- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:182.20-183.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》卷B第2章(996a21)中以数学中缺乏动力因和目的因、几何学不诉诸“更好”、以及阿里斯提波的批评为由论证并不存在一门通达所有原因的唯一样科学,亚历山大指出了这一论辩所具有的误导性(并非某些对象缺乏全部原因就意味着不存在统摄一切原因的科学),并阐明了理论沉思性学科中同样存在作为目的的真理。
τὸ δὲ οὐδὲ εἶναί τι αὐτοαγαθὸν ὡς ἴσον εἶπε τῷ οὐδενί ἐστι ὡς τέλος ἀγαθόν· τὸ δὲ αὐτοαγαθὸν καθ’ αὑτὸ ἀγαθὸν καὶ τῇ αὑτοῦ φύσει, τὸ δὲ οὕτως ἀγαθὸν εἶπεν εἶναι τέλος. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παρέθετο τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὐκ ἔστιν οὔτε ποιητικὴ οὔτε ἡ ὡς τέλος αἰτία, οὐδὲ ἔστιν ἀπόδειξίς τις ἐν γεωμετρίᾳ τινὸς προσχρωμένη τῷ βέλτιον γὰρ οὕτως, οἷον τοῦ τὰς τριγώνου γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, διότι τοῦτο ἄμεινον, ὥσπερ ἐπὶ τῶν φύσει γιγνομένων καὶ τῶν κατὰ τέχνην κινουμένων τὸ οὗ ἕνεκα· οὐδὲ τὴν ἀρχὴν μέμνηταί τις γεωμετρῶν τοῦ ὡς τέλους αἰτίου.1 τούτου δ’ οὕτως ἔχοντος ἄλλαι ἄλλων ἂν εἶεν ἐπιστῆμαι αἰτίων γνωστικαί· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐκείνων ἐμνημόνευσεν. εἰπὼν δὲ περὶ τῶν μαθηματικῶν ὅτι μή ἐστιν ἐν αὐτοῖς τὸ τελικὸν αἴτιον, ὅπερ ἐστὶ τὸ ἀγαθόν, εἰς βεβαίωσιν τούτου παρατίθεται τὴν κατὰ τοὺς σοφιστὰς ἱστορίαν, καὶ Ἀριστίππου μνημονεύει, ὃς καὶ αὐτὸς ὁμοίως ἄλλοις τισὶ τῶν σοφιστῶν ἔλεγε τὰς μαθηματικὰς ἐπιστήμας, ὡς καὶ τῶν εὐτελεστάτων τεχνῶν καταδεεστέρας· ἐκείνων μὲν γὰρ ἑκάστης εἶναί τι τέλος καὶ ἀγαθὸν προσκείμενον καὶ μεμνῆσθαι αὐτὰς ἐν τοῖς γιγνομένοις ὑπ’ αὐτῶν τοῦ ὅτι βέλτιον γὰρ οὕτως, τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν αἴτιον τοιοῦτον μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν. δοκεῖ δὲ ἐν τῷ λόγῳ τούτῳ παραγωγή τις πάλιν εἶναι·2 οὐ γὰρ εἰ ἔν τισι τῶν ἐπιστητῶν μὴ πάντα ἐστὶ τὰ αἴτια, διὰ τοῦτο οὐκ ἔσται μιᾶς τὸ περὶ πάντων εἰδέναι. τῷ γὰρ αὐτῷ λόγῳ προσχρωμένους ἔνεστι δεῖξαι3 ὅτι ἐπεὶ ἔν τισιν ἐπιστητοῖς πάντα ἐστὶ τὰ αἴτια, μιᾶς ἐπιστήμης εἴη τὸ εἰδέναι αὐτά· οὐ γὰρ εἰ μὴ πᾶσαι πάντα, ἀλλ’ εἰσί τινες ἐν αἷς τινα ἐξ αὐτῶν, ἤδη διὰ τοῦτο οὐδεμία ἔσται ἡ πάντα εἰσομένη, ὡς μετ’ ὀλίγον καὶ αὐτὸς ἐνδείξεται ζητῶν, ἐν αἷς πάντα τὰ αἴτια τῷ ἔχειν τὸ ὑποκείμενον αὐταῖς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν μάλιστα ἡ τοῦ προκειμένου ἐπιστήμη γίγνεται. ἔτι δὲ καὶ οὐ πᾶν ἀγαθὸν τῇ αὑτοῦ φύσει πρακτέον ἐστίν, ἀλλ’ ἔστι τὸ μὲν πρακτέον ἀγαθόν, τὸ δὲ θεωρητικὸν καὶ οὐ πρακτέον, ὅ ἐστι καὶ ἐν τοῖς μαθηματικοῖς· ἡ γὰρ ἀλήθεια ἡ περὶ ἐκεῖνα ἀγαθὸν οὖσα ἐκείνοις τέλος. τοιοῦτον γὰρ καὶ τὸ τῆς σοφίας τέλος· ἡ γὰρ τοῦ κυριωτάτου τε καὶ ἀρίστου τῶν ὄντων καὶ μάλιστα ὄντος γνῶσις μέγιστον οὖσα ἀγαθὸν ἐκείνῃ τέλος.
而他所说的“也没有任何善自身”,等同于“没有任何事物存在作为目的的善”;因为善自身是依自身且凭其自身本性而为善者,而他曾说如此为善者便是目的。至于情况确是如此,他引证了数学对象;因为在这些事物中,既无动力因也无作为目的的原因,几何学中也没有任何关于某事的证明会附带采用“因为如此更好” ——例如由于这样更好,三角形的内角便等于两直角,就像在依自然生成的事物和依技艺被推动的事物中的“所为之目的”那样;几何学者甚至根本不会提及作为目的的原因。而情况既然如此,不同的科学就会认知不同的原因;因为他是为了确立这一点才提及那些事情的。在论及数学对象中并不存在目的因(即善)之后,为了证实这一点,他引述了关于智者派的记载,并提到了阿里斯提波,后者与某些其他智者一样,也声称数学诸科学甚至不如最微贱的技艺;因为在那些[微贱技艺]中,每一门都有某种目的和善作为归宿,并且在由它们产生的事物中提及“因为如此更好”,而数学诸科学则没有任何此类原因,也不对善与恶做任何论说。然而,在这一论证中似乎又存在某种误导;因为即便在某些认识对象中并非所有的原因都存在,也并不因此便不属于一门科学去认识所有[原因]。因为运用同样的论据便能够表明,既然在某些认识对象中所有的原因都存在,那么认识它们就会属于一门科学;因为即使并非所有的[科学都认识]全部[原因],而是存在一些在其中具有部分原因的科学,也绝不因此便不会有任何一门将认识所有[原因]的科学——正如稍后他自己也将通过探究所指出的那样:在那些由于其所居基础对象具有四种原因而包含所有原因的[科学]中,主要依照对哪一种原因的认识,关于当前论题的科学才得以成立。再者,并非一切因其自身本性而为善者都是应行之事(实践行动的对象),而是存在着一方面应行之善,另一方面则是观相的且不属于应行之事的善,而这正是数学对象中所具有的;因为关于它们的真理作为一种善,乃是它们的最终目的。因为智慧的目的也是如此;因为对存在者中最权威、最卓越且最具真实存在者的认识,作为最大的善,乃是它[智慧]的目的。
- 3.16οὐδὲ τὴν ἀρχὴν μέμνηταί τις γεωμετρῶν τοῦ ὡς τέλους αἰτίου
τὴν ἀρχήν 虽是宾格名词,但与否定词 οὐδέ 连用时充当副词性宾格,意为“根本”、“起初”。主语是不定代词 τις(“任何研究几何学的人”)。
- 3.16παραγωγή τις πάλιν εἶναι
παραγωγή 在辩证论争的语境中是指“误导”、“转移论题”或“牵强推论”。亚历山大在此批判性地指出,亚里士多德为了构建疑难而提出的论据具有误导性,而非严格的论证。
- 3.16τῷ γὰρ αὐτῷ λόγῳ προσχρωμένους ἔνεστι δεῖξαι
对于无人称动词 ἔνεστι(“有可能”),宾格分词 προσχρωμένους 作为不定式 δεῖξαι 的逻辑主语。此处未用与格而用宾格,是因为泛指任何运用该论证的人。
