← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§189.11-190.17

公理的论证预设与单一主体属的荒谬归结

亚历山大剖析了亚里士多德在《形而上学》996b35中关于“所有被论证事物都将属于同一个属”的推论,阐释了若预设公理具有论证性科学,将荒谬地导致所有不同科学具有同一个主体属并归于同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23#2

τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ οὕτως τε συμβήσεται,1 εἰ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ τῶν ἀξιωμάτων μιᾶς φύσεως εἶναι, διότι πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεως, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλήλοις ὄντα μιᾶς τινος φύσεώς ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, μιᾷ δὲ φύσει καθ’ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύσεως ὄντα ἀλλήλοις. ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. ἢ τὸ λεγόμενόν ἐστιν, εἰ ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει τι εἶναι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ περί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται ᾧ δείκνυται ὑπάρχοντα· πᾶσα γὰρ ἀπόδειξις γένει τινὶ καὶ φύσει ὑποκειμένῃ μιᾷ δείκνυσιν ὑπάρχοντα ἃ ἀποδείκνυσιν, ἃ εἶπεν αὐτὸς πάθη, διά τινων ἀξιωμάτων, δι’ ὧν αἱ ἀποδείξεις, † τουτέστιν ἀμέσους προτάσεις καὶ ἀναποδείκτους.2 εἰ γὰρ δεῖ μὲν δι’ ἀξιωμάτων δείκνυσθαι τὰ δεικνύμενα, δεικνύοιτο δὲ καὶ τὰ ἀξιώματα, ἐπ’ ἄπειρον ἂν προΐοι, οὕτω δὲ οὐδὲν ἀποδεικτὸν ἂν εἴη· οὐ γὰρ πάντα ἐστὶν ἀποδεικτά. ᾧ ἐνῆν καὶ αὐτὸν χρησάμενον ἀποδεῖξαι ὅτι μή ἐστιν ἀπόδειξις τῶν ἀξιωμάτων. ὅτι δὲ ταῦτα δεῖ τὰ εἰρημένα ὑπάρχειν ἐν πάσῃ ἀποδείξει, ἐδήλωσε καὶ διὰ τοῦ ἐπενεγκεῖν ἀνάγκη γὰρ ἔκ τινων εἶναι, δι’ ὧν δείκνυται, καὶ περί τι εἶναι, οὗ ἡ ἀπόδειξις, καὶ τινῶν τὴν ἀπόδειξιν, αὐτῶν τῶν ἀποδεικνυμένων. ἀλλὰ εἰ τοῖς ἀξιώμασιν ἕν τι γένος ὑπόκειται, πᾶσι τοῖς ἀποδεικνυμένοις καὶ πάσαις ταῖς ἐπιστήμαις ἓν καὶ ταὐτὸ γένος ὑποκείμενον ἔσται. ὁ γὰρ χρώμενός τινι πρὸς ἀπόδειξιν, ὃ γένει τινὶ καὶ φύσει μιᾷ καθ’ αὑτὸ ὑπάρχει, οὐ περὶ ἄλλο αὐτῷ χρῆται ἢ περὶ ἐκεῖνο ᾧ ὑπάρχει καθ’ αὑτό. οὐ γὰρ διὰ τοῦ τυχόντος τὸ τυχὸν δείκνυται. οὔτε γὰρ ὁ τοῖς ἐν γεωμετρίᾳ δεικνυμένοις χρώμενός τισι πρὸς ἄλλο τι αὐτοῖς χρῆται ἢ πρὸς τὰ γεωμετρικὰ ὑποκείμενα, ὅτι τούτοις ὑπάρχει καθ’ αὑτά· οὔτε ὁ ἐν τοῖς μουσικοῖς τινι πρὸς τι ἄλλο ἢ πρὸς τὰ τοῖς μουσικοῖς ὑποκείμενα. διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις· καὶ οἱ τοῖς ἀξιώμασι δὴ χρώμενοι πρὸς τὸ γένος ἂν ἐκεῖνο χρῷντο αὐτοῖς, ᾧ ὑπάρχει τὰ ἀξιώματα καθ’ αὑτά· ὑπάρχει δὲ ἑνί τινι, εἴ γε ἔστιν αὐτῶν ἐπιστήμη τις ἀποδεικτική. πᾶσαι δὲ αἱ ἐπιστῆμαι πρὸς τὰ ἀποδεικνύμενα ὑπ’ αὐτῶν χρῶνται τοῖς ἀξιώμασι· πάσαις ἄρα ἔσται τὸ αὐτὸ γένος ὑποκείμενον ταῖς ἐπιστήμαις τῷ πάσας αὐτοῖς χρῆσθαι,3 ταῦτα δὲ ἑνὶ γένει τινὶ ὑπάρχειν, καὶ μὴ οἷόν τε εἶναι πρὸς ἄλλο τι χρῆσθαι τοῖς τινὶ καθ’ αὑτὸ ὑπάρχουσιν ἀποδεικτικῶς ἢ πρὸς ἐκεῖνο μόνον, ᾧ καθ’ αὑτὸ ἐκεῖνα ὑπάρχει. εἰ δὲ πάσαις ταῖς ἐπιστήμαις τὸ αὐτὸ γένος ὑπόκειται, καὶ πᾶσαι διὰ τῶν αὐτῶν δεικνύουσι (διὰ γὰρ τῶν ἀξιωμάτων), πᾶσαι ἂν αἱ αὐταὶ εἶεν.

至于“以至于结果是所有被论证的事物都有某一个属”,这句话应当等同于:以这种方式也将得出结果——如果存在关于公理的论证,且公理作为某一个属和某一种本性作为主体存在,那么通过公理被论证的所有事物都属于同一种本性;因为所有的科学与论证都是通过公理来论证所提出的课题的,而公理属于同一种本性,且彼此属于同一种本性的事物是某种单一本性的论证工具(既然论证是从那些自身属于的属性出发的,而彼此属于同一种本性的事物必然自身属于同一种本性)。他说“一个属”是用以代替“一种本性”。或者,所说的意思是:如果存在某种关于公理的科学和论证,就必须有某个属作为它们的主体;因为每一门论证和每一门论证性科学都是关于某个确定的属的,且一切可论证之物都属于某个确定的属。因此,对于公理而言,如果它们是可论证的,且存在某种关于它们的论证性科学,那么也存在某个确定的属作为主体,公理被论证为属于该属;因为一切论证都是通过进行论证所凭借的某些公理——即直接且不可论证的前提——来论证其所论证的事物(他本人称之为受动)属于某一个作为主体的属和本性。因为如果被论证的事物必须通过公理来论证,而公理本身也被论证,那就会陷入无限倒退,从而没有任何东西是可论证的了;因为并非一切事物都是可论证的。运用这一点,他本人原本也是可以论证公理是不存在论证的。而上述这些要素必须存在于每一论证之中,他也通过追加下文表明了:“因为论证必然是从某些事物出发”(即凭之进行论证的事物),“且关于某个事物”(即论证所针对的事物),“且是对某些事物的论证”(即被论证的事物本身)。但是,如果公理的主体是某一个属,那么对于所有被论证的事物以及所有的科学而言,作为主体的就将是同一个属。因为凡为了论证而使用某物(该物自身属于某个属和一种本性)的人,除针对该物自身所属的对象之外,绝不会将它用于别的事物。因为任意的事物并不是通过任意的事物来论证的。因为无论是在几何学中使用某些被论证之事的人,除了针对几何学的主体之外,绝不会将其用于别的对象,因为这些属性自身属于这些主体;还是在音律学中使用某物的人,除了针对音律学的主体之外,也不会将其用于别的对象。因为对于自身所属属性的论证,是通过自身所属的属性来进行的;因此,使用公理的人们也必然会针对公理自身所属的那个属来使用公理;而如果确实存在关于公理的某种论证性科学,公理就属于某一个属。然而,所有的科学都为了各自所论证的事物而使用公理;因此,由于所有的科学都使用公理,而公理属于某一个属,且把自身属于某物的东西在论证上用于该物自身所属的对象之外是根本不可能的,所以对于所有的科学而言,作为主体的都将是同一个属。而如果所有的科学都以同一个属为主体,并且所有的科学都通过相同的前提来进行论证(因为是通过公理),那么所有的科学就将彼此同一了。

语法注3 条
  1. 3.23τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ οὕτως τε συμβήσεται

    中性单数定冠词 τό 将引句 ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων 实词化,作为潜势希求法 ἴσον ἂν εἴη 的主语。与格定冠词 τῷ 引导后文的 οὕτως τε συμβήσεται...,构成所比较与释义的内容。

  2. 3.23† τουτέστιν ἀμέσους προτάσεις καὶ ἀναποδείκτους

    本处在底本中带有校勘记号(†)。与前文的属格短语 διά τινων ἀξιωμάτων 相比,此处使用了宾格 ἀμέσους προτάσεις καὶ ἀναποδείκτους,导致格的不一致。在句意上它是对公理的同位阐释(“即直接且不可论证的前提”),句法上可能省略了表示“意指/言及”的分词。

  3. 3.23πάσαις ἄρα ἔσται τὸ αὐτὸ γένος ὑποκείμενον ταῖς ἐπιστήμαις τῷ πάσας αὐτοῖς χρῆσθαι

    冠词+不定词结构 τῷ πάσας αὐτοῖς χρῆσθαι 作为表示原因的与格动名词结构(“因所有的科学都使用它们”)。随后的两个不定词从句(ταῦτα δὲ... ὑπάρχειν 与 καὶ μὴ οἷόν τε εἶναι...)通过连词 δέ 和 καί 受同一个与格冠词 τῷ 管辖,并列列举出导致该推论的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:189.11-190.17