← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§186.3-187.13

动力因与智慧的关系及各原因观照的疑难

亚历山大考察了亚里士多德表明动力因亦可被视作智慧对象的论证,针对文末得出“观照各原因属于不同科学”这一结语所引发的疑难提出了数种解释路径以及文本校订方案(增补否定词 οὐκ),并解释了质料因在此处被省略的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21

" Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις." Δείξας ὅτι δύναται σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δείκνυσιν· ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ γνῶσις αἰτίου, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν εἴδωμεν ὅτι διὰ τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν τῆς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια καὶ ἀντικείμενα εἶναι * * * ἐπήνεγκε τὸ ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ οὐδαμῶς κατάλληλον εἶναι δόξει τῷ προκειμένῳ. προέκειτο γὰρ αὐτῷ ζητῆσαι, εἰ μὴ τῆς αὐτῆς ἐπιστήμης ἐστὶν ἡ γνῶσις ἁπάντων τῶν αἰτίων, τὴν τίνος τῶν αἰτίων γνῶσιν χρὴ σοφίαν καλεῖν. εἶτα ἔδειξεν ὅτι ἔστι πως κατὰ τὰς περὶ τῆς σοφίας προλήψεις σοφίαν λέγειν τήν τε τοῦ κατὰ τὸ τέλος αἰτίου γνῶσιν καὶ τὴν τοῦ κατὰ τὸ εἶδος καὶ τὴν τοῦ κατὰ τὸ ποιητικόν. οἷς δειχθεῖσιν ἀκόλουθον ἦν ἐπενεγκεῖν τὸ πλείους τὰς σοφίας ἔσεσθαι. δεῖ οὖν τοῦ εἰρημένου ἀκούειν ὡς ἴσον δυναμένου1 τῷ ὥστε ἄλλης ἂν σοφίας καὶ ἄλλης εἴη τὸ θεωρῆσαι τούτων τῶν αἰτίων ἕκαστον καὶ οὐ μία ἡ σοφία, εἴ γε μὴ μιᾶς μὲν ἐπιστήμης τὸ τὰς αἰτίας θεωρῆσαι, ἡ δὲ ἑκάστου τῶν τριῶν θεωρητικὴ σοφία. δύναται τὸ ὥστ’ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον μὴ ὡς τοῖς νῦν εἰρημένοις ἀκόλουθον ἐπενηνοχέναι ἀλλ’ ὡς τοῖς πρώτοις προειρημένοις συνάπτων τὸ ἄλλην ἄλλου αἰτίου ἐπιστήμην γνωστικὴν εἶναι. ἢ προειπὼν περὶ τοῦ ποιητικοῦ αἰτίου ὅτι ἕτερον τοῦτο καὶ ἀντικείμενον τῷ τέλει, περὶ τούτων ἐπήνεγκεν ὅτι διότι ἐστὶν ἐναντία, διὰ τοῦτο οὐ τῆς αὐτῆς ἀλλὰ ἄλλης ἐπιστήμης ἔσται ἑκατέρου τούτων τῶν αἰτίων γνῶσις. ἢ ἄμεινον γεγράφθαι ὥστε οὐκ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι2 τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον. διὰ τοῦτο γὰρ οὐκ ἐδόθη αὐτὴ τῶν αἰτίων πάντων γνωστικὴ εἶναι, ὅτι μὴ ἐναντία· εὑρὼν δὲ ἐναντιότητα ἐν τοῖς αἰτίοις τῷ τελικῷ καὶ τῷ ποιητικῷ, ἔτι δὲ καὶ διὰ τὰ ἄλλα τὰ εἰρημένα πρὸς τὸ μὴ εὔλογον εἶναι πλείους ἐπιστήμας εἶναι περὶ τὴν γνῶσιν τῶν αἰτίων, ἐπιφέροι ἂν ὅτι κατὰ τὰ προειρημένα οὐκ ἄλλης καὶ ἄλλης ἐπιστήμης ἡ τῶν αἰτίων τούτων γνῶσις. εἴη δ’ ἂν ἅμα δεδειγμένον καὶ ὅτι τῆς σοφίας οἰκεῖος ὁ περὶ τῶν αἰτίων ἁπάντων λόγος. σημειωτέον δὲ ὅτι δι’ ὧν νῦν εἴρηκε πάλιν ἐμνημόνευσε τοῦ Α τοῦ μείζονος· ἐν ἐκείνῳ γὰρ ἐξέθετο τὰς περὶ τοῦ σοφοῦ κοινὰς προλήψεις. μνημονεύσας δὲ τῶν τριῶν αἰτίων καὶ δείξας κατὰ τί δύναται ἡ ἑκάστου τούτων γνωστικὴ ἐπιστήμη σοφία εἶναι ἡ ζητουμένη νῦν, οὐκέτι τῆς κατὰ τὴν ὕλην αἰτίας ἐμνημόνευσεν ὡς τῆς ἐκείνων τῶν αἰτίων γνώσεως κυριωτέρας καὶ μᾶλλον ἐπιστήμης οὔσης τῆς ὑλικῆς·3 κυριώτερα γὰρ ἐκεῖνα καὶ μᾶλλον αἴτια· ἡ γὰρ ὕλη ἐν τοῖς ἐξ αὐτῆς γινομένοις τὸν τοῦ οὗ οὐκ ἄνευ λόγον ἔχειν δοκεῖ.

“然而关于生成与行动……” 在表明智慧可以依循形式因的认识之后,他又表明智慧也可以依循动力因的认识;因为在一切生成、被施行以及大凡变化的事物中,其认识的原因便是对动力因的认识,而这正是“运动由之起始者”。因为唯有当我们得知是因为海伦的被劫掠——这正是战争的开端与原因——时,我们才知道特洛伊战争的原因;唯有当我们认出引发战斗的辱骂时,我们才知道战斗的原因。然而,他在谈论了动力因之后补充道:“但这与目的是不同的且相对立的”,在说这些原因依此而言是对立的且是相反物的同时[……],他补充了“以至于观照这些原因中的每一者似乎会属于另一门科学”这一语句,但这似乎完全不合乎呈于眼前的主题。因为摆在他面前的课题乃是探究:如果对于所有原因的认识不属于同一门科学,那么究竟应当将关于哪一种原因的认识称为智慧。接着他表明,按照关于智慧的诸预见,无论将依目的的原因的认识、依形式的原因的认识,还是依动力的原因的认识称为智慧,在某种意义上都是讲得通的。既然这些已被证明,随之应得的推论便应当是“智慧将会有多个”。因此,必须将所说的话理解为具有与此相同的含义:“以至于观照这些原因中的每一者将属于不同的智慧,而智慧并非只有一个”,倘若观照诸原因确实不属于一门科学,而观照这三者中每一者的才是智慧。也完全可能的是,他加上“以至于观照这些原因中的每一者似乎会属于另一门科学”,并不是作为刚才所言之事的必然推论,而是与最初预先设定的论点相联系,即不同的科学认识不同的原因。或者,既然他预先关于动力因谈到“这与目的是不同的且相对立的”,他便就此补充道:由于它们是相反的,因此对这两种原因中每一者的认识将不属于同一门科学,而属于另一门科学。或者,更好的文本读法是写作:“以至于观照这些原因中的每一者似乎不会属于另一门科学”。因为先前之所以不承认一门科学能认知所有原因,是因为它们不是相反的;但既然在目的因与动力因之间发现了相反性,再加上针对“存在关于原因认识的多门科学是不合常理的”这一论点所说的其他理由,他便可以补充说,根据前述诸点,对这些原因的认识并不属于不同的科学。同时,这也就表明了关于所有原因的讨论乃是智慧所固有的。应当注意的是,通过他现在所说的话,他再次让人回忆起大阿尔法篇;因为在那一卷中,他阐述了关于智者的共同预见。而在提及了三种原因并指明认知这三者中每一者的科学何以能成为当下所探求的智慧之后,他便不再提及质料因,这是因为对那些原因的认识比起质料的认识更为根本,且更具有科学的性质;因为那些原因更为主导,更称得上是原因;事实上,质料在由其生成的事物中,似乎只具有“非它不可者”的规定。

语法注3 条
  1. 3.21δεῖ οὖν τοῦ εἰρημένου ἀκούειν ὡς ἴσον δυναμένου

    动词 ἀκούειν(理解、领会)支配属格宾语 τοῦ εἰρημένου,后接 ὡς 加上属格分词 ἴσον δυναμένου,表示“应将其理解为具有等同效力……”的补足说明结构。

  2. 3.21ὥστε οὐκ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι

    这是注解者提出的一项校勘性推测(conjecture)。通过增补否定词 οὐκ,试图将亚里士多德的论证顺理成章地解释为“观照各原因并非属于不同的科学(即属于同一种智慧)”。

  3. 3.21ὡς τῆς ἐκείνων τῶν αἰτίων γνώσεως κυριωτέρας καὶ μᾶλλον ἐπιστήμης οὔσης τῆς ὑλικῆς

    由 ὡς 引导的属格绝对结构以说明理由:τῆς ἐκείνων τῶν αἰτίων γνώσεως 是主语,κυριωτέρας 与 μᾶλλον ἐπιστήμης 为谓词性成分,句末的 τῆς ὑλικῆς(省略了 γνώσεως)则充当表示比较基准的比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:186.3-187.13