← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§188.7-189.11

证明公理之科学的不可能性与论证三要素

亚历山大注解了《形而上学》996b35及以下的疑难,基于各门科学所特有的主体与自身属性,解释了为何不可能由所有科学同等地证明公理。进而,他结合构成论证的三要素(作为出发点的公理、作为主体的属、被论证的受动属性),阐明了亚里士多德关于公理本身既不可能有论证性科学也不可能有定义的论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23#1

" Εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστιν, ἁπασῶν δὲ μὴ ἐνδέχεται." Διὰ τί μὴ ἐνδέχεται ἁπασῶν; ἢ ὅτι ἡ ἐπιστήμη τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ ὑποκειμένῳ ἐστὶν ἀποδεικτική, ὧν δὲ τὰ ὑποκείμενα ἕτερα, τούτων καὶ τὰ δεικνύμενα·1 οὐ γὰρ οἷόν τε τὰ αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν τοῖς διαφέρουσι, διὸ οὐδὲ τὰ ἀξιώματα καθ’ αὑτὰ ὑπάρχειν τοῖς πάσαις ταῖς ἐπιστήμαις ὑποκειμένοις. εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν οἷαί τε εἶεν πᾶσαι ἀποδεικνύναι αὐτά. ἐπιχειρήσας δὲ πρὸς τὸ μὴ εἶναι μιᾶς ἐπιστήμης περί τε τῶν τῆς οὐσίας ἀρχῶν εἰπεῖν καὶ περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, ἑξῆς ὅτι μηδὲ ἔστι τῶν ἀξιωμάτων ἐπιστήμη τις ἐπιχειρεῖ, λέγων ἅμα δὲ καὶ τίνα τρόπον ἔσται αὐτῶν ἡ γνῶσις; τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἤτοι δι’ ὁρισμοῦ τι ἐπιστάμεθα ἢ δι’ ἀποδείξεως· καὶ τῶν ἀξιωμάτων δὴ εἰ ἔστιν ἐπιστήμη, ἀποδεικτικὴ περί τινος ἂν εἴη τῶν ὑπαρχόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν αὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης ἐπιστήμης. ὥστε τοῦ μὲν τί ἐστιν ἕκαστον τούτων οὐκ ἔσται τις ἐπιστήμη ἀφωρισμένη. εἰ δὲ ἔστιν ἀπόδειξις περὶ αὐτῶν καὶ ἐπιστήμη τις ἀποδεικτική, δεήσει τὰ ἀξιώματα * * * εἶναί τε αὐτῶν τὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα αὐτοῖς ὑπάρχειν (τὰ γὰρ καθ’ ἑαυτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε), τὰ δέ τινα ἀξιώματα, δι’ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθ’ ἑαυτὰ ἀποδείκνυται, ἀξιώματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον,2 καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· τούτῳ γὰρ ἀκόλουθον τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι. περὶ γὰρ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων τῷ ὑποκειμένῳ τῇ ἐπιστήμῃ, ἃ πάθη εἶπεν, αἱ ἀποδείξεις, ἀλλ’ οὐ περὶ πάντων, οὐδὲ τῶν τυχόντων, ἀλλ’ οὐδὲ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάντων ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς τὸ ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· διὰ μέσου δὲ εἴρηται διὰ τὰ ἀξιώματα τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν,3 τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρχον ἢ μὴ ὑπάρχον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη.

“因此,如果它同样可以属于任何一门[科学],却不可能属于所有[科学]。” 为什么不可能属于所有[科学]?难道不是因为科学是对自身属于主体的属性具有论证性的,而凡主体不同的,其被论证的属性也是不同的?因为同一属性不可能自身属于不同的事物,所以公理也不可能自身属于所有科学的主体。如果情况并非如此,那么所有的科学也就无法论证它们了。在论证了谈论实体的原理与谈论公理(公理即论证的原理)并不属于同一门科学之后,他紧接着论证根本不存在关于公理的某种科学,说道:“同时,关于它们的认识又将以何种方式存在呢?因为这些之中的每一者究竟是什么,我们即便在现在也是认识的。”他所说的是这样的意思:我们认识某物要么是通过定义,要么是通过论证;因此,如果存在关于公理的科学,它应当是关于属于它们的某种属性的论证性科学。然而,它们各自是什么,对所有人而言原本就是清楚明了的;因为无需科学,人们就清楚“对于任何事物而言要么是肯定要么是否定”意味着什么,以及“与同一个事物相等的事物彼此也相等”意味着什么;因为所有科学都将它们作为已知的事物来使用,完全不需要一门教授它们的科学。因此,关于这些之中的每一者究竟是什么,并不会有某种特定的科学。但如果存在关于它们的论证以及某种论证性科学,公理就必然 * * *,并且在它们之中,一部分必须是受动(即被论证为属于它们的属性;因为他将那些自身属于的、即作为论证对象的属性称为“受动”),而另一部分则是公理(即凭之以论证那些自身属于它们的属性的原则,他将不可论证的、直接的前提称为“公理”)。至于他说“因为不可能有关于一切事物的论证”,这是作为承接“必然存在某种作为主体的属,且其中一部分是受动,另一部分是公理”这一论断而说的;因为后于这一论断的正是“因为不可能有关于一切事物的论证”。因为论证是关于那些自身属于科学的主体的属性(即他所说的受动),而非关于一切事物,也非关于任意事物,甚至不可能对于为了论证某些事物而采纳的前提全部都有论证。接下来的句子“因为论证必然是从某些事物出发、关于某个事物且是对某些事物的论证”,是与“必然存在某种作为主体的属,且其中一部分是受动,另一部分是公理”相衔接的;而其间插入的“因为不可能有关于一切事物的论证”,则是因公理之故而说的。其中,“从某些事物出发”指示的是论证所由出发的公理,“关于某个事物”指示的是作为主体的属(论证某物属于或不属于该属),而“对某些事物”指示的则是被论证为属于或不属于该主体的属性,即他所说的受动。

语法注3 条
  1. 3.23ὧν δὲ τὰ ὑποκείμενα ἕτερα, τούτων καὶ τὰ δεικνύμενα

    此处包含关系从句前置(倒置)结构,ὧν 从句置于其先行指示代词 τούτων 之前。主句与从句中均省略了系动词或表语(补出 ἕτερά ἐστιν),意为“凡主体不同的事物,其被论证的属性也是[不同的]”。

  2. 3.23τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον

    中性单数宾格定冠词 τὸ 将引自亚里士多德的原话(περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι)名词化,作动词 εἶπεν 的直接宾语(其中的因果连词 γάρ 在引用中予以保留)。同理,与格定冠词 τῷ 将后续的命题 δεήσει τι γένος εἶναι ὑποκείμενον 名词化,作 ὡς ἀκόλουθον 的补足语。

  3. 3.23καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν

    带定冠词的短语 τὸ μὲν ἔκ τινων(“‘从某些事物出发’这一表述”)充当主语,中性形容词 δηλωτικόν(“指示……的”)充当表语。属格 τῶν ἀξιωμάτων 作为 δηλωτικόν 的宾语性属格补足语(“指示公理”),并由关系分句 δι’ ὧν ἡ δεῖξις 修饰。后文的 τὸ δὲ περί τι... 与 τὸ δὲ τινῶν... 构成了完全平行的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:188.7-189.11