- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:181.24-182.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德的引文(996a21),阐述了从认识对象出发证明不存在一门统辖所有原因的单一认知性科学的论证,指出不动事物和数学对象既不具有动力因,也不具有作为善的目的因。
" Ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι." Καὶ αὕτη ἡ ἐπιχείρησις πρὸς τὸ μὴ εἶναι πάντων τῶν αἰτίων μίαν ἐπιστήμην γνωστικήν. ἀπὸ δὲ τῶν ἐπιστητῶν ποιεῖται τὴν ἐπιχείρησιν· εἰ γὰρ μὴ φαίνοιτο πάντα τὰ ἐπιστητὰ πάσας ἔχοντα τὰς αἰτίας, αἱ δὲ ἐπιστῆμαι τῶν οἰκείων ἐπιστητῶν εἰσι γνωστικαί, δηλονότι καὶ τὰ αἴτια ταῦτα ἂν εἰδείη (ἑκάστη), ἅ ἐστιν ἐν τοῖς οἰκείοις ἐπιστητοῖς αὐτῆς. οὕτω τε ἂν ἄλλη ἄλλων εἴη γνωστικὴ ἐπιστήμη αἰτίων· τῶν γὰρ ἐν τοῖς οἰκείοις ἐπιστητοῖς. ὅτι δὲ μὴ πάντα τὰ αἴτια ἐν πᾶσι τοῖς ἐπιστητοῖς δείκνυσιν ἐπὶ τῶν ἀκινήτων· τὰ γὰρ ἀκίνητα ἂν εἴη λέγων τὰ ἀγένητά τε καὶ ἄφθαρτα, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι καὶ τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἔστιν αἴτιον, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἂν εἴη ἐν τοῖς ἀγενήτοις καὶ ἀκινήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ἀλλ’ οὐδὲ ἡ τοῦ ἀγαθοῦ φύσις (αὕτη δέ ἐστι τὸ τέλος καὶ τὸ οὗ ἕνεκα) ἐν τούτοις ἐστίν· τὸ γὰρ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενός, τὸ δὲ τοιοῦτον τέλος. ἀλλὰ μὴν τὸ τέλος καὶ τὸ τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ἐν τούτοις, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὕτη ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἁπλῶς· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. βουλόμενος δὲ δεῖξαι ὅτι οὐδὲ ἡ κατὰ τὸ τέλος αἰτία ἐν πᾶσίν ἐστιν, ὥσπερ οὖν οὐδὲ ἡ ποιητική (ἐν γὰρ τοῖς ἀκινήτοις οὐδετέρα), οὐκ αὐτόθεν εἶπε τὴν κατὰ τὸ τέλος αἰτίαν μὴ εἶναι ἐν αὐτοῖς, ἀλλὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ᾗ συμβέβηκε τέλει εἶναι·1 διὸ καὶ προβιβάζει ἀπὸ τοῦ ἀγαθοῦ ἀρξάμενος, ὅτι μηδὲ ἡ ὡς τέλος αἰτία ἐστὶν ἐν τοῖς ἀκινήτοις, δεικνὺς τὸ ἀγαθὸν τέλος ἐν πᾶσιν ὄν. ἐπεὶ δέ ἐστί τινα ἀγαθὰ καὶ ποιητικά, ποῖα ἀγαθὰ τελικά ἐστιν ἐδήλωσεν εἰπὼν εἴπερ ἅπαν, ὃ ἂν ᾖ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, τέλος ἐστίν. λαβὼν δὲ τὸ ἀγαθὸν τὸ καθ’ αὑτὸ ὡς τέλος αἴτιον εἶναι, δείξας ὅτι τὸ ὡς τέλος αἴτιον πράξεώς τινός ἐστι τέλος, αἱ δὲ πράξεις πᾶσαι μετὰ κινήσεως (αἵ τε γὰρ κατὰ τὰς ἀρετὰς ἐνέργειαι σκοπὸν ἔχουσαι τὸ καλὸν μετὰ κινήσεως γίγνονται, ἀλλὰ καὶ τῶν τεχνῶν ἑκάστη ἀγαθοῦ τινος ἐφιεμένη δι’ ἐνεργείας τε καὶ κινήσεως αὐτοῦ τυγχάνει), διὰ τούτων ἔδειξεν ὅτι ἐν τοῖς ἀκινήτοις οὐκ ἔστιν ἡ κατὰ τὸ ἀγαθὸν τε καὶ τὸ τέλος αἰτία.
“此外,在许多存在者中,并非所有的[原因]都存在。” 这一论争也是为了说明并不存在一门关于所有原因的认知性科学。他是从认识对象出发进行论辩的;因为如果显明并非所有的认识对象都具有全部原因,而各门科学是认知其各自固有的认识对象的,那么显然,每一门科学也就会认识那些存在于其固有认识对象之中的原因。这样一来,便会是一门科学认知某些原因,而另一门科学认知另一些原因;因为它们认知的是存在于其固有认识对象之中的原因。至于并非所有的原因都存在于所有的认识对象中,他在不动的事物上予以表明;因为他所说的不动事物,大概是指无生成且不灭的事物,而他所谓的运动始原是指动力因。在不动的事物中,他也归入了数学对象;因为在这些事物中,既不存在作为运动之始原所由出的原因,而这就是动力因;因为在无生成且不动的事物中,如何能有动力因和致动因呢?然而,善的本性(这正是目的和所为之目的)也不在这些事物中;因为作为善的原因,是其他事物为了它而存在,而它自身不为了任何事物存在的原因,而这样的事物就是目的。但是,目的以及为了某种目的而做出先于目的之事,存在于实践行动中,并且存在于诸科学中具有制作性和实践性的科学中;而在凡有制作与实践行动的地方,运动也在其中,因此在不动的事物中,也不会有这一目的因,即在自身本性上且绝对意义上的善;因为他所说的“依自身”和“通过其自身本性”大概指的就是这一点,他也称之为善自身。由于他希望表明按照目的的原因并非存在于所有事物中,正如同动力因也不存在一样(因为两者都不在不动的事物中),他没有直接说按照目的的原因不在它们之中,而是说具有碰巧作为目的这一属性的善的本性不在其中;因此,他从善出发进而推进论证,说明作为目的的原因也不在不动的事物中,并指出善在一切事物中都是目的。然而,由于某些善也是致动性的,他便通过声称“如果凡是依自身且通过自身本性而为善者皆为目的”,阐明了何种善是目的性的。在采纳了依自身的善是作为目的的原因,并表明了作为目的的原因是某种实践行动的目的,而一切实践行动皆伴随运动(因为依据德性的现实活动以崇高为目的,是伴随运动而发生的,而且各门技艺中的每一门在企求某种善时,也是通过现实活动与运动而达到它的)之后,他通过这些表明了在不动的事物中不存在按照善与目的的原因。
- 3.16ἀλλὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ᾗ συμβέβηκε τέλει εἶναι
关系代词 ᾗ(与格阴性单数)修饰先行词 φύσιν,意为“对于它(善的本性)而言碰巧作为目的存在”。此处为 συμβέβηκε 搭配与格及不定式谓词(τέλει εἶναι)的结构,表明“作为目的”是善的本性所附带具有的规定性,而非二者在最初直接等同。
- 3.16λαβὼν δὲ τὸ ἀγαθὸν τὸ καθ’ αὑτὸ ὡς τέλος αἴτιον εἶναι, δείξας ὅτι τὸ ὡς τέλος αἴτιον πράξεώς τινός ἐστι τέλος, αἱ δὲ πράξεις πᾶσαι μετὰ κινήσεως (αἵ τε γὰρ κατὰ τὰς ἀρετὰς ἐνέργειαι σκοπὸν ἔχουσαι τὸ καλὸν μετὰ κινήσεως γίγνονται, ἀλλὰ καὶ τῶν τεχνῶν ἑκάστη ἀγαθοῦ τινος ἐφιεμένη δι’ ἐνεργείας τε καὶ κινήσεως αὐτοῦ τυγχάνει), διὰ τούτων ἔδειξεν ὅτι ἐν τοῖς ἀκινήτοις οὐκ ἔστιν ἡ κατὰ τὸ ἀγαθὸν τε καὶ τὸ τέλος αἰτία.
该长句的骨干结构由两个不定过去分词引导至主动词:“λαβὼν δὲ ..., δείξας ὅτι ..., διὰ τούτων ἔδειξεν ὅτι ...”(在采纳了……、并表明了……之后,通过这些表明了……)。分词 λαβών 和 δείξας 表示先行步骤,其后插入了对前提进行论证的长括号句(αἵ τε γὰρ ... τυγχάνει),最后以 διά τούτων 对前述要点加以总结并引出主句动词 ἔδειξεν。
未在正文中定位
