- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:171.3-173.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注视了亚里士多德《形而上学》B卷开篇(995a24–995a29),通过绳结及其解开的比喻,阐明了枚举并解决各项疑难为何对于探求第一智慧和神学是不可或缺的。
" Ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον.1" Ἡ μὲν ἐπιζητουμένη ἐπιστήμη καὶ προκειμένη νῦν αὐτή ἐστιν ἡ σοφία τε καὶ ἡ θεολογική, ἣν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς.2 λέγει δὲ αὐτὴν καὶ πρώτην σοφίαν, ὅτι τῶν πρώτων καὶ τιμιωτάτων ἐστὶ θεωρητική. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ θεολογική· περὶ γὰρ τοῦ αἰτίου καὶ εἴδους, ὃ πάντη ἄυλός ἐστιν οὐσία κατ’ αὐτόν, ἣν καὶ πρῶτον θεὸν καὶ νοῦν καλεῖ, ὁ λόγος ἐν τούτοις προηγουμένως αὐτῷ γίνεται. φησὶ δὲ ἀναγκαῖον εἶναι πρὸς τὴν εὕρεσιν τῆς τε ἐπιστήμης αὐτῆς καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων πρῶτον ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον, εἶτα ἀπορῆσαι περὶ αὐτῶν· καὶ οὕτως ποιεῖ. δύναταί τις ἀκοῦσαι καὶ καθολικώτερον τοῦ εἰρημένου περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ τὴν προκειμένην. τίνα δὲ δεῖ ἀπορεῖν καθ’ ἑκάστην ἐπιστήμην προσέθηκε διὰ τοῦ ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δ’ ἂν σημαίνοι ἢ τὸ μὴ προσηκόντως ἢ δεόντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως· ταῦτα γὰρ μάλιστα ἀπορίας παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων περὶ αὐτά· ἢ ὅσα παρεώραται ὑπὸ τῶν πρόσθεν, καίπερ ἀναγκαῖα ὄντα γιγνώσκεσθαι. ὡς δὲ καὶ περὶ τούτων διαπορήσων λέγει. εἰπὼν δὲ ἀπορῆσαι δεῖν, ἑξῆς καθόλου κατασκευάζει τε καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευσομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία καὶ ἡ εὕρεσις αὐτῶν καὶ κατασκευὴ ἐκ τῆς εὑρέσεως τῶν ἠπορημένων ἤρτηται. εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοῦ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ·3 ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν προειρημένων ἀπόρων ἐστίν. ἴσον δέ ἐστι τοῦτο τῷ ἡ γὰρ λύσις τῶν προηπορημένων αἰτία τῆς ὕστερον γιγνομένης εὐπορίας. ἢ οὕτως· ἡ γὰρ ὕστερον εὐπορία γιγνομένη ἐκ τῆς λύσεως τῶν πρώτων ἠπορημένων γίγνεται. ἔστι δὲ αὐτῷ τῆς προκειμένης πραγματείας ἐντεῦθεν ἡ ἀρχή· περὶ γὰρ τῶν ἀναγκαίως συντεινόντων εἰς τὰ προκείμενα ἐνταῦθα λέγειν ἄρχεται· ὅσα δὲ ἐν τοῖς Α εἴρηται, προλεγόμενα ἂν εἴη αὐτῆς καὶ εἰς τὴν προκατάστασιν συντελοῦντα. διό τισιν ἔδοξε τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τοῦτο εἶναι τὸ πρῶτον.
“为了探求那门被寻求的科学,我们首先必须讨论[各项疑难]。” 那门被寻求且如今作为论题摆在面前的科学,其自身既是智慧也是神学科学,他也将其题名为《物理学之后》,因为在次序上它相对于我们而言是在物理学之后的。他也称其为“第一智慧”,因为它观照第一且最尊贵的诸事物。并且由于这同一原因,它也是“神学的”;因为在他这里,在这些讨论中,论述主要是关于原因与形式的,按照他的看法,原因与形式乃是全然非物质的实体,他也将其称为“第一神”与“智性”。 他说,为了发现这门科学本身以及按照这门科学所寻求的事物,首先必须讨论并枚举应当首先对之产生疑难的事物,随后对它们产生疑难;而他也正是这样做的。 人们也可以更普遍地理解所说的“应当首先对之产生疑难的事物”这句话;因为通过这些才发生诸门科学的发现;而如果对每一门科学都是如此,那么对摆在眼前的这门科学也是如此。 至于在每一门科学中应当对哪些事物产生疑难,他通过“而这些也就是某些人关于它们作了不同设想的全部事物”这句话予以补充。而这可以意味着不是适当地或合宜地而是错误地设想,或者是指不同的人作了不同的设想;因为凡是那些对此进行过探讨的人预先提出过不同意见的事物,最能提供疑难;或者是先人所忽略的全部事物,尽管这些事物乃是必然需要被认识的。而他说话的样子仿佛也要对这些事物充分展开疑难。 在说了必须产生疑难之后,他紧接着普遍地确立并表明,对于一切拟对某事进行探讨的人而言,为了发现所探求的事物,首先对它们充分进行疑难是有益的;因为对它们的畅通无阻、发现与确立,取决于对疑难之事的解明。如果不是写着“而有”(ἔστι δέ),而是写着“因为”(ἔστι γάρ),将会更为协调;因为“随后的畅通无阻就是前述疑难的解决”。而这等同于:“因为预先产生的疑难之解决,乃是随后生成的畅通无阻的原因”。或者这样理解:“因为随后生成的畅通无阻,产生自对最先产生的疑难的解决”。 对他而言,所提议的著作正是从这里开始的;因为他在此处开始谈论必然与摆在面前的主题密切相关的事物;而在诸A卷中所说的那些内容,乃是该著作的绪论并有助于预先铺垫。因此在某些人看来,这一卷才是《形而上学》著作的第一卷。
"Λύειν γὰρ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν." Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν,4 εἴ γε τὸ μὲν εὑρεῖν ἐκ τοῦ λύειν τὰ ἀπορούμενα, λύειν δὲ τὰ ἀπορούμενα οὐχ οἷόν τε μὴ εἰδότας πῶς ἠπόρηται. ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος. ἴσον ἐστὶ τὸ εἰρημένον τῷ ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὸν δεσμὸν τὸν ἐν τῷ πράγματι. εἰπὼν δὲ δεσμὸν τὴν ἀπορίαν, κατὰ τί ὅμοιόν ἐστι δεσμῷ ἐπήνεγκε· κωλυτικὸς γὰρ ὁ δεσμὸς τῆς εἰς τὸ πρόσθεν καὶ εἰς τὸ προκείμενον προόδου τε καὶ προχωρήσεως, τοῦτο δὲ καὶ ἡ ἀπορία ποιεῖ· ἡ γὰρ διάνοια εἰς τὸ πρόσθεν προϊέναι κωλύεται διὰ τὴν περὶ τοῦ πράγματος ἀπορίαν.
“因为不知道绳结的人是不可能解开它的。” 如果所寻求之物的发现与确立取决于疑难之事的解决,而在未预先知道绳结本身(即它是以何种方式被系上的)的情况下不可能解开某个绳结(因为谁能够依照知识解开一个未知的绳结呢?),并且在所寻求之物中的绳结乃是思想的疑难(因为这显示了事物的绳结),那么首先对所探求并即将被证明的事物产生疑难就是必然的了,既然发现是从解开疑难之事而来的,而在不知道疑难是如何产生的情况下不可能解开疑难之事。 “然而思想的疑难表明了关于事物的这一点。”所言之事等同于:“然而思想的疑难表明了事物之中的绳结”。 在将疑难称为绳结之后,他补充说明了它在何种方面类似于绳结;因为绳结阻碍了向前以及朝向摆在面前之目标的进展与前进,而疑难也正是起到了这种作用;因为思想由于关于事物的疑难而受到阻碍,无法向前行进。
- 3.1ἐπελθεῖν ἡμᾶς πρῶτον
带不定式的宾格结构,作ἀνάγκη的真正主语。在此处ἐπελθεῖν的意思是针对所探求的科学“依次考察、枚举(各项疑难)”,后文的解释(ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ)也印证了其省略的宾语为“疑难”。
- 3.1τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς
带冠词的不定式τῷ... εἶναι作表示原因/理由的与格短语,意为“因为在次序上它相对于我们而言是在那门科学之后的”。这里的ἐκείνην指代前文τὰ φυσικά所蕴含的φυσική(自然科学/物理学)。
- 3.1εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοῦ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ
带有潜在潜能(归结句为ἄν+祈愿语气,条件从句为祈愿语气)的条件句。针对手抄本文本(ἔστι δέ),亚历山大提出校勘与解释上的建议,认为从与前文的因果说明逻辑来看,若读作“ἔστι γάρ”将会更为协调(καταλληλότερον)。
- 3.2Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν
主句的核心是ἀναγκαῖον πρῶτον τὸ ... ἀπορεῖν(“首先产生疑难……乃是必然的”)。在此之前,由Εἰ引导的一系列条件从句(Εἰ ἡ εὕρεσις... ἤρτηται, λύειν δὲ οὐχ οἷόν τε..., δεσμὸς δὲ ... ἡ ἀπορία)构成了三段论式的前提(大前提、小前提、等同项),并夹杂着插入句(πῶς γὰρ...、αὕτη γὰρ...),形成引导向主句的宏大长句结构。
