← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§183.14-184.27

四因向多门科学的分配与对智慧的探求

注疏探讨了亚里士多德在《形而上学》B卷第2章中提出的疑难,即四种原因的认识属于多门科学还是同一门科学,通过建筑术的例子分析了形式因与目的因的关系,并在引申996b8时,依据A卷中关于智者的普遍观念阐明了四种原因各自何以有资格被称为智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17

" Ἀλλὰ μὴν πλείους εἴ γε ἐπιστῆμαι." Εἰς τὸ ἐναντίον μέτεισιν· ἀπορεῖ γάρ, εἰ πλείους εἰσὶν αἱ τῶν αἰτίων καὶ τῶν ἀρχῶν γνωστικαὶ ἐπιστῆμαι καὶ μὴ μία τις, ὥσπερ δοκεῖ διὰ τῶν προηπορημένων δεδεῖχθαι τῷ μηδὲ χρῆσθαι ἕκαστον τῶν ἐπιστητῶν πᾶσι τοῖς αἰτίοις, τίνος τῶν αἰτίων γνωστικὴν εἶναι δεῖ τὴν ζητουμένην ἐπιστήμην (αὕτη δέ ἐστιν ἡ σοφία, ὡς ἐπιφέρει), ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πάντα τὰ αἴτια λέγεσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὖν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τῶν αἰτίων τούτων ἔσται τοῦ πράγματος τοῦ ὑποκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίας ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι τὰ δ ἐστὶν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται; διὰ δὲ τούτων ὄντων ἅμα † καὶ τὸ μὴ εἶναι δεικνύουσαν ἀπορίαν ἄλλην ἄλλων αἰτίων ἐπιστήμην εἶναι γνωστικὴν καὶ μὴ πάντων μίαν, διότι μὴ ἐν πάσαις πάντα τὰ αἴτια, ἐλέγχει,1 παρατιθέμενος ὅτι εἰ ἔν τισι πάντα ἐστὶ τὰ αἴτια, ὧν αἱ ἐπιστῆμαι, δῆλον ὡς πάντων ἔσονται, ὡς ἔχει ἐφ’ ἧς παρέθετο, αὕτη δέ ἐστιν ἡ οἰκοδομική, ἐφ’ ἧς εἶπε τὸ εἶδος εἶναι τὸν λόγον, ὅτι κατὰ τὸ εἶδος ὁ ἑκάστου ὁρισμός. οὗ δὲ ἕνεκα, τὸ ἔργον εἶπεν ἤτοι λέγων τὸ οὗ ἕνεκα εἶναι ἐν αὐτῇ, οὗ χάριν τὸ ἔργον γίγνεται (γίγνεται δὲ σκέπης), ἢ τὸ ἔργον τὸ γιγνόμενον λέγων ἐν αὐτῇ τὸ οὗ ἕνεκα εἶναι, ὅπερ ἐστὶ τὸ εἶδος·2 ὡς τὴν αὐτὴν εἶναι τήν τε κατὰ τὸ τέλος καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν, ὡς καὶ ἐπί τινων φύσει γιγνομένων ἔστιν εὑρεῖν. ἢ τὸ ἔργον οὐ τὸ εἶδός ἐστιν ἀλλὰ τὸ συναμφότερον, ὃ οὐκ ἂν εἴη ταὐτὸν τῇ κατὰ τὸν λόγον αἰτίᾳ. δύναται καὶ τοιοῦτόν τι λέγεσθαι· ἐν οἷς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν τὸ ἐπίστασθαι μάλιστα γίγνεται τῷ πάντα τὰ αἴτια αὐτοῦ εἰδότι; εἴη γὰρ ἂν τῆς σοφίας ἡ τοῦ τοιούτου αἰτίου γνῶσις οἰκεία. δείξας δὲ ἄτοπον ὂν τὸ τὰ αἴτια τοῦ αὐτοῦ τινος ὑπὸ πλειόνων γνωρίζεσθαι ἐπιστημῶν, ἄλλης ἄλλο γνωριζούσης, διὰ τοῦ εἰπεῖν ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων αὐτάς· τοῦτο μὲν καταλείπει, ἀπαντᾷ δὲ πρὸς τὸ τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην.

“然而,如果各门科学确有多门”他转向了相反的方面;因为他提出了这样的疑难:如果认识原因和本原的诸科学是多门而非单一的一门——正如通过此前所提的疑难、由于各个可认知对象并未运用所有的原因而被表明的那样——,那么所探求的科学(正如他所附言的,这就是智慧)应当是认识哪一种原因的科学,或者在拥有全部原因的人之中,究竟何人最应被称为关于所探求事物的知者;因为同一种事物有可能具备所有方式的原因。那么,依循对哪一种原因的认识,以及知晓这些原因中的哪一种,人才能成为关于所居基础事物的知者?因为如果认识不同原因的是不同的科学,那么在具有四种原因的事物中,知晓这四种原因中的哪一种的人才能成为关于这些事物的知者?而在这些情况存在的同时,他也驳斥了那个试图表明“因为并非在所有事物中都有全部原因,所以不同科学认识不同原因而非有一门认识所有原因的单一科学”的疑难;他引述道,如果在科学所涉及的某些事物中存在全部原因,显然诸科学就会认识全部原因,正如他所引证的那门科学即建筑术中的情形一样。在建筑术中,他说形式就是定义(logos),因为各物的定义乃是依照形式的。至于“所为之目的”,他称之为作品,这要么是他意指其中“所为之目的”乃是作品为了它而生成的那样东西(而建筑是为了庇护而生成的),要么是他意指其中所生成的作品本身就是“所为之目的”,即形式——如此一来,依照目的的原因与依照形式的原因便是同一的,正如在某些依自然生成的事物中也能发现的那样。抑或,作品并不是形式,而是复合体,这与依照定义(logos)的原因并不是同一回事。也可以这样表述:在具有四种原因的事物中,对于认识其全部原因的人而言,主要依照对哪一种原因的认识才构成知晓?因为对这样一种原因的认识乃是智慧所特有的。在通过说“或者在拥有诸科学的人中究竟何人最堪称关于所探求事物的知者”而表明“由多门科学认识同一事物的诸原因且不同科学认识不同原因”是荒谬的之后,他暂且搁置了这一论点,转而回应应当把这些当中的哪一门说成所探求的科学。

§3.18

"Ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων, τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν, οὐδαμῶς ἔχει λόγον." Εἰπὼν τίνα τούτων φατέον τὴν ζητουμένην, ὅτι πάσας ἐνδέχεται λέγειν δείκνυσι, χρώμενος τοῖς ἐν τῷ Α περὶ τῆς σοφίας εἰρημένοις. εἶπε γὰρ ἐν τῷ πρὸ τούτου τῷ μείζονι τινὲς κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις,3 ἐν οἷς ἦν τὸ δεῖν ἀρχικωτάτην καὶ ἀρχιτεκτονικωτάτην αὐτὴν εἶναι, ἀλλὰ καὶ ἀκριβεστάτην καὶ μάλιστα εἰδυῖαν, ἀλλὰ καὶ τῶν χαλεπῶν γνωστικήν, ἀλλὰ καὶ πάντα εἰδυῖαν ὡς ἐνδέχεται, ἀλλὰ καὶ διδασκαλικήν. τούτοις οὖν φησι προσχρώμενος ὡς ἔνεστιν ἴσως καθ’ ἕκαστον αἴτιον ἐπιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν. καθ’ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμονικωτάτη τέ ἐστι καὶ ἀρχιτεκτονικωτάτη ἐπιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἂν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθὸν καὶ τούτου χάριν τἆλλα· πρὸς γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰτίων γνῶσις, τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοῦ τέλους γνωστική.

“因此,根据从前所作的规定,应当把诸科学中的哪一门称为智慧,全然讲不通理。” 在说了“应当把这些当中的哪一门说成所探求的科学”之后,他利用在第1卷(大阿尔法)中关于智慧所说的内容,表明把它们全部说成智慧都是可能的。因为他在先于此卷的大阿尔法中,谈到了关于智者的若干普遍前概念,在其中就包括智慧应当是最具支配性与最统摄性的,而且是最精确与最具知识的,并且是认识艰难之事的,并且是尽可能通晓万物的,并且是具有传授能力的。因此他说,借助这些前概念,逐一审视各个原因的人或许便能表明,认识该原因的科学即是智慧。因为就智慧乃是最高支配性与统摄性的科学,且宛如其他诸科学的女主人而言,它应当是对目的的认识;因为这[目的]乃是善,而其他事物皆为了它而存在;因为正是注视着目的,人们才命令应当做什么。因此,对诸原因中最卓越者的认识乃是最高支配性、最圆满且最卓越的认识,而其他事物所为之目的正是这样一种原因。据此而言,智慧便将被看作是对目的的认识。

语法注3 条
  1. 3.17διὰ δὲ τούτων ὄντων ἅμα † καὶ τὸ μὴ εἶναι δεικνύουσαν ἀπορίαν ἄλλην ἄλλων αἰτίων ἐπιστήμην εἶναι γνωστικὴν καὶ μὴ πάντων μίαν, διότι μὴ ἐν πάσαις πάντα τὰ αἴτια, ἐλέγχει

    该句核心骨架为 διὰ δὲ τούτων ὄντων ... ἀπορίαν ... ἐλέγχει。动词 ἐλέγχει(亚里士多德为省略主语)的宾语为宾格名词 ἀπορίαν,并由分词 δεικνύουσαν 所修饰。尽管传抄本在此有残损标记(†),其句法骨架仍清晰指向“他驳斥了那个旨在表明……的疑难”。δεικνύουσαν 后接“宾格加不定式”补足结构(ἄλλην ἄλλων ... ἐπιστήμην εἶναι γνωστικὴν ...),其后的 διότι 从句则表原因。

  2. 3.17οὗ δὲ ἕνεκα, τὸ ἔργον εἶπεν ἤτοι λέγων τὸ οὗ ἕνεκα εἶναι ἐν αὐτῇ, οὗ χάριν τὸ ἔργον γίγνεται (γίγνεται δὲ σκέπης), ἢ τὸ ἔργον τὸ γιγνόμενον λέγων ἐν αὐτῇ τὸ οὗ ἕνεκα εἶναι, ὅπερ ἐστὶ τὸ εἶδος

    短语 οὗ δὲ ἕνεκα 前置,作为动词 εἶπεν 的前置宾语/论题(“至于‘所为之目的’,他称之为作品”)。随后的 ἤτοι ... ἢ ... 结构构成了注疏者对亚里士多德称“作品(ἔργον)”为目的因的两种不同句法语义解读:前者认为“所为之目的”是作品之所以生成的目的(即庇护);后者则认为生成的作品本身即是“所为之目的”(即形式自身)。

  3. 3.18εἶπε γὰρ ἐν τῷ πρὸ τούτου τῷ μείζονι τινὲς κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις

    短语 ἐν τῷ πρὸ τούτου τῷ μείζονι 指代在此卷之前的“大阿尔法卷”(形而上学第1卷)。主语性短语 τινὲς κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις 虽为主格复数,与及物及主动态动词 εἶπε 在严格格位上存在破格(anacoluthon),但在句法语义上毫无疑义地表达“他述说了若干关于智者的普遍前概念”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:183.14-184.27