾧ 是关系代词的连接性与格,指代前文的前提(即证明自身偶性的科学是论证性的)。带冠词的分句 τὸ ἀποδεικτικὴ ἂν εἴη καὶ ἡ τῆς οὐσίας 作 ἐπήνεγκεν 的直接宾语,而 ὡς ἄτοπον 则作为谓词性短语(“作为荒谬的结论”)。

  2. 3.27μετήνεγκε τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι

    μεταφέρω 在此处并非表示隐喻,而是指逻辑上的转移或推论(“从前提推演/转进到……”)。带冠词的对格不定词结构 τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι 作 μετήνεγκε 的宾语,属格 τῆς ἀποδείξεως 表示范畴或归属(“属于论证/成为论证的对象”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:194.8-195.9