← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§187.14-188.6

论证原理与实体原理之知识的异同

亚里士多德提出了《形而上学》卷B中的第二个疑难,即关于论证原理(公理)的科学与关于实体原理的科学是否为同一门科学;亚历山大对此问题进行了阐述,并梳理了证明二者不可能属于同一门科学的第一个推论结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22

" Ἀλλὰ μὴν καὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων, ἀμφισβητήσιμόν ἐστιν." ἦν δεύτερον τοῦτο ἐν οἷς ἐξηριθμήσατο ὡς ἀπορηθησομένοις, τὸ περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεων ἀρχαί, ἃ καὶ κοινὰς δόξας λέγει τῷ πάντας ἀποδεικνύντας προσχρῆσθαι αὐτοῖς. εἶπε δὲ αὐτά, ὅτε ἐμέμνητο τῆς ἀπορίας, ἀρχὰς [ἐξ ὧν περὶ τούτων] ‘‘ἐξ ὧν δεικνύουσι πάντες.’’1 ζητεῖ δὴ πότερον περὶ τούτων τῆς αὐτῆς ἐστιν εἰδέναι ἧς καὶ περὶ τῶν τῆς οὐσίας καὶ τοῦ ὄντος ἀρχῶν, ἢ ἄλλης, ὡς εἶναι πλείους ἐπιστήμας περὶ τῶν ἀρχῶν, ἄλλην μὲν τούτων ἄλλην δὲ τῶν τῆς οὐσίας· καὶ εἰ διαφερουσῶν ἐπιστημῶν ἡ τῶν ἀρχῶν γνῶσις τῶν τε τῆς οὐσίας καὶ τῶν τῆς ἀποδείξεως, ποτέραν χρὴ καὶ τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας καταγινομένην σοφίαν καλεῖν.2 ἀπορεῖ δὴ περὶ τούτου, καὶ πρός γε τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης περί τε τούτων καὶ περὶ ἐκείνων διαλαμβάνειν πρώτῃ ἐπιχειρήσει τοιαύτῃ χρῆται. εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι κατὰ τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδεμία τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον.3 ἢ οὕτως. εἰ ὁμοίως πᾶσαι ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἢ οὐδὲ αὐτή. ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή (πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή) καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδ’ ἂν ἡ περὶ τῆς οὐσίας λέγοι. εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων· ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν λέγειν, οὕτως οὐδὲ ταύτης ἂν εἴη.

“再者,关于论证的原理,究竟属于一门科学还是多门科学,也是有争论的。” 这是他在列举将要探究的诸疑难时排在第二位的,即关于公理的疑难;公理乃是论证的原理,因一切进行论证者都使用它们,他也称之为“共同见解”。当他提及该疑难时,称它们为“所有人由之出发进行论证的”原理。因此他探究:关于这些的知识究竟属于那门同样关于实体与存在的原理的知识,还是属于另一门知识,以至于存在关于原理的多门科学,一门关于这些,另一门关于实体的原理;而如果关于实体的原理与关于论证的原理的认识属于不同的科学,究竟应当将哪一门科学,以及将致力于何种原因与何种原理的科学称为智慧。于是他对此提出疑难,并且为了确立“关于这些与关于那些的理解并不属于同一门科学”这一观点,他首先使用了如下的论证:如果一切论证科学都根据各自固有的论证对象同等地使用公理,且并非所有科学都谈论它们,那么在同等使用它们的诸科学中,将没有一门会谈论它们。然而第一个命题[前件]成立;因为所有科学都使用它们,正如那门关于实体的原理的科学一样,并且并非所有科学都谈论它们;因为几何学和音乐学虽然使用它们,却都不谈论它们。因此第二个命题[后件]成立。或者也可以这样表述:如果一切科学对待公理的关系都与关于实体的科学对待公理的关系相同,那么要么所有科学都谈论它们,要么连这门科学也不谈论。然而所有科学对待它们的关系都与这门科学相同(因为所有科学都与它一样,为了各自固有的论证而同等地使用它们),而且并非所有科学都谈论它们;因此,关于实体的科学也不会谈论它们。如果这是真的,那么关于实体和关于公理的就不是同一门科学;因为正如对于那些与这门科学同等使用公理的其他科学而言,谈论公理并不是其本分一样,对于这门科学而言同样也不会是其本分。

语法注3 条
  1. 3.22ἀρχὰς [ἐξ ὧν περὶ τούτων] ‘‘ἐξ ὧν δεικνύουσι πάντες.’’

    短语 ἐξ ὧν περὶ τούτων 被认为是手抄本流传过程中的重复或异文混入,在校勘本中被置于方括号内。引文 ἐξ ὧν δεικνύουσι πάντες 直接引用了亚里士多德在 995b8 中的原话(“所有人由之出发进行论证的”),作为这些原理的同位语说明。

  2. 3.22ποτέραν χρὴ καὶ τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας καταγινομένην σοφίαν καλεῖν

    此处是由 ποτέραν 与分词短语 τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας καταγινομένην 复合而成的双重间接疑问句。ποτέραν 意为“两门科学中的哪一门”,καὶ 引出并列的疑问属性“以及致力于何种原因与原理的那一门”,共同作为 καλεῖν 的宾语。

  3. 3.22ἀλλὰ μὴν τὸ πρῶτον... τὸ ἄρα δεύτερον

    这是假言推理肯定前件式(modus ponens)的程式化表述,呼应前面的条件句(εἰ πᾶσαι... καὶ μὴ πᾶσαι...[前件],οὐδεμία...[后件])。τὸ πρῶτον 指前件(即所有科学都使用公理且并非都谈论公理),τὸ δεύτερον 指其后件结论(即没有一门科学谈论公理)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:187.14-188.6