← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§184.28-186.2

作为第一原因认识的实体与形式之知

亚历山大注解了亚里士多德在《形而上学》B卷第2章中的论证,即如果智慧是关于第一原因和最可知之物的科学,则它必然是关于实体(形式)的科学,并通过肯定与否定认识的对比以及定义在诸证明中的核心地位展开阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19

" Ἧι δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διώρισται εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη." Καθ’ ὅσον, φησί, πάλιν ἡ σοφία ἐρρήθη τῶν πρώτων αἰτίων εἶναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο πάλιν δόξει ἡ τοῦ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπών τε πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν πρακτοῖς, δεύτερον εἶπε περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ ἐπὶ πάντων τότε λέγεσθαι ἐπιστήμην, ὅταν τὸ εἶδος εἰδῇ τίς τινος καὶ τὴν τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ1 μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι2 γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατὰ τὸ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει πρῶτον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμενον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ εἰδῶμεν ἢ ὅταν ἐκ τῶν μὴ ὑπαρχόντων· τοῦτο γάρ ἐστι τὸ τῷ μὴ εἶναι· γίγνονται γάρ τινες καὶ διδασκαλίαι καὶ λόγοι τινῶν ἐξ ἀποφάσεων, ἥτις γνῶσις ἐκ τοῦ μὴ εἶναι εἴη ἄν. ὁ γοῦν τὸ σημεῖον ὁριζόμενος τῷ μὴ ἔχειν μέρος τῷ μὴ εἶναι γνωρίζει αὐτό, καὶ ἐκ τοῦ μὴ ὑπάρχοντος αὐτῷ τὴν ἀπόδοσιν τοῦ λόγου ποιεῖται. ὁμοίως δὲ καὶ ὁ λέγων συμβεβηκὸς εἶναι ὃ μήτε ὅρος ἐστὶ μήτε γένος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι, ἐκ τοῦ μὴ εἶναι ὁρίζεται. αὐτὸς δὲ ὁ λέγων ὃ οἷόν τε ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οὗτος τῷ εἶναι γνωρίζει τὸ συμβεβηκός· ἐκ γὰρ τοῦ ὑπάρχοντος αὐτῷ. τῶν δὲ τῷ εἶναι γνωριζόντων μάλιστα εἰδέναι λέγομεν τὸν τί ἐστι τὸ πρᾶγμα εἰδότα ἢ τὸν ὅτι αὐτῷ συμβέβηκεν· τὸν γὰρ ἀπὸ τῆς οὐσίας γνωρίζοντα αὐτό, οὐ τὸν ἀπό τινος συμβεβηκότος. ἕκαστον δέ ἐστι τοῦτο ὃ ἐστι κατὰ τὸ εἶδος, ὥστε ὁ τὸ εἶδος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ δὴ ἡ μὲν τοῦ εἴδους καὶ ταύτης τῆς αἰτίας γνῶσις μάλιστα ἐστιν ἐπιστήμη τοῦ πράγματος, ἡ δὲ μάλιστα ἐπιστήμη σοφία, εἴη ἂν κατὰ τοῦτον πάλιν τὸν λόγον σοφία ἡ τῆς κατὰ τὸ εἶδος αἰτίας ἐπιστήμη.

“而就它被规定为关于最初原因和最可知之物的科学而言,关于实体的科学便会是这样一种科学。” 他说,正是在智慧再次被说成是认识最初原因和最可知之物的科学的限度内,依此而言,关于形式及此类原因的认识便又会被看作是智慧。在首先谈论了实践事物中作为目的的原因之后,他接着谈论了观照事物中作为目的的原因。至于形式是最可知之物,他是通过在一切事物中,只有当某人知晓某物的形式以及此类原因时才被说成具有知识这一点来表明的。因为在人们以多种方式认知同一事物时,我们说,通过存在[肯定]来认识事物是什么的人,比通过非存在[否定]来认识的人更具有知识。在表明认识可认知事物依形式的原因的人最充分地认识它时,他首先设定:当我们在事物所具属性的基础上认知呈于眼前的事物时,比在我们从其所不具属性的基础上去认知时,我们知道得更多;因为这就是“通过非存在”的意思。事实上,某些对于事物的讲授和定义也是从否定出发的,而这种认识就会是出于非存在的。无论如何,通过“不具部分”来定义点的人,乃是通过非存在来认识它,并且是在它所不具属性的基础上来表述其定义的。同样,说偶性是“既非定义亦非属亦非固有属性、却属于该事物者”的人,也是从非存在出发来定义的。然而,说它是“能够既属于又不属于同一事物者”的那个人本身,则是通过存在来认识偶性的;因为他是从属于它的属性出发的。而在通过存在进行认识的人当中,我们说,知晓事物是什么的人,比知晓何物偶适于它的人更充分地具有知识;因为他是根据其实体来认识它,而不是根据某种偶性。而各事物依循形式才是其所是,因此知晓形式的人最充分地认识该事物。既然对形式和这种原因的认识在最高程度上是关于该事物的科学,而最高程度的科学即是智慧,那么依照这一论理,关于依形式的原因的科学便又会是智慧。

§3.20

"Ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον." Τὸ κατάλληλόν ἐστι τῆς λέξεως·3 ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν, ὅταν εἰδῶμεν τὸ τί ἐστιν. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῷ ἐν πᾶσιν ὧν εἰσιν ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν εἰδῶμεν τὸν λόγον καὶ τὸν ὁρισμὸν τοῦ προκειμένου· ὅταν γὰρ τὸν ὁρισμὸν εἰδῶμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενον τινι ὑπάρχειν δείξωμεν ὑπάρχον αὐτῷ, τότε ἡγούμεθα τὴν κυριωτάτην ἀπόδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ τί ἐστι τετραγωνισμὸς εὐθυγράμμου τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι μέσης εὕρεσις· ἀπὸ γὰρ τῆς μέσης τὸ ἀναγραφόμενον τετράγωνον ἴσον τῷ εὐθυγράμμῳ· μέση δέ, διότι μείζων μὲν τῆς ἐλάττονός ἐστι τῶν τοῦ εὐθυγράμμου πλευρῶν, ἐλάττων δὲ τῆς μείζονος, ἀφ’ ἧς τὸ ἀναγραφόμενον τετράγωνον ἴσον ἐστὶ τῷ δοθέντι εὐθυγράμμῳ. ὁ γὰρ μετὰ τῆς αἰτίας ὁρισμὸς ἀπόδειξις θέσει διαφέρουσα, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξε.

“此外,在其他事物中,知晓每一事物……” 在文句上符合语法的结构如下:“此外,在其他事物中,就存在证明的事物而言,当得知其是什么时,我们才认为具备了对每一事物的知晓。”他说“在其他事物中”,其意等于说“在存在证明的一切事物中”。至于对形式的认识在最高程度上是对事物的认识,他是通过以下事实表明的:即使在诸证明中,也唯有当我们得知呈于眼前之物的定义(logos)和规定时,我们才认为掌握了对呈于眼前之物的证明;因为唯有当我们得知呈于眼前之物的定义,并通过该定义证明那应被证明属于某物者确实属于它时,我们才认为掌握了关于它的最高主导性的证明。例如,月食是什么,唯有当我们得知它是“地球的遮蔽”时我们才知道,而这正是月食的定义。同样,直线图形的求方是什么,唯有当我们得知它是“比例中项的发现”时我们才知道;因为从比例中项所作的正方形等于该直线图形;它被称为中项,是因为它大于该直线图形诸边中较小的一边,而小于较大的一边,以此为边所作的正方形等于给定的直线图形。因为包含原因的定义乃是位置相异的证明,正如他在《后分析篇》中所指出的那样。

语法注3 条
  1. 3.19πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ

    ἐπισταμένων 为属格绝对结构(genitive absolute),其逻辑主语泛指认识者(“当人们以多种方式认知同一事物时”)。它与主句动词 φαμέν 的主语(ἡμεῖς)不同,用以引入前提性的语境条件。

  2. 3.19τῷ εἶναι γνωρίζοντα ... τῷ μὴ εἶναι

    τῷ εἶναι 和 τῷ μὴ εἶναι 为方式或基准与格,分别意为“通过存在(具有肯定属性)”与“通过非存在(否定/缺乏属性)”。正如作者紧接着解释的(ἐκ τῶν ὑπαρχόντων 与 ἐξ ἀποφάσεων),此处表征的是通过积极肯定特征认知与通过消极否定规定认知之间的对比。

  3. 3.20Τὸ κατάλληλόν ἐστι τῆς λέξεως

    用于呈现亚里士多德原文(996b18–20)在语法上连贯的结构与语序(τὸ κατάλληλον)的标准程式。引文词条仅摘录了开端词句,而亚里士多德的完整原句(ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον καὶ ὧν ἀποδείξεις εἰσὶ τότ’ οἰόμεθα ὑπάρχειν ὅταν εἰδῶμεν τί ἐστιν)在 ὧν ἀποδείξεις εἰσί 前带有赘余的 καί 且语序交错,亚历山大通过调整语序并省去 καί 来厘清句法关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:184.28-186.2