← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§176.17-178.2

关于自身固有偶性与原理的疑难

亚历山大阐释了亚里士多德在《形而上学》B卷第1章(995b18–27)中提出的第四至第七个疑难,涉及实体的自身固有偶性、诸如同一与相反等共通概念及其属性,以及原理究竟是属还是内在组成元素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7

" Καὶ πότερον περὶ τὰς οὐσίας μόνον ἡ θεωρία ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ ταῖς οὐσίαις." Τὰ συμβεβηκότα λέγει τὰ καθ’ αὑτὸ ὑπάρχοντα, ἵνα ᾖ τὸ λεγόμενον, πότερον περὶ τῶν οὐσιῶν ὁ σοφὸς μόνον διαλήψεται ἢ καὶ περὶ τῶν καθ’ αὐτὰ ὑπαρχόντων. ἔστι δὲ καθ’ αὑτὰ ὑπάρχοντα κυρίως τὰ ἐν τοῖς ὁρισμοῖς παραλαμβανόμενα. περὶ μὲν τούτων ἀναγκαῖος ὁ λόγος αὐτῷ· οὐδὲ γὰρ ἄλλως οἷόν τε περί τινων ἐπιστήμην λαβεῖν χωρὶς τοῦ γιγνώσκειν τὰ οὕτως ὑπάρχοντα. λέγει δὲ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀχώριστα καὶ ἴδια καὶ ἐγγὺς οὐσιώδη, δι’ ὧν εἰώθασι καὶ οἱ δι’ ὑπογραφῆς γινόμενοί τινων λόγοι ἀποδίδοσθαι, οἷον τῷ τριγώνῳ εἴη ἂν καθ’ αὑτὸ συμβεβηκὸς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους εἶναι πάντῃ μεταλαμβανομένας (οὐ γὰρ δὴ ἐκ τούτων ὁ ὁρισμὸς αὑτῷ),1 καὶ τῷ ἀριθμῷ τὸ περιττῷ εἶναι ἢ ἀρτίῳ, καὶ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἓν καθὸ τόδε τι ἔστι, καὶ ὅσα οὕτως ὑπάρχει τῶν συμβεβηκότων.

“以及观照究竟仅仅关于实体,还是也关于实体的自身固有的偶性。” 他所谓的偶性是指自身固有的属性,以使所说之意成为:智者究竟仅仅处理实体,还是也处理自身固有的属性。而严格意义上自身固有的属性,乃是在定义中所摄取的属性。关于这些,论述对于他而言是必然的;因为如果不认识以这种方式固有的属性,就绝不可能获得关于任何事物的科学。但他所谓的自身固有的偶性,乃是指不可分离的、固有的、接近于本质的属性,人们通常正是通过这些属性来给出由描述而成的某些事物的界说;正如对于三角形而言,具有内角和等于两直角,以及无论怎样取其两边之和都大于其余一边,乃是自身固有的偶性(因为三角形的定义绝不由这些构成),而对于数而言具有奇性或偶性,对于每一存在物而言在其作为这个特定事物而言具有单一性,以及诸如此类以这种方式固有的偶性都是如此。

§3.8

"Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντίου καὶ ἐναντιότητος καὶ περὶ προτέρου καὶ ὑστέρου." Ζητεῖ εἰ καὶ περὶ τούτων οἷς ἡ διαλεκτικὴ κέχρηται, οὖσα ἐξ ἐνδόξων ἐπιχειρητική τε καὶ δεικτικὴ τῶν προκειμένων,2 τοῦ σοφοῦ ἐστι τὸ πρὸς ἀλήθειαν καὶ ἐπιστήμην διαλαβεῖν τίνα ἐστὶ ταῦτα· εἰ γὰρ τοῦ διαλεκτικοῦ τὸ ἐνδόξως περὶ αὐτῶν διαλαμβάνειν, τίνος τὸ ἀληθῶς; προτίθεται δὲ ζητεῖν καὶ περὶ τούτων, ἐπειδὴ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις πρὸς αὐτοῦ κατὰ τήνδε τὴν πραγματείαν· καὶ γὰρ τῷ ταὐτῷ ὅπερ ἐπ’ οὐσιῶν λέγεται χρῆται. ζητεῖ γοῦν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλήλαις ἢ οὒ ἀλλ’ ἕτεραι. ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς ἀποδείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι. προελθὼν δὲ αὐτὸς δείξει κατὰ τί καὶ ἡ περὶ τούτων ζήτησίς τε καὶ θεωρία οἰκεία τῷ πρώτῳ φιλοσόφῳ. οὐ γὰρ λογικὴ ἡ πραγματεία, ὥς τισιν ἔδοξε διὰ τὸ πολλὰ τοιαῦτα ζητεῖσθαι ἐν αὐτῇ· οὐ γὰρ δι’ αὐτὰ περὶ τούτων διαλαμβάνει, οὐδὲ τοῦτον ποιεῖται σκοπόν, ἀλλ’ ὅτι τῆς πρώτης φιλοσοφίας καὶ τῆς περὶ τοῦ ὄντος ᾗ ὂν θεωρητικῆς τὸ καὶ περὶ τῶν κοινῶς τῷ ὄντι ὑπαρχόντων τὴν θεωρίαν ποιεῖσθαι. τοιαῦτα δὲ καὶ ταῦτα, ὡς δείξει.

“此外,关于同一与相异、相似与不相似、相反与相反性,以及关于在先与在后。” 他探求:对于辩证术所使用的这些概念——辩证术乃是从通晓意见出发进行探讨并指示所设定论题的——依照真理与科学把握它们究竟是什么,是否也属于智者;因为如果依照通晓意见处理它们属于辩证家,那么依照真理处理它们属于谁呢?他提议也探求这些概念,是因为在这部著作中由他论证的事项中,他自己也在使用它们;因为他也使用了在实体上所说的“同一”。无论如何,他探求一切实体究竟彼此同一,还是并非同一而是相异。而且在论证中,把他所列举的其他一切概念附带地加以使用,对他来说也是必然的;因为这些乃是论证者共通的工具。随着论述的推进,他自己将表明,在何种意义上关于这些概念的探求与观照也是第一哲学家所固有的。因为这部著作并非某些人由于其中探求了许多此类事物而认为的那样是逻辑学性的;因为他并非为了这些概念本身而处理它们,也并未以此为目的,而是因为第一哲学以及关于作为存在的存在的观照,其任务也包括对共通地属于存在的事物进行观照。正如他将要表明的那样,这些概念也正是此类事物。

§3.9

"Ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθ’ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον." Ἐξηγήσατο τίνα λέγει τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἐμπεριέχεται. φησὶν εἶναι τὰ καθ’ αὑτὰ συμβεβηκότα, οἷον πάσῃ ἐναντιότητι καθ’ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἢ οἷόν ἐστι τὸ ὑπ’ αὐτοῦ προστιθέμενον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστίν, ἢ μὴ ἕν, ὃ καὶ αὐτὸ δοκεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖ γάρ, φησίν, ἐπισκέψασθαι εἰ καὶ τὸ περὶ τούτου τινὸς τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστιν.

“再者,关于这些事物本身所有的自身固有的偶性;而不仅仅是这些事物的每一者是什么。” 他通过说“而不仅仅是什么”,解释了他所谓的自身固有的偶性是什么;因为在“是什么”之中包含着自身固有的属性。他说自身固有的偶性乃是诸如:对于一切相反性而言,具有中介或无中介乃是自身固有的偶性;或者诸如他所补充的关于相反者究竟是一对一、还是并非一对一的问题,而这本身似乎也是一个辩证术的定理;因为他说,必须考察关于这些问题的某一者探究其真理是否也属于智者。

§3.10

"Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον." Περὶ οὗ νῦν φησι [δεῖν] ζητητέον εἶναι, ἔστιν, εἰ τὰ γένη ἀρχαὶ τούτων ὧν ἐστι γένη (δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαί), ἢ * * * ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος,3 ἢ τὰ τέσσαρα στοιχεῖα, ἢ ἃ ἄν τις ὑποθῆται τοιαῦτα. εἰς μὲν γὰρ ταῦτα διαιρεῖται, ἐξ ὧν σύγκειται ἕκαστον πρώτων. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι, ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον εἶναι ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσεχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον γένη ὠνόμακε καὶ αὐτά, τῷ τοῦ γένους ὀνόματι ἀντὶ τοῦ κοινοῦ χρώμενος.

“以及诸原理和元素究竟是属,还是每一事物被分割成的那些内在的成分。” 他现在说必须探求的问题乃是:究竟属是否为它们作为其属的那些事物的原理(因为属在自然本性上似乎在先,而在先者乃是原理),抑或[每一事物被分割成的成分才是原理],正如实体似乎被分割为质料与形式,或者分割为四元素,或者某人可能设定的诸如此类的成分。因为每一事物乃是被分割为它最初由之构成的那些成分。而事物最初由之构成的那些成分似乎是每一事物的原理,正如语音的元素(字母)一样。但是他说,即使属是原理,究竟最高的属是原理,还是与不可分者最邻近的属是原理,也是值得再次探求的;后者虽然是不可分的形式,但他更宽泛地将它们也称作属,用“属”的名称来代替“共相”。

语法注3 条
  1. 3.7οὐ γὰρ δὴ ἐκ τούτων ὁ ὁρισμὸς αὑτῷ

    与格 αὑτῷ 是指代前文 τῷ τριγώνῳ 的占有与格(“对三角形而言,其定义并不……”)。此处说明了为何诸如内角和等于两直角等几何属性属于“自身固有的偶性(τὰ καθ’ αὑτὰ συμβεβηκότα)”,即它们必然附随于三角形,却不构成其本身的定义。

  2. 3.8οὖσα ἐξ ἐνδόξων ἐπιχειρητική τε καὶ δεικτικὴ τῶν προκειμένων

    分词 οὖσα 是阴性单数主格,与主语 ἡ διαλεκτική 一致,构成解释辩证术本质的同位说明分词短语。形容词 ἐπιχειρητική 与 δεικτική 共同支配属格补足语 τῶν προκειμένων,介词短语 ἐξ ἐνδόξων 则修饰这两个形容词,指明辩证术推论的出发点。

  3. 3.10ἢ * * * ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος

    底本在 ἢ 之后标有星号以示脱文。依据上下文,此处脱落了对应于亚里士多德原文本第二种备选项的内容(即“抑或各物分割而成的内在成分才是原理”)。紧随其后的 ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος 则是作为比照说明,举例说明实体被分割为质料与形式等构成成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:176.17-178.2