← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§180.16-181.23

重回第一道难题与统摄所有原因的科学

亚历山大注解了亚里士多德就原理的致动性与数学对象的实体性提出疑难,随后返回到是否有一门统摄所有原因的单一科学这第一道难题之处(996a11)。他将否定所有原因同属一门科学的论证重构为第二格三段论,并指出了其在命题换位与等价逆换上的逻辑漏洞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15

" Ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν 〈ἂν〉 παράσχοι πολλήν." Ὃ ζητεῖ ἔστιν, ὅτι πότερον1 αἱ ἀρχαὶ ἀρχαί εἰσι τῷ κινεῖν καὶ ποιεῖν τὰ ὧν εἰσιν ἀρχαὶ ἢ ἄλλως· δοκεῖ γὰρ ἡ μέν τις εἶναι κινητικὴ ἀρχή, ὡς ἡ ποιητική, ἡ δὲ οὐκέτι, ὡς ἡ ὑλική. δύναται λέγεσθαι καὶ τοιοῦτόν τι, πότερον κινούμεναι αὗται αἱ ἀρχαὶ αἰτίαι τοῖς ἐξ αὐτῶν ἢ αὐταὶ ἀκίνητοι οὖσαι, ὥσπερ τὰς ἰδέας ἔλεγον οἱ λέγοντες· τοιοῦτον δὲ καὶ τὸ πρῶτον αἴτιον. ἢ δύναται ἐκ τοῦ προειρημένου ἀκούεσθαι, πότερον αἱ ἀρχαὶ κινοῦνται καὶ μεταβάλλουσιν εἰς ἀλλήλας ἢ εἰσὶν ἀμετάβλητοι. πρὸς δὲ τούτοις ἄξιόν φησιν ἀπορῆσαι καὶ περὶ τῶν μαθηματικῶν· μαθηματικὰ γὰρ οἵ τε ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα (λέγοι δ’ ἂν τὰ ἐπίπεδα, τρίγωνον, τετράγωνον, κύκλον, τὰ τοιαῦτα), ἔτι αἱ στιγμαί· περὶ δὲ τούτων πότερον οὐσίαι καὶ ταῦτα, ὡς δοκεῖ τισιν, ἢ οὔ, καὶ εἰ οὐσίαι, πότερον κεχωρισμέναι τῶν αἰσθητῶν καὶ αὐταὶ καθ’ αὑτὰς ἢ ἐν τούτοις τὸ εἶναι τοῖς μαθηματικοῖς. προειπὼν δὲ περὶ ὧν φησι δεῖν προαπορῆσαι, φησὶν ὅτι περὶ τούτων οὐ μόνον χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν πῶς ἔχει (ἔστι γὰρ ἡ εὕρεσις τῆς ἐν τοῖς προειρημένοις ἀληθείας τὸ κεφάλαιον τῆς προκειμένης ἐπιστήμης), ἀλλὰ καὶ τὸ διαπορῆσαι περὶ αὐτῶν χαλεπόν. Καὶ ἐπάνεισί γε ἐπὶ τὸ περὶ οὗ πρῶτον ἀπορήσειν προέθετο, ἦν δὲ τοῦτο, πότερον μιᾶς ἐπιστήμης περὶ πασῶν τῶν ἀρχῶν καὶ πάντων τῶν αἰτίων εἰπεῖν ἢ πλειόνων, καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλης. καὶ πρῶτον εἰς τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης τὸ περὶ πάντων εἰπεῖν τῶν αἰτίων ἐπιχειρεῖ. πρὸς ὃ πρῶτον μὲν τοιούτῳ τινὶ δυνάμει λόγῳ χρῆται. ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις, οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφερόντων κατ’ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ λόγος ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν πρώτην εἰλημμένην πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλ’ ἔστιν ὑγιὲς τὸ τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην· διὸ καὶ τὸ τούτῳ ἀντιστρέφον τὸ ὧν μή ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ταῦτα μὴ εἶναι ἐναντία, οὐκ ἔστι τῷ προειρημένῳ τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη ταῦτα ἀλλήλοις ἐναντία ταὐτόν.2 ἐκείνως μὲν γὰρ ἀξιοῦται μόνων τῶν διαφερόντων κατ’ εἶδος, εἰ ἐναντία εἶεν, τὴν αὐτὴν ἐπιστήμην εἶναι (τοῦτο γὰρ λέγει ὁ λέγων μιᾶς μὲν γὰρ ἐπιστήμης πῶς ἂν εἴη μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν), ἐνταῦθα δὲ εἴληπται μὲν τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, οὐ μὴν καὶ μόνων· οὐ γὰρ κεκώλυται εἶναί τινῶν ἡ αὐτὴ ἐπιστήμη καὶ μὴ ἐναντίων· οὐ γὰρ ἔστι τὰ κατὰ γεωμετρίαν ἐναντία ἀλλήλοις. ἀλλὰ καὶ ἡ φυσικὴ καὶ ἡ πρακτικὴ φιλοσοφία διαφέρουσαι κατ’ εἶδος, οὐ μὴν οὖσαι ἐναντίαι, ὑπὸ μίαν ἐπιστήμην εἰσίν. ἔτι ἐρεῖ τις δύνασθαι καὶ τὰς ἀρχὰς ἀνάγεσθαι εἰς ἀντικείμενα τό τε ποιητικὸν καὶ τὸ παθητικόν, εἴ γε ἡ μὲν ὕλη παθητική, τὰ δὲ παρὰ τὴν ὕλην τρία αἴτια εἰς τὸ εἰδικὸν ἀνάγεται, τοῦτο δὲ ποιητικόν· πᾶν γὰρ τὸ ποιοῦν κατὰ τὸ εἶδος καὶ τὴν τελειότητα ἣν ἔχει ποιεῖ.

“此外,是以别的方式还是按照运动;因为这些也会提供极大的疑难。” 他所探求的是,诸原理究竟是通过推动并创制它们作为其原理的诸事物而是原理,还是以别的方式;因为某种原理看似是致动的,如动力因,而另一种则不再如此,如质料因。也可以作这样的理解:这些原理究竟是在自身运动的同时成为来自它们之物的原因,还是自身不动而是原因,正如那些主张相论的人所言;而第一原因也是如此。或者根据前文也可以理解为:诸原理究竟是运动并相互转化,还是不可转化的。除此之外,他说关于数学对象也值得提出疑难;因为数学对象是数、长度和图形(他所指的可能是平面、三角形、正方形、圆及诸如此类者),此外还有点;而关于这些,究竟正如某些人所认为的那样它们也是实体,还是并非如此;如果是实体,究竟是与感觉对象相分离且自身独立存在,还是数学对象之存在就在于这些感觉对象之中。在预先阐述了他声称必须预先研讨的问题之后,他说关于这些不仅难以发现真理究竟如何(因为发现前述诸事中的真理乃是当前这门科学的首要之义),而且就它们彻底研讨疑难也是困难的。并且他返回到他最初打算提出疑难的问题,即关于所有原理和所有原因进行论述究竟属于一门科学,还是按照每种形式的原因而各不相同地属于多门科学。首先,他论证了关于所有原因进行论述并不属于同一门科学。针对这一点,他首先在实质上运用了如下的论述:“形式相异的事物中,凡属于同一门科学的,彼此相反;但诸原因彼此并不相反;因此,形式相异的诸原因不属于同一门科学。”诚然,这一论述处于第二格,就式而言是健全且具有推论性的,但其所采纳的第一前提并非真实;因为“形式相异的事物中凡属于同一门科学的彼此相反”并非真实,健全的命题乃是“相反之物属于同一门科学”;因此,与此等价逆换的命题即“不属于同一门科学的事物并非相反”,与前述的“凡属于同一门科学的事物彼此相反”并非同一。因为在前一种说法中,被主张的是形式相异的事物唯有若是相反者,才属于同一门科学(声称“如果原理并非相反,认识它们如何能属于同一门科学”的人所言即是此意);而在此处,虽然采纳了相反之物属于同一门科学,但绝非仅限于它们;因为并不妨碍某些并非相反的事物也属于同一门科学;因为几何学中的对象彼此并不相反。不仅如此,自然哲学与实践哲学虽然形式相异且并非相反,却属于同一门科学。此外,有人会说诸原理也可以归结为对立者,即施动者与受动者,若质料确实是受动的,而质料之外的三种原因归结为形式因,而形式因是施动的;因为凡有所作用者,皆依照其所具有的形式与完满性而起作用。

语法注2 条
  1. 3.15Ὃ ζητεῖ ἔστιν, ὅτι πότερον

    主格关系从句 Ὃ ζητεῖ 位于句首,在主动词 ἔστιν 之后连用连词 ὅτι 与间接疑问小词 πότερον。此处的 ὅτι 充当引出补足语从句的冗余标记,实际的疑问内容由 πότερον 以下的选择性间接疑问从句承担。

  2. 3.15διὸ καὶ τὸ τούτῳ ἀντιστρέφον τὸ ὧν μή ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ταῦτα μὴ εἶναι ἐναντία, οὐκ ἔστι τῷ προειρημένῳ τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη ταῦτα ἀλλήλοις ἐναντία ταὐτόν

    长句中多重冠词结构相互嵌套。主语为 τὸ τούτῳ ἀντιστρέφον(与此等价逆换者),其后的不定词短语 τὸ ὧν μή ἐστιν... μὴ εἶναι ἐναντία 构成其同位语。表语为 οὐκ ἔστι ... ταὐτόν(与……并非同一),支配与格短语 τῷ προειρημένῳ(前述者),后者又由同位短语 τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη... 进一步具体说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:180.16-181.23