- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:191.13-192.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》997a15及随后的论述进行阐释,深入解析了如下逻辑推导:如果假设关于所有实体的科学只有一门,就会推导出关于作为实体偶性的一切存在者的论证科学也只有一门这一荒谬后果。
" Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἔστιν ἢ πλείους ἐπιστῆμαι." Ἐπεὶ τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταί τε καὶ ἀκίνητοι αἱ δὲ ἐν κινήσει τε καὶ αἰσθηταί, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεωρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων, καὶ εἰ μὴ μιᾶς, ποίας οὐσίας ἐπιστήμην ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν· ἔστι δὲ αὕτη ἡ σοφία. τὸ γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔλογον εἶναι, καὶ δι’ ὃ ἐπιφέρει· εἰ γὰρ μίαν, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαις καθ’ αὑτὰ συμβεβηκότων. πᾶσα γὰρ ἀποδεικτικὴ ἐπιστήμη τῶν τῷ γένει ἐκείνῳ, περὶ ὃ καταγίνεται, καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική· ὥστε εἰ καὶ περὶ τῆς οὐσίας μία τις ἐπιστήμη, ἓν ἄν τι γένος εἴη καὶ ἡ οὐσία (εἰ γὰρ ἑνὸς γένους μία ἐπιστήμη, καὶ οὗ ἐπιστήμη μία, ἓν γένος τοῦτο)· εἰ δὲ ἓν γένος καὶ ἡ οὐσία, ἑνὶ δὲ γένει τὰ καθ’ αὑτὰ συμβεβηκότα μιᾶς ἀποδεικνύναι, μία ἂν εἴη καὶ ἡ τὰ ταῖς οὐσίαις πάσαις καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνῦσα· ἀποδεικτικῆς γὰρ ἴδιον τὸ περί τι ὑποκείμενον θεωρεῖν τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τῶν ἀξιωμάτων τε καὶ κοινῶν δοξῶν. περὶ οὖν τὸ αὐτὸ γένος ἀντὶ τοῦ περὶ οὖν ἓν γένος, τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι.1 δοκεῖ δὲ ἀπὸ τοῦ συμβεβηκότος τὸ ἄτοπον ἐπάγειν· λαβὼν γὰρ ὅτι τῆς ἐπιστήμης τὸ τὰ συμβεβηκότα τῷ γένει τῷ ὑποκειμένῳ αὐτῇ ἀποδεικνύναι, ἐπεὶ τῇ οὐσίᾳ πάντα τὰ ἄλλα συμβέβηκε, κατὰ τοὺς λέγοντας μίαν εἶναι τὴν περὶ τὰς οὐσίας ἐπιστήμην, κατὰ τούτους γίγνεται μιᾶς περὶ πάντων τῶν ὄντων λέγειν· πάντα γὰρ τὰ παρὰ τὴν οὐσίαν ὄντα τῇ οὐσίᾳ συμβέβηκε. διὰ τοῦτο γὰρ καὶ οὕτως εἶπε, καὶ γὰρ ἂν ἀποδεικτικὴ μία περὶ πάντων εἴη τῶν συμβεβηκότων, οὐκέτι τὸ ἑξῆς προστιθεὶς αὐτῷ. περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. τοῦτό μοι δοκεῖ τοιοῦτον εἶναι. εἰπὼν ὅτι εἰ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, ἔσται μία καὶ ἡ ἁπάντων τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης· ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον. τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ ὑποκείμενον θεωρεῖν τί ποτε ἔστι, καὶ τὰ τούτῳ καθ’ αὑτὰ ὑπάρχοντα· ἐκ γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθ’ αὐτὰ τινι ὑπάρχοντα εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἱ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γιγνόμεναι· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον· ὥστε οὗ τὸ εἰδέναι2 τὴν ὑποκειμένην φύσιν, τούτου τὸ καὶ τὰ ταύτῃ ὑπάρχοντα εἰδέναι καθ’ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, δι’ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀποδείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ δι’ ἀποδείξεως ὑπάρχειν δεικνύμενα αὐτῷ. οὗ γὰρ τὸ εἰδέναι τό τε ὑποκείμενον γένος καὶ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα δείκνυται, τούτου καὶ τὸ ἀποδεικνύναι τὰ ὑπάρχοντα αὐτῷ· οὗ δὲ τὸ ἀποδεικνύναι τινά, τούτου καὶ τὸ εἰδέναι.
“并且总的来说,关于所有实体的科学是一门还是多门。” 既然实体一部分是可理知且不动的,另一部分是处于运动之中且可感觉的,他便探究,考察所有实体究竟是属于一门科学,还是属于多门且各不相同的科学;如果不是属于一门科学,那么当前摆在我们面前的这门科学——即智慧——应当被视为关于何种实体的科学。因为他说,假定有一门关于所有实体的科学是不合情理的,并且他接着阐明了原因:因为如果是一门,那么关于属于诸实体的所有自身偶性的论证科学也将会是一门。因为每一门论证科学,都是关于它所从事探讨的那一类属中自身存在的属性的论证科学;因此,如果关于实体也存在某门单一的科学,实体也将会是某一个类属(因为如果关于一个类属有一门科学,那么凡是一门科学所针对的对象,这也就是一个类属);但如果实体也是一个类属,并且针对一个类属来论证其自身偶性是属于一门科学的,那么论证属于一切实体的自身属性的科学也将是一门;因为论证科学的特有性质就是通过公理和共通观念,围绕某种基底对象来考察其自身偶性。因此,“围绕同一类属”是用来代替“围绕一个类属通过共通观念[考察]自身偶性”,也就是说考察是属于一门科学的。并且他似乎是从偶性中引出荒谬之处的;因为在假定了科学的职责是论证属于作为其基底的类属的偶性之后,由于其他一切事物对于实体而言都是偶性,按照那些主张关于诸实体的科学是一门的人的看法,在他们看来,谈论一切存在者便成了属于一门科学的事;因为除实体之外的一切存在者对于实体而言都是偶性。正是因为这个缘故,他也这样说道:“因为关于一切偶性的论证科学也将会是一门”,而不再向其添加接下来的内容。“因为论证所围绕的对象属于一门科学,论证所由出发的原理也属于一门科学,无论是属于同一门还是另一门科学。”在我看来,这是如下意思:在说了如果实体是一个作为基底的类属,那么关于属于实体的所有自身属性的论证科学也将是一门之后,他普遍地补充道:“因为论证所围绕的对象属于一门科学,论证所由出发的原理也属于一门科学,无论是属于同一门还是另一门科学”;从而偶性也是如此[属于一门科学],无论它们自身考察偶性,还是它们之中的一门科学考察偶性。而所说的话可能是如下意思:考察基底对象究竟是什么,与考察自身属于它的那些属性,属于同一门科学;因为对于该对象而言,存在正是出于这些属性并在这些属性之中的。但是,凡是认知自身属于某物的属性属于哪门科学,论证该事物的自身偶性也就属于这门科学。并且,他说“论证所由出发的原理也属于一门科学”也可以是代替了“关于那一基底对象的论证所由以做出的那些根据属于一门科学”;因为论证是通过自身存在的属性做出的,从事于该对象探讨的人必须知晓这些属性;所以,凡是知晓基底本性属于谁,知晓自身属于该本性的属性也就属于谁;因为对所探讨对象之实体的认识是通过这些属性获得的,关于属于它的那些属性的论证也是通过这些属性做出的。而认知这些属性属于哪门科学,证明自身属于该类属的偶性——也就是证明通过论证而显示属于它的那些偶性——也就属于这门科学。因为,知晓基底类属以及通过何者显示出属于它的属性属于谁,论证属于它的属性也就属于谁;而论证某些事物属于谁,认知它们也就属于谁。
- 3.26περὶ οὖν τὸ αὐτὸ γένος ἀντὶ τοῦ περὶ οὖν ἓν γένος, τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι
本句解释了亚里士多德原文(997a19)的引文及其释义。“περὶ οὖν τὸ αὐτὸ γένος”指亚里士多德的原话,注解者指出这是用来替代(“ἀντὶ τοῦ...”)包含“ἓν γένος”的表述。后半句“τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι”则将省略的含义明确补足为“[考察]是属于一门科学的”。
- 3.26οὗ γὰρ τὸ εἰδέναι τό τε ὑποκείμενον γένος καὶ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα δείκνυται, τούτου καὶ τὸ ἀποδεικνύναι τὰ ὑπάρχοντα αὐτῷ· οὗ δὲ τὸ ἀποδεικνύναι τινά, τούτου καὶ τὸ εἰδέναι.
“οὗ ... τούτου”并列相关结构解析。引理句首的“οὐ”系校勘本(Hayduck 192.24)属格关系代词“οὗ”的误排,与后半句“οὗ δὲ τὸ ἀποδεικνύναι..., τούτου καὶ τὸ εἰδέναι”相平行,表示“知晓基底类属及原理属于谁,论证其属性也就属于谁;而论证某些事物属于谁,认知它们也就属于谁”的相互蕴涵关系。
