- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:173.5-174.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德将预先考察疑难比作盲人行路及法庭听审以说明辩证法有用性的论述(995a32),并阐明了关于“在绪论中所讨论的疑难”(995b4)如何与大A卷和小A卷的内容相联系的理解。
" Ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν." Οὔτε γὰρ ὁ δεδεμένος οὔτε ὁ ἀπορῶν δύνανται εἰς τὸ πρόσθεν καὶ τὸ προκείμενον αὐτοῖς προϊέναι. καὶ διὰ τὸ δεῖν οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλει τις λύσειν αὐτόν, ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν, καὶ διὰ τὸ τοὺς χωρὶς τοῦ διαπορεῖν ζητοῦντας περί τινος ἐοικέναι τυφλοῦ πορείαις·1 οὐ γὰρ ἔχουσι σκοπὸν οἱ χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα περὶ τῶν ζητουμένων λέγοντες περὶ αὐτῶν, πρὸς ὃν χρὴ τὰ λεγόμενα συνείρειν τε καὶ συντείνειν. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ τοὺς ζητοῦντας περί τινος χωρὶς τοῦ ἀπορῆσαι μηδέποτε εἰ εὐπόρηταί τε καὶ τέλος ἔχει τὸ ζητούμενον γνωρίζειν δύνασθαι· οὗ αἰτίαν ἀποδέδωκε τὸ τοῖς μὲν οὕτω ζητοῦσι περί τινος μὴ εἶναι γνώριμον τὸ τέλος τοῦ ζητουμένου·2 διὰ τοῦτο γὰρ ἐοικέναι εἶπεν αὐτοὺς καὶ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν, οἷς ἀγνοεῖται τὸ τέλος· τούτοις δὲ οὐδ’ εἴ ποτε εὕρηται γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι δυναμένων περί τινα λύσις τὸ τέλος τε καὶ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν τοῦ τὸ προαπορεῖν ἀναγκαῖον εἶναι· ἔστι δὲ αὕτη ὅτι ὥσπερ ἐν ταῖς κρίσεσιν ἄμεινον κρίνουσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόνου θατέρου, οὕτως καὶ ἐπὶ τῶν ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίγνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν προεπέλθοι τε καὶ λύσαι. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν διαπορεῖν πρῶτον εἴη ἂν αὐτῷ δεικνύμενον ἅμα καὶ τὸ χρήσιμον τῆς διαλεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τῆς ἀληθείας εὕρεσιν· τῆς γὰρ διαλεκτικῆς τὸ διαπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερα. ἀληθὲς ἄρα τὸ ἐν τοῖς Τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλοσοφίαν ζητήσεις.
“因为在两种情形下向前迈进都是不可能的。” 事实上,既不是被捆绑者也不是陷入疑难者能够向前并朝向他们面前的目标前进。因此,既由于如果有人拟解开绳结就必须认识绳结,他说预先产生疑难是必然的;也由于那些未经充分考察疑难而探究某事的人,类似于盲人的行路;因为那些未曾考察关于所寻求之物的诸疑难就谈论它们的人,没有一个应当把所说之话连贯起来并指向的目标。因为预先产生的疑难引导那些提出疑难的人依照理性进行探究;而那些未经产生疑难就探究某些事物的人,乃是在不知道应当探究什么的情况下进行探究。在这些之外,他还补充说,那些未经产生疑难就探究某事的人,绝不可能认识到所寻求之物是否已被顺利找到并且达到了终点;对此他给出的原因是:对于这样探究某事的人而言,所寻求之物的终点是未知的;正是由于这个原因,他说他们类似于并且等同于那些不知道应当走向何处、终点对他们而言是未知的人;对于这些人,即使[终点]有时被找到了,终点和目标也不是已知的;因为对关于某事物能够产生的诸疑难的解决,乃是其终点与发现。并且在上述诸理由之外,他还补充了预先产生疑难乃是必然的另一原因;这就是:正如在审判中,那些听取了相互争讼的双方而非仅仅一方的人裁决得更好,在所寻求之物的情形下亦是如此,如果有人预先讨论并解决了一切能够产生疑难的、以及能够针对其确立和命题而谈论的事物,关于它们的判断就会变得更为健全。通过前面关于必须首先充分探讨疑难所说的这些内容,辩证法对于哲学以及对于真理的发现的有用性,在他这里也会同时得到表明;因为充分探讨疑难并向两个相反方面展开论辩,乃是属于辩证法的。那么,《论题篇》中所说的“辩证法对于哲学上的探究是有用的”,乃是真理。
"Ἔστι δ’ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν." Οὐ τὴν ἀπορίαν, ἣν τίθησι, φησὶν ἠπορῆσθαι ἐν τοῖς πεφροιμιασμένοις· ἔστι γὰρ ἡ ἀπορία ἡ πρώτη, ὡς λέγει, ὀφείλουσα ἀπορηθῆναι περὶ τοῦ πότερον μιᾶς ἐπιστήμης θεωρῆσαι τὰς πάντων αἰτίας ἢ πλειόνων, ὡς ἄλλην ἐπιστήμην ἄλλων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν· ταύτην δὲ τὴν ἀπορίαν οὐ δοκεῖ κεκινηκέναι ἐν τοῖς πρὸ τούτου βιβλίοις· ἐν γὰρ τῷ πρώτῳ Περὶ ψυχῆς δοκεῖ αὐτῆς μεμνημονευκέναι. διὸ εἴη ἂν τὸ εἰρημένον, περὶ ὧν ἠπορήσαμεν ἐν τοῖς πεφροιμιασμένοις ἡμῖν, πρώτη ἔστιν ἀπορία,3 ἣν καὶ πρώτην τίθησιν· ἠπόρησε γὰρ ἐν ἐκείνοις περὶ αἰτίων· περὶ δὲ τῶν αἰτίων δὴ πρώτην φησὶν ἀπορίαν εἶναι ἧς μνημονεύει. διηπόρησε δὲ περὶ αἰτίων ἐν μὲν τῷ μείζονι Α ζητῶν πόσα τὰ εἴδη τῶν αἰτίων, καὶ τὰς τῶν ἄλλων δόξας ἐκθέμενος περὶ αἰτίων καὶ πρὸς αὐτὰς εἰπών, ἐπιστώσατο εἶναι τέσσαρα αἰτίων εἴδη· ἐν δὲ τῷ ἐλάττονι ζητήσας εἰ ἐπ’ ἄπειρόν ἐστι τὸ αἴτιον ἢ κατ’ εὐθυωρίαν ἢ κατ’ εἶδος, ἢ ἵσταται καὶ ἔστι πεπερασμένον. πρώτη δὲ ἀπορία ἡ περὶ τούτων εἴη ἂν ἡ νῦν λεγομένη. ἢ γοῦν τοῦτ’ ἔστιν ὃ λέγει, ἢ ὅτι ἡ πρώτη ἀπορία ἐστὶ περὶ τούτων περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, ὡς οὐ πασῶν περὶ τούτων οὐσῶν περὶ ὧν ἐν ἐκείνοις ἠπορήσαμεν, ζητοῦντες εἰ ἔστι καὶ πόσα ἐστίν· περὶ τούτων ἣν νῦν ἀπορήσομεν πρώτη ἀπορία ἔσται· περὶ γὰρ αἰτίων καὶ αὐτή. τινὲς μέντοι διὰ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ ἐπὶ τέλει τοῦ τῶν Α ἐλάττονος ταύτην τὴν ἀπορίαν προσγράφουσι, κατ’ οὐδένα λόγον ἐκεῖ κειμένην. τὸ δὲ πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι, σημαίνοι ἂν ἴσον τῷ, εἰ ὧν ἐθέμεθα αἰτίων τεσσάρων μία ἐστὶ θεωρητικὴ πάντων ἐπιστήμη, ἢ ἄλλου αἰτίου ἄλλη ἐπιστήμη, ὡς ὕστερον ἀπορῶν ἐπιχειρήσει. καὶ εἴη ἂν εὐλόγως λέγων τὸ περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἐν γὰρ τῷ Α τῷ μείζονι εἰ τέσσαρα τὰ τῶν αἰτίων εἴδη ἐζήτησε, περὶ ὧν τεσσάρων ζητήσει νῦν, εἰ μιᾶς ἐπιστήμης ἐστὶν ἡ γνῶσις αὐτῶν.
“而第一个疑难乃是关于我们在绪论中所充分讨论的那些事物的。” 他并不是说,他所提出的疑难本身曾在绪论中被作为疑难探讨过;因为如他所言,应当被探讨的第一个疑难,乃是关于观照一切事物的诸原因究竟属于一门科学还是属于多门科学,以致不同的科学观照不同的原理和原因;而在本书之前的诸卷中,他似乎并没有引发这个疑难;因为他似乎是在《论灵魂》第一卷中提到了它。因此,所言之意当是:关于我们在我们所作的绪论中所探讨的那些事物,有一个最初的疑难,而这也是他最先提出的;因为他在那些卷中就原因探讨了疑难;而在关于诸原因的事物上,他说他所提及的疑难乃是第一个。他曾探讨了关于诸原因的疑难:在大A卷中探讨了原因的形式有多少种,并且列举了他人关于原因的意见并加以反驳之后,他确证了原因有四种形式;而在小A卷中,他探讨了原因无论在直线上还是在形式上是无限的,抑或止步且是有限的。而关于这些事物的第一个疑难当是如今所说的这个。无论如何,或者这就是他所说的意思,或者是指:第一个疑难乃是关于我们在绪论中所充分讨论的这些事物的,其根据在于,并不是所有的疑难都是关于我们在那些卷中探讨过、探求它们是否存在以及有多少的那些事物的;关于这些事物,我们如今将要提出的疑难将是第一个;因为这个疑难自身也是关于原因的。然而有些人由于他如今所说的这句话,把这个疑难附写在诸A卷中较小一卷的末尾,但它没有任何道理地被放在那里。而“观照是属于一门还是多门科学”,当等同于意味着:在我们所设定的四种原因中,究竟是有一门观照全部原因的科学,还是不同的原因对应不同的科学,正如他随后在提出疑难时将要展开论证的那样。他说“关于我们在绪论中所充分讨论的那些事物”,也是合乎情理的;因为在大A卷中,他探求了原因的诸形式是否为四种,而现在关于这四种原因,他将要探求对它们的认识是否属于一门科学。
- 3.3καὶ διὰ τὸ δεῖν οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλει τις λύσειν αὐτόν, ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν, καὶ διὰ τὸ τοὺς χωρὶς τοῦ διαπορεῖν ζητοῦντας περί τινος ἐοικέναι τυφλοῦ πορείαις
主句的核心为 ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν(他说预先产生疑难是必然的),前后由连词 καὶ … καὶ … 连接两个表示原因的介词短语 διὰ τὸ δεῖν… 与 διὰ τὸ … ἐοικέναι…。前者引导由 δεῖν 统辖的不定式短语,后者是以 τοὺς … ζητοῦντας 为逻辑主语的带宾格不定式结构(ἐοικέναι)。
- 3.3οὗ αἰτίαν ἀποδέδωκε τὸ τοῖς μὲν οὕτω ζητοῦσι περί τινος μὴ εἶναι γνώριμον τὸ τέλος τοῦ ζητουμένου
关系代词 ὅ(属格 οὗ)以紧接在前的前述命题(未经疑难而探究者绝无法知道是否已达终点)为先行词,作修饰 αἰτίαν 的客观属格。动词 ἀποδέδωκε(主语为亚里士多德)的宾语为带定冠词的不定式短语 τὸ … μὴ εἶναι γνώριμον τὸ τέλος(终点是未知的),αἰτίαν 则作为动词 ἀποδέδωκε 的宾语补足语(“作为其原因而给出……”)。
- 3.4διὸ εἴη ἂν τὸ εἰρημένον, περὶ ὧν ἠπορήσαμεν ἐν τοῖς πεφροιμιασμένοις ἡμῖν, πρώτη ἔστιν ἀπορία
亚历山大在此阐明亚里士多德原文(Ἔστι δ’ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν)的句法修饰关系。他指出不应理解为“在绪论中被探讨的那个疑难是最初的疑难”,而应理解为“关于在绪论中被当作疑难来探讨的主题(即诸原因),存在着一个最初的疑难”。
