- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:175.1-176.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了第二条疑难(995b6–10),即第一哲学是否在实体的第一原理之外也考察论证的公理;以及第三条疑难(995b10–),即关于可感觉实体与非感觉实体(理念及数学中介物),智慧究竟是一门科学还是多门科学。
" Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον." Ἡ δευτέρα ἀπορία ἐστὶ περὶ ἧς φησι δεῖν ἀπορῆσαι, εἰ τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς πρώτης ἐπιστήμης ἐστὶ μόνον τὸ τὰς τῆς οὐσίας ἀρχὰς ἰδεῖν τὰς πρώτας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ καὶ τὰς ἀποδεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίγνονται,1 ἃ ἀξιώματα καλεῖται· ἀρχαὶ γὰρ ταῦτα πάσης ἐπιστήμης. ὅτι δὲ τοῦτο λέγει, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τὸ μόνον. λείπειν δὲ τῇ λέξει δόξει τὸ2 † ἀκόλουθον γὰρ τῷ προειρημένῳ τῷ καὶ περὶ τῶν ἀρχῶν. ἀξίωμα δὲ τὸ μὴ ἐνδέχεσθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ καὶ ψευδῆ εἶναι, ὥσπερ καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι, καὶ τὸ πᾶσαν ἔφεσιν ἢ ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ εἶναι, καὶ τὰ τούτοις ὅμοια. καὶ κοινότατόν γε τὸ τῆς ἀντιφάσεως ἁπάντων τῶν ἀξιωμάτων· ἀληθὲς γὰρ ἐπὶ πάντων.
“以及仅仅考察实体的第一原理是否属于该科学。” 第二个疑难乃是关于他认为必须探讨的疑难:究竟仅仅考察实体的第一原理属于智者、第一哲学家和第一科学,还是考察论证性原理——它们是作为共通原理而证明从中产生的——即所谓的公理,也为该科学所固有;因为这些乃是一切科学的原理。而他表达的是这个意思,乃是通过加上“仅仅”这一词而表明的。但文句中似乎有所缺漏;因为它乃是接续于前文所说的“以及关于诸原理”之后。而公理乃是指矛盾双方不可能同时为真和为假,正如等于同量的事物彼此也相等,如果从等量中减去等量,余量也相等,一切欲求都指向善或显现的善,以及与这些类似的事项。而关于矛盾的公理乃是一切公理中最共通的;因为它在一切情形下都为真。
"Εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονες." Τὸ τρίτον τῶν προτιθεμένων ἐστίν, εἰ ἔστι τῆς προκειμένης ἐπιστήμης περὶ τῆς οὐσίας καὶ τῶν αἰτίων τῆς οὐσίας θεωρεῖν, πλείους δὲ οὐσίαι, αἱ μὲν γὰρ νοηταὶ αἱ δὲ αἰσθηταί, ὥστε καὶ αἱ ἀρχαὶ διάφοροι, πότερον οὖν περὶ πασῶν τῶν ἀρχῶν, αἳ οὐσιῶν εἰσιν ἀρχαί, τῆς προκειμένης ἐπιστήμης τὸ θεωρεῖν, ὡς μίαν εἶναι τὴν πασῶν τῶν ἀρχῶν γνωστικήν, αἳ τῶν οὐσιῶν εἰσιν· ἢ πλείους εἰσὶ καὶ διαφέρουσαι τῶν ἀρχῶν, αἳ τῶν διαφερουσῶν εἰσιν οὐσιῶν ἀρχαί. ἀλλὰ καὶ εἰ πλείους, ἄξιόν φησιν εἶναι ἐπὶ τούτῳ ἀπορηθῆναι, πότερον αὗται αἱ πλείους ἐπιστῆμαι συγγενεῖς εἰσιν ἀλλήλαις, ὡς πάσας αὐτὰς εὔλογον εἶναι σοφίας καλεῖν, ἢ οὐκ εἰσὶ σοφίαι πᾶσαι, ἀλλ’ αἱ μέν τινες σοφίαι, αἱ δὲ ἄλλο τι γένος ἕξουσιν. εἰπὼν δὲ ταῦτά φησι καὶ αὐτὸ δὴ τοῦτο δεῖν ζητῆσαι, πότερον αὗται μόνον αἱ αἰσθηταί εἰσὶν οὐσίαι ἢ καὶ παρὰ ταύτας εἰσὶν ἄλλαι τινές· οὐδὲ γὰρ αὐτὸ γνώριμον οὐδὲ ἀναμφίλεκτον. διαφέροι δ’ ἂν αὕτη ἡ ἀπορία τῆς πρώτης καὶ τῷ ἐν ἐκείνῃ μὲν ἁπλῶς περὶ τῶν αἰτίων εἰρηκέναι, οὐ τῶν τῆς οὐσίας, ἐν ταύτῃ δέ, εἰ τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἢ πλείους, καὶ εἰ πλείους εἶεν, πότερον πᾶσαι συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ δὲ ἄλλο τι ἐπιστημῶν εἶδος. ἑξῆς τοῖς προειρημένοις προστίθησιν ὡς ἄξιον ἀπορεῖσθαι καὶ περὶ τοῦ πότερον μοναχῶς, τουτέστι καθ’ ἕνα λόγον, οὐσίαι πᾶσαι ἢ πλείω τῶν οὐσιῶν εἴδη καὶ πλείους λόγοι, ὃ πῶς εἴρηκε δηλοῖ δι’ ὧν ἐπιφέρει εἰπὼν οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν. οἱ γὰρ τὰς ἰδέας θέμενοι οὐσίας ἔλεγον τὰ μαθηματικά, οὐσίας δὲ καὶ αὐτὰ ὄντα οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι,3 ἀλλὰ ταύτην οὐσιῶν φύσιν ἔλεγον εἶναι μεταξὺ ἐκείνων, ὡς εἶναι τρία κατ’ οὐσίαν, ὡς περὶ Πλάτωνος εἴρηκεν ἐν τῷ μείζονι Α. καὶ εἴη ἂν πλέον τι ἔχουσα τῆς πρὸ αὐτῆς ἡ ζήτησις αὕτη. οὐ γὰρ ζητεῖ ἐν αὐτῇ εἰ πλείω οὐσιῶν εἴδη (τοῦτο γὰρ ἔκειτο), ἀλλ’ εἰ τὰ αὐτὰ καὶ ταῦτα ἅ τινες εἰρήκασι. καὶ εἴη ἂν τὸ πότερον μοναχῶς ὡς ἀκόλουθον εἰρηκὼς τῷ προειρημένῳ. προειπὼν γὰρ πότερον τὰς αἰσθητὰς εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, ἐπήνεγκε τὸ καὶ πότερον μοναχῶς παρὰ τὰς αἰσθητὰς οὐσίας· οἱ γὰρ ποιοῦντες μεταξὺ τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν δῆλον ὡς πλείω εἴδη ἐποίουν οὐσιῶν παρὰ τὰς αἰσθητάς.
“或者如果它是关于实体的,究竟有一门关于全部实体的科学还是有多门。” 所提出的第三个问题是:如果关于实体以及实体的诸原因进行观照属于当前所论的科学,而实体不止一种——因为有些是可理知的,有些是可感觉的,以致原理也各不相同——那么,究竟关于作为实体的原理的一切原理进行观照属于当前所论的科学,从而认识属于实体的全部原理的科学是一门;还是关于作为不同实体的原理的那些原理的〔科学〕有多门且各不相同。并且他说,即使有多门,就此提出疑难也是值得的:这些多门科学究竟彼此同族,以致把它们全部称为智慧是合乎情理的,还是它们并不全都是智慧,而是一部分是智慧,另一部分则属于另外的属。在说了这些之后,他说必须探究的正是这一点:究竟只有这些可感觉的实体存在,还是在这些之外还存在某些其他的实体;因为这一点本身既非显而易知,也非毫无争议。而这个疑难与第一个疑难的区别还在于:在那个疑难中仅仅是一般地论及诸原因,而非实体的诸原因;而在本疑难中,则是探讨关于实体的诸原因的科学是一门还是多门,并且若是多门,究竟全都是同族的且为智慧,还是部分是智慧而另一部分是科学的某种不同形式。紧接着上述内容,他还作为值得探讨的疑难补充道:究竟一切实体是否都以单一方式,即按照单一界说而存在,抑或实体的形式有多种且有多种界说;对于这究竟是何意,他通过随后引入的内容表明了这一点,他说“正如那些设定了诸形式、以及在这些与可感觉事物之间的数学对象的人们那样”。因为那些把理念设定为实体的人说,数学对象虽然本身也是实体,但既不与理念同属一种形式,也不与可感觉实体同属一种形式,而是说这是处于彼两者之间的某种实体的自然本性,以致在实体上存在三种东西,正如他在大A卷中关于柏拉图所说的那样。而这个探究比起它之前的探究会有更多的内容;因为在其中他并不是探求实体的形式是否有多种(因为这已被设定),而是探求〔它们〕是否与某些人所说的这些东西相同。他说“是否以单一方式”,当是作为接续前述内容而说的;因为在预先说了应当认为仅仅存在可感觉事物,还是在这些之外还有其他事物之后,他引入了在可感觉实体之外“以及是否以单一方式”〔存在〕这一问题;因为那些在形式与可感觉事物之间设立中介的人,显然在可感觉事物之外设立了更多形式的实体。
- 3.5ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίγνονται
κοινῶν ἀρχῶν οὐσῶν 作为属格独立结构,同位/附加地修饰关系代词 ὧν(“它们作为共通原理”),嵌套在关系从句 ἐξ ὧν αἱ ἀποδείξεις γίγνονται(“证明从中产生”)内部。
- 3.5λείπειν δὲ τῇ λέξει δόξει τὸ
δόξει 的主语在形式上统领不定式 λείπειν(“似乎在文句中缺漏了……”),而带有缺失标记的 τὸ 引出缺损的词句(例如“抑或也考察论证原理”)。注疏者指出亚里士多德原文中的 μόνον(“仅仅”)在字面上缺少与之相对立的另一半表述。
- 3.6οἱ γὰρ τὰς ἰδέας θέμενοι οὐσίας ἔλεγον τὰ μαθηματικά, οὐσίας δὲ καὶ αὐτὰ ὄντα οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι
主语为 οἱ τὰς ἰδέας θέμενοι οὐσίας(“把理念设定为实体的人们”)。动词 ἔλεγον 支配宾格加不定式结构:τὰ μαθηματικὰ [...] οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι。分词短语 οὐσίας δὲ καὶ αὐτὰ ὄντα(“虽然它们本身也是实体”)以让步/附加的方式修饰 τὰ μαθηματικά。ὁμοειδεῖς 的阴性形式是受下文实体(οὐσίαι)概念影响的一致关系。
