- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:178.3-179.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大分析并梳理了亚里士多德《形而上学》995b31–995b34中的两个疑难(在质料之外是否存在自身固有的原因,以及在综合体之外是否存在分离的形式),并结合早期自然哲学家及斯多亚派的学说阐明了论题的结构。
" Μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον, πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ’ αὑτό." Ὃ λέγει τοιοῦτόν ἐστιν. τῶν ἀρχαίων φυσικῶν τινες τὴν ὕλην αἰτίαν ὑποθέμενοι μόνον καθ’ αὑτήν, τὰ ταύτης πάθη κατὰ συμβεβηκὸς αἰτίας ἔλεγον, οὐ καθ’ αὑτά. καθ’ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤ τι ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο, ἐπεὶ καὶ μόνα καθ’ αὑτὰ ὄντα τούτων ἕκαστα κατ’ αὐτούς,1 κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ πυκνότης, ἡ σύγκρισις καὶ διάκρισις. οὗτοι μὲν οὖν τὴν ὕλην καθ’ αὑτὸ αἴτιον λέγοντες καὶ τὸ ὑποκείμενον, ἐτίθεντό τι αἴτιον καὶ ἄλλο, ἀλλὰ κατὰ συμβεβηκός· συμβεβηκότα γὰρ ταῦτα τῇ ὕλῃ. αὐτὸς δὲ νῦν οὐκ εἰ παρὰ τὴν ὕλην ἔστι τι κατὰ συμβεβηκὸς αἴτιον ζητεῖν φησι δεῖν, ἀλλ’ εἰ καθ’ ἑαυτό, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· οὐδὲ γὰρ ἔλαττον ἀλλὰ καὶ μᾶλλον ἂν φανεῖεν αἴτια τὰ ἄλλα τῆς ὕλης. ἀλλ’ εἰ καὶ ἔστι τι καθ’ αὐτὸ αἴτιον παρὰ τὴν ὕλην, καὶ ἄλλο τί φησι δεῖν ἐπισκέψασθαι, πότερον τοῦτό ἐστι κεχωρισμένον ὕλης καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστώς, ἢ ἐν τῇ ὕλῃ, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι. καὶ εἰ ἔστι τι αἴτιον χωριστὸν καὶ ἄυλον, πότερον ἓν τοῦτο κατ’ ἀριθμόν ἐστιν ἢ πλείω, περὶ ὧν αὐτὸς ἐν τῷ Λ τῆσδε τῆς πραγματείας λέγει.
“而尤其应当探求与考究的是,在质料之外是否存在某种自身固有的原因。” 他所说的是这样的意思。古代自然哲学家中的某些人仅将质料假定为自身固有的原因,而将质料的变异称为偶性的原因,并非自身固有的。因为在他们看来,自身固有的原因乃是气、水、居间物或他们假定为原理和元素的某种其他事物,因为按照他们的说法,只有这些当中的每一者才是自身固有的存在,而稀薄与浓厚、结合与分离则是偶性的。因此,这些人虽然称质料即基体为自身固有的原因,但也设定了另一种原因,不过是作为偶性而已;因为这些乃是质料的偶性。但他自己现在说,必须探求的不是在质料之外是否存在某种偶性的原因,而是是否存在某种自身固有的原因,正如他在《自然学》中所表明的那样;因为其他原因显现为原因不仅不逊于质料,甚至胜于质料。但是他说,即使在质料之外存在某种自身固有的原因,也必须考察另一件事:这究竟是脱离质料而独立自存的,还是存在于质料之中的——犹如内质形式那样,正如斯多亚派所认为的上帝及动力因存在于质料之中一样。如果存在某种分离且非质料的原因,它在数量上究竟是一个还是多个,关于这些,他自己在本著作的第Λ卷中进行论述。
"Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης." Σύνολον ἤτοι τὸ κοινὸν λέγει, τὸ κατὰ τῶν καθ’ ἕκαστα καὶ τῶν ἐν ὕλῃ εἰρηκώς· καὶ εἰ τοῦτο λέγει τὸ σύνολον, λέγοι ἄν, εἰ ἔστι τι παρὰ τὸ κοινὸν καὶ τὸ σύνολον, ὃ τοῦ ἐνύλου κατηγορεῖται, ἄλλο τι εἶδος κεχωρισμένον, ἢ οὐδέν ἐστι παρὰ τὸ κοινὸν εἶδός τι καὶ ἰδέα, ἢ τῶν μὲν τῶν δὲ οὔ, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν μήτε τῶν τεχνητῶν ἰδέας εἶναι· ἢ σύνολον λέγει τὸ συναμφότερον. εἰπὼν δὲ σύνολον, πῶς σύνολόν τί ἐστιν ἐδήλωσε, προσθεὶς ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἡ ὕλη μετά τινος εἴδους ληφθῇ. ἢ σύνολον τὸ ἔνυλον· καὶ εἴη ἂν ζητῶν πότερον ἔστι τι εἶδος κεχωρισμένον παρὰ τὸ ἔνυλον (τοῦτο γὰρ τῆς ὕλης κατηγορεῖται, καὶ ἔστι τὸ σύνολον ἡ ὕλη σὺν τῷ ἐν αὐτῇ εἴδει) ἢ οὐδέν ἐστι τοιοῦτον, ἢ τὰ μέν τινα εἴδη ἐστὶ κεχωρισμένα ὕλης, τὰ δὲ οὔ· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ ἢ τῶν μὲν τῶν δὲ οὔ. καὶ εἰ ἔστιν ὅλως ἄυλά τινα εἴδη, ὁπόσα ταῦτά ἐστι, περὶ ὧν, ὡς προεῖπον, ποιήσεται λόγον ἐν τῇ περὶ τῶν ἀνελιττουσῶν θεωρίᾳ.2 εἴη δ’ ἂν διὰ μὲν τῆς πρὸ ταύτης ἀπορίας ζητῶν εἰ ἔστι τι παρὰ τὴν ὕλην καὶ ἄλλο αἴτιον καθ’ αὑτό, καὶ εἰ ἔστι, πότερον κεχωρισμένον ὕλης ἢ σὺν ὕλῃ καὶ αὐτό, διὰ δὲ τῆς δευτέρας ἁπλῶς εἰ ἔστι τι εἶδος ἄυλον.
“以及在综合体之外是否存在某种事物;而我所谓的综合体,是指当某种东西被述谓于质料时而言。” 他所谓的“综合体”,或者是就述谓于个别事物及质料中事物而言的共相;如果他以此指综合体,那么他或许是在探求:在被述谓于内质事物的共相及综合体之外,是否存在某种其他的分离形式,还是在共相之外不存在任何形式即相,抑或对于某些事物存在而对于另一些事物不存在——正如那些声称反乎自然的事物和人工制品都没有相的人所主张的那样;或者他所谓的“综合体”是指由二者合成的复合体。他在说了“综合体”之后,通过补充“当某种东西被述谓于质料时”,即当质料与某种形式一同被把握时,表明了某物是如何成为综合体的。抑或综合体是指内质的事物;而他所探求的或许是在内质事物之外是否存在某种分离的形式(因为这种形式被述谓于质料,而综合体乃是质料连同其内在形式),或者根本没有此类事物,抑或某些形式脱离质料而其他形式则不然;因为他通过“抑或对于某些事物存在而对于另一些事物不存在”所表达的正是此意。如果根本存在某种非质料的形式,它们究有多少,关于这些,正如我先前所说,他将在关于逆转天球的观照中予以论述。因此,通过前一个疑难,他探求的是在质料之外是否存在另一种自身固有的原因,如果存在,它是脱离质料还是其自身也伴随着质料;而通过第二个疑难,他探求的则是根本上是否存在某种非质料的形式。
- 3.11ἐπεὶ καὶ μόνα καθ’ αὑτὰ ὄντα τούτων ἕκαστα κατ’ αὐτούς
在由表示原因的连词 ἐπεί 引导的从句中,名词短语 τούτων ἕκαστα(这些当中的每一者)充当主语,而 μόνα καθ’ αὑτὰ ὄντα(唯一自身固有的存在物)充当表语名词,其系动词(ἦν)被省略。此处的分词 ὄντα 乃是中性复数主格的名词化用法(“存在物”),而非附加分词句结构。
- 3.12ἐν τῇ περὶ τῶν ἀνελιττουσῶν θεωρίᾳ
阴性复数属格现在分词 τῶν ἀνελιττουσῶν(解开/逆转者)在此作名词化用法,其修饰的名词 σφαιρῶν(球体/天球)在语境中显而易见因而被省略。这指代的是《形而上学》第Λ卷第8章中,亚里士多德为了修正欧多克索斯和卡利普斯的同心球模型而引入的“逆转天球”的理论。
