- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:17.16-19.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了第一哲学(智慧、神学)具有自足性并最类似神的活动,驳斥了诗人关于神之嫉妒的说法;他以对角线的不可通约性等为例说明了惊异从无知向科学认识的转变,并进而过渡到四因的划分。
οἱ μὲν γὰρ ἄνθρωποι ἐν πολλοῖς δοῦλοι διὰ τὰς χρείας εἰσὶ καὶ τούτων χάριν πολλὰ πράττειν ἀναγκάζονται· διὰ γὰρ τὸ εἶναι αὐτοὺς τοιούτους, καὶ ἡ ὑγεία ἀγαθὸν αὐτοῖς καὶ ἡ εὐπορία καὶ ἕκαστον τῶν τοιούτων ἀγαθῶν· διὸ καὶ ἀσχολοῦνται περὶ αὐτά. τὸ δὲ θεῖον πάσης χρείας ἐλεύθερον· ἀκολούθως λέγων τοῖς ἐν τοῖς Νικομαχείοις εἰρημένοις αὐτῷ, ἔνθα λέγει “οὐ γὰρ χρὴ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα καὶ θνητὰ θνητόν”· τοιαῦτα γὰρ καὶ ταῦτα. διό, φησίν, εἰ ἦν ἀληθῆ τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα περὶ τοῦ θείου, ὅτι φθονεῖ τοῖς ὑπερέχουσι (διὸ καὶ δυστυχεῖς πάντας εἶναι τοὺς περιττοὺς καὶ ὑπὲρ τοὺς ἄλλους), τούτοις ἂν μάλιστα ἐφθόνει· οὗτοι γὰρ ὡς ἀληθῶς πλέον τι ἔχουσιν ἢ κατὰ θνητὴν φύσιν. ἀλλ’ οὔτε τὸ θεῖον ἐνδέχεται φθονερὸν εἶναι (φθόνος γάρ, ὥς φησιν ὁ θεῖος Πλάτων, ἔξω θείου χοροῦ), ἀλλὰ ‘‘πολλὰ ψεύδονται ἀοιδοί’’, ἐν οἷς καὶ τοῦτο, οὔτε τινὰ τῆς τοιαύτης ἐπιστήμης ἡγητέον εἶναι τιμιωτέραν. ἡ γὰρ θειοτάτη κατὰ τοῦτο μάλιστα τιμιωτάτη· ἡ δὲ τοιαύτη θειοτάτη κατά τε τὸ μάλιστα ὁμοίαν τῇ τῶν θείων ἐνεργείᾳ εἶναι (ἐνεργεῖν μὲν γὰρ εὔλογον τὸ θεῖον, οὐκ ἄλλη δέ τις ἐνέργεια θεῶν ἀξία παρὰ τὴν τοιαύτην), ἀλλὰ καὶ διὰ τὸ τῶν θείων γνῶσιν εἶναι, εἴγε τῶν πρώτων αἰτίων γνῶσίς ἐστι καὶ τῶν ἀρχῶν, ὁ δὲ θεὸς ἀρχὴ πρώτη καὶ αἰτία τῶν ἄλλων. διὰ τούτων δὲ ἔδειξεν ὅτι καὶ εὐλόγως ἥδε ἡ πραγματεία θεολογικὴ καλεῖται. λέγει δὲ ὅτι ἀναγκαιότεραι μὲν αὐτῆς πᾶσαι αἱ ἄλλαι ἐπιστῆμαι (οὐδ’ ὅλως γὰρ αὕτη ἀναγκαία), ἀμείνων δὲ οὐδεμία· αὕτη γὰρ πασῶν ἀμείνων, εἴγε καὶ τιμιωτέρα. Ἑξῆς δὲ λέγει τὴν μέθοδον τῆς κτήσεως αὐτῆς· τὸ γὰρ τἀναντία θαυμάζειν ὧν τὴν ἀρχὴν θαυμάζοντες ἦλθον ἐπὶ τὴν γνῶσιν αὐτῶν.1 πρὸ μὲν γὰρ τοῦ εἰδέναι ἐθαύμαζον εἰ δύναται οὕτως ἔχειν, γνόντες δὲ θαυμάζουσιν εἰ δύναται μὴ ἔχειν οὕτως. θαύματα δὲ εἶπε τὰ ὑπὸ τῶν θαυματοποιῶν δεικνύμενα παίγνια, ἃ ἐξ αὑτῶν δοκεῖ καὶ αὐτομάτως κινεῖσθαι· ἡλίου δὲ τροπάς, καθ’ ἃς χειμὼν καὶ θέρος. θαυμαστὸν γὰρ εἶναι δοκεῖ πᾶσιν εἴ τι τῷ ἐλαχίστῳ μὴ μετρεῖται. λέγει δὲ ἐπὶ τῆς διαμέτρου· ὡς ὄντος δὲ καὶ ἐν γραμμαῖς ἐλαχίστου τινὸς ὥσπερ καὶ ἐν τοῖς ἀριθμοῖς, θαυμαστὸν φαίνεται τὸ μὴ ἐλαχίστῳ αὐτὰς μετρεῖσθαι πάσας καὶ εἶναι συμμέτρους ἀλλήλαις, ἐχούσας κοινόν τι μέτρον. τὸ δὲ οὐχ οὕτως ἔχει, διότι οἱ μὲν ἀριθμοὶ πάντες μονάδι μετροῦνται, οὐ πᾶσαι δὲ αἱ γραμμαὶ ἑνὶ μετροῦνταί τινι τῷ μὴ εἶναι ἐλαχίστην γραμμήν. διὰ τοῦτο γὰρ οὐδὲ σύμμετροί εἰσι πᾶσαι· σύμμετρα γὰρ μεγέθη ἐστὶ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. εἰς τοὐναντίον δὲ καὶ τὸ ἄμεινον ἀποτελευτῶσιν οἱ ἐκ τοῦ ἀγνοεῖν καὶ διὰ τοῦτο θαυμάζειν τὰ ἀληθῆ, ὡς οὐχ οἷά τε οὕτως ἔχειν, εἰς τὸ εἰδέναι μεθιστάμενοι· θαυμάζουσι γὰρ οἱ τὴν ἐπιστήμην λαμβάνοντες αὐτῶν εἰ ἐνδέχεται τι αὐτῶν ἄλλως ἔχειν. κατὰ τὴν παροιμίαν δὲ ἴσως λέγοι ἂν τὴν λέγουσαν “δευτέρων ἀμεινόνων”. Τίς μὲν οὖν ἡ φύσις τῆς ἐπιστήμης τῆς ζητουμένης εἴρηται, ὅτι θεωρητική, ἀλλ’ οὐ πρακτική, καὶ ὅτι τῶν πρώτων αἰτίων τε καὶ ἀρχῶν γνωστική, καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον, ὅτι ἐκ τοῦ θαυμάζειν δι’ ἄγνοιαν τἀληθῆ δεῖ μεταστῆναι εἰς τὸ θαυμάζειν δι’ ἐπιστήμην τὰ ἐναντία τῶν ἀληθῶν, εἰ ἐνδέχεται ἄλλως πως ἔχειν καὶ μὴ οὕτως ὡς ἐπίσταται. προκειμένου δὲ καὶ γεγονότος φανεροῦ τοῦ τῶν πρώτων εἶναι τὴν σοφίαν θεωρητικήν,2 εὐλόγως πρῶτον τὴν τῶν αἰτίων ποιεῖται διαίρεσιν, καθὰ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, εἰς τέσσαρα αἴτια διαιρῶν. καὶ τῶν μὲν ἄλλων σαφῶς ἐμνημόνευσε, περὶ δὲ τοῦ εἴδους τὰ εἰρημένα ἀσάφειάν τινα ἔχει.
因为人类由于需要而在许多方面处于奴隶状态,并为了这些需要而被迫做许多事情;因为由于他们是这样的人,健康对他们而言是善,财富也是,这类善的每一项皆是善;因此他们忙于这些事情。而神圣者则免于一切需要;他的说法与他在《尼科马可伦理学》中所说的完全一致,他在那里说:“因为绝不应当依从那些劝告者,既然是人就只想人的事,既然有死就只想有死的事”;因为眼前这些事也属此类。因此他说,如果诗人们关于神圣者所说的话是真的,即神嫉妒卓越者(因此凡是出类拔萃、超越他人者都是不幸的),那么神最应当嫉妒的正是这些人;因为这些人确实拥有了某种超越有死本性的东西。但是,神圣者既不可能是有嫉妒心的(因为正如神圣的柏拉图所说,“嫉妒立于神圣歌舞队之外”),毋宁说是“歌者多妄言”,此话亦在其中;也不应认为有任何学问比这样的学问更尊贵。因为最神圣的学问在这方面最是尊贵的;而这样的学问之所以是最神圣的,不仅在于它与神圣者的活动最为相似(因为认为神圣者在活动是合情合理的,而除了这样的活动之外,没有任何其他活动配得上诸神),而且还在于它是关于神圣事物的认识,如果它确实是关于第一原因与原理的认识,而神正是第一原理以及其他事物的原因。他通过这些表明,这一探究合乎情理地被称为“神学”。他说,所有其他学问虽然都比它更为必要(因为这门学问根本就不是必要的),但没有一门比它更好;因为如果它更为尊贵,它就确实比一切学问都好。 接着他谈到了获得它的途径:即惊异于那些与起初因惊异而走向对其认识之事相反的事情。因为在知晓之前,他们惊异于事情是否竟然有可能如此;而在认识之后,他们却惊异于事情是否竟然有可能不如此。他所说的“奇观”,指的是魔术师们展示的玩物,它们看起来是自动且自主运动的;而“太阳的至点”,指的则是据此产生冬夏的那些转换。因为在所有人看来,如果有什么东西不能被最小者度量,这似乎是令人惊异的。他是以对角线为例来说的:仿佛在几何线中也像在数中一样存在某种最小者,因此并非所有几何线都能被一个最小者度量、并非彼此通约并具有某种共同尺度,这便显得令人惊异了。但事实并非如此,因为数都以单位来度量,但并非所有线都以某个单一的东西来度量,这是因为不存在最小的线。正是因为这一点,它们也并非全都是可通约的;因为可通约的量度就是那些被同一尺度所度量的量度。而那些从无知、并因此对真实情况感到惊异(仿佛事情不可能如此)的状态,转变到知晓状态的人,最终会走向相反且更好的状态;因为获得关于它们的科学知识的人,会惊异于其中的任何事情是否有可能处于别的状态。他或许是依据那句格言所说的:“后来的思虑更好。” 因此,所寻求的学问的本性是什么,已经得到了说明,即它是审视性的,而非实践性的,并且是认识第一原因与原理的;探究以及整个方法应当达到的目标是什么,也已得到了说明,即应当从由于无知而惊异于真实情况,转变为由于科学知识而惊异于真实情况的相反方面,即它们是否有可能以某种别的方式存在,而不是像所认知的那样。既然智慧作为对第一事物的审视已经提出并变得显明,他就合乎情理地首先对原因进行了划分,就像在《自然学》中一样,将其划分为四种原因。对于其他原因他做了清晰的提及,但关于形式所说的话却带有某种晦涩。
- 1.13τὸ γὰρ τἀναντία θαυμάζειν ὧν τὴν ἀρχὴν θαυμάζοντες ἦλθον ἐπὶ τὴν γνῶσιν αὐτῶν
关系代词 ὧν 伴随着先行词 ἐκείνων 的省略;在关系从句内部原本应当作分词 θαυμάζοντες 的直接宾语(宾格 ἅ)的成分,受省略的先行词属格形式同化而发生了格吸引。该属格由中性复数形容词 τἀναντία 所支配,充当表示比较或对立的属格(“与……相反的事物”)。
- 1.13προκειμένου δὲ καὶ γεγονότος φανεροῦ τοῦ τῶν πρώτων εἶναι τὴν σοφίαν θεωρητικήν
这是一个属格绝对独立结构,由带有定冠词的动词不定式短语 τοῦ τῶν πρώτων εἶναι τὴν σοφίαν θεωρητικήν(“智慧是对第一原理的审视性学问”)作属格,充当分词 προκειμένου 以及 γεγονότος φανεροῦ 的逻辑主语。
