- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:179.6-180.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德提出的两个疑难进行注解:诸原理在数量上还是在形式上被限定(996a1),以及最困难的一和存在本身是实体还是偶性的疑难(996a4),并结合先前的讨论与其他著作阐明其要旨。
" Ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι." Ζητῆσαι, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ αἰτίων, εἰ εἰσὶ πεπερασμέναι, πότερον κατὰ τὸ εἶδος μόνον εἰσὶ πεπερασμέναι * * * ὡς εἶναι ἓν κατὰ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν ἀριθμῷ ὕλην, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένον γε. τὸ γὰρ κατ’ εἶδος ἀπείρους ὑποτίθεσθαι τὰς ἀρχὰς ὡς ἄτοπόν τε παρῃτήσατο καὶ ὡς δεδειγμένον ἐν τῷ πρὸ τούτου. δέδεικται δὲ ἐν τῷ πρὸ τούτου καὶ ὅτι καθ’ ἕκαστον εἶδος αἰτίου πεπερασμένα τὰ αἴτια. ζητῆσαι δέ φησιν ὁμοίως δεῖν τοῦτο περί τε τῶν εἰδικῶν αἰτίων (ταῦτα γάρ ἐστι τὰ ἐν τῷ λόγῳ· ταῦτα γὰρ καθ’ ἃ ὁ λόγος ἑκάστου καὶ ὁ ὁρισμός) καὶ περὶ τῶν ὑλικῶν· ταῦτα γὰρ τὰ ὑποκείμενα. εἰ δὲ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν αἴτιον εἴδη καὶ αὐτά, ὡς εἶπεν ἐν Φυσικῇ ἀκροάσει, περὶ πάντων ἂν εἴη τῶν αἰτίων εἰρηκώς. δύναται καὶ τὰ μὲν ἐν τοῖς λόγοις αἴτια εἰρηκέναι περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν ἀρχῶν1 (αὗται δέ εἰσι τὰ ἀξιώματα· καὶ γὰρ ἤδη τούτων ἐμνημόνευσε), τὰ δὲ ἐν τῷ ὑποκειμένῳ τὰς τῶν οὐσιῶν ἀρχάς· ὑποκείμεναι γὰρ αἱ οὐσίαι. προστίθησι δὲ ταύτῃ τῇ ἀπορίᾳ ὡς ἄξιον προσαπορεῖσθαι, πότερον αἱ αὐταὶ ἀρχαί εἰσι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων ἢ ἕτεραι· καὶ εἰ ἄλλαι, πότερόν εἰσι πᾶσαι ἄφθαρτοι ἢ τῶν μὲν φθαρτῶν φθαρταί, ἄφθαρτοι δὲ τῶν ἀφθάρτων.
“此外,诸原理在数量上还是在形式上被限定。” 他说,如果诸原理和原因有限,还必须探求它们究竟仅在形式上有限 * * * 以致动力因在数量上为一个,质料在数量上也为一个,其余各者亦同样如此;还是即使按照每种形式的原因而言原因在数量上并非为一个,但至少也是有限的。因为他将假定原理在形式上无限不仅作为荒谬之事加以拒斥,而且也作为在此之前的一卷中已被证明者而予以排除。在此之前的一卷中也已表明,按照每种形式的原因而言诸原因皆是有限的。但他说必须同样探求这一点,既关于形式因(因为这些乃是言明中的原因;因为各事物的言明与定义皆依据它们),也关于质料因;因为这些乃是基体。如果动力因与目的因正如他在《自然学》中所言其自身也是形式,那么他就已经论及了所有原因。也有可能他所谓的言明中的原因是指论证中的原理(这些乃是公理;因为他此前确实已经提及它们),而基体中的原因是指实体的原理;因为诸实体乃是基体。他还在这一疑难中补充道,作为值得进一步讨论的问题,可消灭之物与不可消灭之物的原理是相同还是相异;如果不同,是否全都不可消灭,抑或可消灭之物的原理可消灭,而不可消灭之物的原理不可消灭。
"Ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, 〈πότερον〉 τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων 〈ἔλεγεν〉, οὐχ ἕτερόν τί ἐστιν." Ἡ ἀπορία, ἣν πλείστην παρέχειν φησὶν ἀπορίαν, ἔστιν αὕτη, πότερον τὸ ἓν καὶ τὸ ὂν αὐτὰ οὐσίαι εἰσὶ καὶ τῶν ὄντων ἀρχαί (τοῦτο γὰρ εἶπε διὰ τοῦ ἀλλ’ οὐσίαι τῶν ὄντων), ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς καὶ Πλάτωνι λέγοντι αὐτό τι ὂν καὶ αὐτό τι ἕν (ἐμνημόνευσε δὲ τῆς δόξης ταύτης καὶ ἐν τῷ περὶ τοῦ ἀπείρου λόγῳ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν τῷ Α τῆσδε τῆς πραγματείας τῷ μείζονι), ἢ ἄλλαι τινὲς φύσεις ὑπόκεινται, ταῦτα δὲ τό τε ἓν καὶ τὸ ὂν ἐκείναις συμβέβηκεν, ὡς ἔλεγον οἱ φυσικοί, ἢ ὕδωρ ἢ ἀέρα ἢ φιλίαν ἢ νοῦν ἤ τι τοιοῦτον ὑποτιθέμενοι τῶν ὄντων ἀρχήν· ἐκείνοις γὰρ ἔλεγον ταῦτα συμβεβηκέναι τό τε ἓν καὶ τὸ ὄν. ἔτι πότερον αἱ ἀρχαὶ ἐν οἰκείᾳ ὑποστάσει εἰσὶ καὶ καθ’ αὑτὰς ὡς τὰ καθ’ ἕκαστα τῶν ὄντων, ἢ οὔ, ἀλλ’ ὡς τὰ γένη καὶ τὰ καθόλου καὶ κοινά, οἷς ἐν τῷ κατηγορεῖσθαι τῶν καθ’ ἕκαστα τὸ εἶναι.2 εἴη δ’ ἂν αὕτη ἡ ἀπορία διαφέρουσα τῆς ἀπορηθείσης πρὸ ὀλίγου τῆς “καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον” τῷ ἐπ’ ἐκείνης μὲν ζητεῖσθαι3 εἰ τὰ ἐνυπάρχοντα τοῖς καθ’ ἕκαστα εἰς ἃ διαιρεῖται ἀρχαὶ αὐτῶν, μὴ τὰ κοινὰ τὰ κατηγορούμενα αὐτῶν, ἐνταῦθα δὲ καὶ κοινῶς καὶ καθόλου ζητεῖσθαι περὶ τῶν ἀρχῶν, πότερον οὕτως εἰσὶν ὡς τὰ κοινά, ἃ οὐκ ἔχει κατ’ ἰδίαν ὑπόστασιν, ἢ οὕτως ὡς τὰ καθ’ ἕκαστα. καὶ εἰ οὕτως, ἔτι πότερον δυνάμει εἰσὶν αἱ ἀρχαί, ὡς ἡ ὕλη δοκεῖ, ἢ κατ’ ἐνέργειαν ὑφεστήκασιν, ὡς καθ’ οὓς πῦρ ἤ τι τῶν σωμάτων στοιχεῖόν ἐστιν.
“此外,在一切之中最困难且包含最大疑难的是,一和存在是否正如毕达哥拉斯派和柏拉图所说的那样,并不是某种别的事物。” 他所说带来最大疑难的问题乃是这个:一和存在本身究竟是实体以及存在之物的原理(因为他通过“而是存在之物的实体”所指的正是此意)——正如毕达哥拉斯派以及声称存在自身和一自身的柏拉图所认为的那样(他在《自然学》第Γ卷关于无限的论述中以及在本著作的大阿尔法卷中都提到了这一观点)——还是另有某些本性作为基体横亘于其下,而一与存在这两者乃是它们的偶性——正如那些假定水、气、友爱、理智或某种此类事物为存在之物原理的自然哲学家所说的那样(因为他们说一与存在是附属于那些事物的)。此外,诸原理究竟是如存在之物中的个别事物那样处于固有的自存之中且自身独立存在,还是并非如此,而是如同类、普遍与共相那样,其存在就在于被述谓于个别事物。这一疑难不同于不久前所提出的那个疑难——即“原理和元素究竟是类,还是各事物在其中分解的内在构成部分”——其不同之处在于,在前一个疑难中所探求的是,个别事物所分解于其中的内在构成部分是否为它们的原理,而非述谓于它们的共相;而在此处则是普遍且全般地就诸原理进行探求,它们究竟是像那些没有固有自存的共相那样存在,还是像个别事物那样存在。如果是后者,诸原理究竟是如质料看似的那样以潜能存在,还是如那些主张火或某种物体为元素的人所认为的那样以现实自存。
- 3.13δύναται καὶ τὰ μὲν ἐν τοῖς λόγοις αἴτια εἰρηκέναι περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν ἀρχῶν
非人称动词 δύναται 支配完成时不定词 εἰρηκέναι,不定词的逻辑主语隐含补出亚里士多德,用于提出注解者自身的另一种构文解释(“也可以解释为他谈论的是……”)。
- 3.14οἷς ἐν τῷ κατηγορεῖσθαι τῶν καθ’ ἕκαστα τὸ εἶναι
关系代词与格 οἷς 作为所属与格与主语 τὸ εἶναι 连用,带介词的定冠词不定词短语 ἐν τῷ κατηγορεῖσθαι 则充当述语表示其自存方式(“其存在就在于被述谓于个别事物之物”)。
- 3.14τῷ ἐπ’ ἐκείνης μὲν ζητεῖσθαι εἰ... ἐνταῦθα δὲ... ζητεῖσθαι
带冠词不定词与格 τῷ ζητεῖσθαι 表示相异的基准与依据,修饰分词 διαφέρουσα,其内部通过相关词 ἐπ’ ἐκείνης μὲν 与 ἐνταῦθα δέ 统摄了前后两个疑难探求焦点的对比。
