← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§190.18-191.12

实体科学与公理科学何者在先的疑难

针对亚里士多德在实体的科学与公理的科学互不相同时关于二者何者优先的疑难(997a11),亚历山大指出了设定公理绝对在先且普遍之论证的谬误性,并进而疏解了将公理的探讨归于哲学家这一主张的理据(997a14)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24

" Ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων." Ἐπιχειρήσας πρὸς τὸ μὴ εἶναι τῆς αὐτῆς περί τε τῶν τῆς οὐσίας ἀρχῶν καὶ περὶ τῶν ἀποδεικτικῶν εἰπεῖν ἀλλ’ ἑτέρας, ἔξωθεν δὲ προσεπιχειρήσας ὅτι μηδὲ ἔστιν ἀποδεικτά, ἐφεξῆς ταύτῃ συνεχῆ ἀπορίαν ἀπορεῖ· ζητεῖ γάρ, ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτάτη καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. καὶ ὅτι δὴ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπιγείρει· [εἰ] ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου (τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα, κοινὰ πάντων καὶ καθόλου, ἐπεὶ πάντα τὰ δεικνύμενα διὰ τούτων δείκνυται) καὶ πάντων ἀρχαὶ ταῦτα· αἱ δὲ ἀρχαὶ πρῶται οὗ εἰσιν ἀρχαί, ὥστε καὶ ταύτῃ καθόλου. ἡ παραγωγὴ παρὰ τὸ ληφθῆναι ἁπλῶς πρῶτα εἶναι καὶ καθόλου τὰ ἀξιώματα·1 οὔτε γὰρ τὰ κοινά τινων ἤδη καὶ καθόλου ἐστὶν αὐτῶν, οὔτε τὰ καθόλου ἁπλῶς καὶ κυρίως πρῶτα· ὥστε οὐδ’ ἡ περὶ τὰ καθόλου ἁπλῶς πρώτη καὶ τιμιωτέρα. ἔτι δὲ οὐδὲ δείκνυνται αἱ ἀρχαὶ διὰ τῶν ἀξιωμάτων· οὐδὲ γὰρ ἀποδεικταί.

“然而,如果关于实体的科学与关于这些原理的科学互不相同。” 在论证了谈论实体的原理与谈论论证的原理不属于同一门科学而属于另一门科学之后,并从外部补充论证了公理根本不是可论证的之后,他接续此点提出了相连的疑难。因为他探究,它们之中哪一个是智慧,哪一个是最高主导且在先的:是关于实体的原理的科学,还是关于论证的原理的科学?并且,说关于公理的科学是这样一种科学是合情合理的,他通过如下方式引发了这一论点:[如果]关于第一之物的科学是第一的科学,而公理是第一的——他通过说它们是普遍的表明了这一点(因为普遍之物已被证明在自然上先于其下的事物,而公理正是如此,对一切事物都是共通且普遍的,因为所有被论证的事物都是通过它们来被论证的)——并且它们是一切事物的原理;而原理先于其作为原理所针对的事物,因而在这一意义上也是普遍的[那么关于公理的科学就是第一的科学]。这种谬误推导是由于设定了公理毫无保留地是第一的和普遍的。因为对某些事物共通的东西,并不因此就已经是对它们的普遍,普遍之物也并非毫无保留地、本真地是在先的;因此,关于普遍之物的科学也并非毫无保留地是第一的且更应受尊重的。此外,原理也不是通过公理来被论证的;因为它们甚至不是可论证的。

§3.25

"Εἴτε ἔστι μὴ τοῦ φιλοσόφου." Ὅπερ ἠπόρησε πρὸς τὸ τίνος εἶναι2 (ἢ γὰρ πασῶν τῶν χρωμένων αὐτοῖς ἢ οὐδεμιᾶς) νῦν δείκνυσιν ὅτι εὔλογον τὸν φιλόσοφον περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, δι’ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς πρῶτον δείκνυται, πραγματεύεσθαι, ὃ ἐνεδείξατο διὰ τοῦ δεῖξαι ὅτι ἄτοπον τὸ ἄλλον τινὰ λέγειν περὶ τἀληθοῦς καὶ ψευδοῦς πραγματεύεσθαι. τὸ δὲ περὶ αὐτῶν λέγοιτ’ ἂν περὶ τῶν προτάσεων, ἐν αἷς καὶ τὰ ἀξιώματα· τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψευδοῦς διαλαμβάνειν παρὰ τὸν φιλόσοφον; δείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ τοῦ φιλοσόφου γε. εἴη δ’ ἂν πως διὰ τούτων καὶ τὸ μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν τιθέμενον.3

“或者,如果这不属于哲学家。” 针对他此前关于公理归属于谁所提出的疑难(因为要么属于所有使用它们的科学,要么不属于其中任何一门科学),现在他表明,由哲学家来探讨公理是合情合理的;公理是论证的原理,一切所探究之物中的真理首先都是通过它们被证明的;这一点他是通过指出说另有其他人探讨真与假是荒谬的来表明的。而“关于它们”这句话可以说是关于前提而言的,公理也包含在前提之中;因为除了哲学家,探讨前提中的真与假还能属于谁呢?通过这些论述表明,即使探讨论证及其原理不属于第一哲学家,也至少属于哲学家。并且通过这些论述,把论证性探讨确立为哲学的一部分的主张在某种程度上也会得到支持。

语法注3 条
  1. 3.24ἡ παραγωγὴ παρὰ τὸ ληφθῆναι ἁπλῶς πρῶτα εἶναι καὶ καθόλου τὰ ἀξιώματα

    前置词 παρά 支配带冠词的不定式宾格(τὸ ληφθῆναι),表示原因(“由于……”)。在亚里士多德逻辑学语境中,παραγωγή 指“谬误推导、偏离正题”,句中省略了系动词 ἐστί。句子骨架为:“这种谬导归因于假定了……”。

  2. 3.25Ὅπερ ἠπόρησε πρὸς τὸ τίνος εἶναι

    中性关系代词 ὅπερ 为宾格,充当 ἠπόρησε 的内蕴直接宾语或状语性宾格(“针对他所提出的那个疑难”),在主题上引出主句(νῦν δείκνυσιν ὅτι...)。πρὸς τὸ τίνος εἶναι 是表示方面的前置词短语(“关于这属于谁”)。

  3. 3.25εἴη δ’ ἄν πως διὰ τούτων καὶ τὸ μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν τιθέμενον.

    主语是中性单数分词短语 τὸ ... τιθέμενον(“主张……的观点/命题”),它支配一个带不定式的宾格从句(μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν)。与潜能希求法(εἴη ἄν)结合,意为“通过这些论述,主张论证性研究是哲学的一部分的见解在某种程度上也可以得以确立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:190.18-191.12