- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:168.21-170.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德所要求的逻辑学预备训练的必要性,探讨了自然哲学与数学及第一哲学在严密性上的差异,并考察了关于《小阿尔法篇》性质定位的两种解释。
ταῦτα δὲ λέγων ἐνδείκνυται ἡμῖν ὅτι δεῖ πρῶτον ἐν τοῖς ἀναλυτικοῖς ἐγγυμνάζεσθαι καὶ τοῖς λογικοῖς ὅλως, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίγνεται καὶ ἀναλαμβάνεται· οὐδὲ γὰρ τὸ ἕτερον ἤδη τούτων εὑρίσκεται ῥᾴδιον.1 ὅπερ δὲ εἶπε καὶ αὐτὸ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων Ἠθικῶν λέγων πῶς ἐκείνους τοὺς λόγους ἀποδέχεσθαι δεῖ (εἶπε γὰρ “παραπλήσιον γὰρ μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν”), τοῦτο καὶ νῦν λέγει. τὴν ἀκριβολογίαν γάρ, φησί, τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεώς τε καὶ μαθηματικά, ἴσως ἐνδεικνύμενος ἡμῖν ὅτι τοιαύτης ἀκριβολογίας χρεία καὶ πρὸς τὰ παρόντα· περὶ ἀύλων γὰρ ὁ περὶ τῶν πρώτων ἀρχῶν λόγος καὶ οὐ συνήθων. τὸ δὲ διόπερ οὐ φυσικὸς ὁ λόγος ἤτοι λέγει ὅτι ἀκριβής· προείρηκε γὰρ τοῦτο (γράφεται δὲ καὶ ὁ τρόπος, καὶ εἴη ἂν ὁ λόγος ὡς οὐ φυσικοῦ)·2 ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν. τὰ φυσικὰ δοκεῖ πάντα σὺν ὕλῃ εἶναι, ἄυλα δὲ τὰ μαθηματικά, διὸ καὶ ἀκριβολογίαν ἐπιδέχεται, τὰ δὲ φυσικὰ οὐχ ὁμοίως. οἱ δὴ περὶ τῶν μαθηματικῶν λόγοι περὶ τῶν ἀύλων ὄντες οὔκ εἰσι φυσικοί· οὐ γὰρ τοσαύτην ἀκριβολογίαν τὰ φυσικὰ ὄντα γε σὺν ὕλῃ χωρεῖ. δύναται δὲ καὶ περὶ τῶν προκειμένων λόγων λέγειν, ὅτι οὔκ εἰσι φυσικοί· ἄυλα γὰρ περὶ ὧν λέγειν ἡμῖν πρόκειται, καὶ ἀκριβεστέρων λόγων ἢ κατὰ φυσικὰ δεόμενα. τὸ δὲ ἴσως τῷ ἅπασα γὰρ ἡ φύσις ἔχει ὕλην προσέθηκεν, ἐπεὶ καὶ τὸ κυκλοφορικὸν σῶμα φυσικὸν μέν, οὐ μὴν ὕλη τὸ τούτῳ ὑποκείμενον. τὸ δὲ ἑξῆς εἰρημένον ἐπ’ αὐτοῦ διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται, εἰ μὲν ἁπλῶς οὕτως εἴη εἰρημένον ὡς δοκεῖ, δεικτικὸν ἂν εἴη τοῦ τοῦτο τὸ βιβλίον μὴ τῆς Μετὰ τὰ φυσικὰ εἶναι πραγματείας, ὡς καὶ ἀρχόμενοι αὐτοῦ ἐπεσημηνάμεθα, ἀλλὰ προγραφόμενόν τι πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἧς ὡς πρὸς ἡμᾶς πρώτη ἡ φυσική, ἣν ὁποία τίς ἐστι καὶ περὶ τίνων, εὕροιμεν ἂν εἰ πρῶτον τί ποτέ ἐστιν ἡ φύσις ἐπισκεψαίμεθα. εἰ δέ τις ἀκούοι τοῦ λόγου οὕτως εἰρημένου πρὸς διάκρισιν τῶν τε φυσικῶν λόγων καὶ τῶν κατὰ τήνδε τὴν πραγματείαν (ὁ γὰρ ἐπεσκεμμένος πρῶτον τί ἐστι φύσις καὶ εἰδὼς περὶ τίνων ἡ φυσική, οἶδεν οὗτος ὅτι οἵδε οἱ λόγοι οὐ φυσικοὶ ἀλλ’ ἀκριβέστεροί τε καὶ περὶ ἀύλων), οὐχ ὅτι δὲ χρὴ νῦν ἐπισκέπτεσθαι τί ἐστι φύσις λέγοι ἄν, ἀλλ’ ὅτι πρὸ τῆσδε τῆς πραγματείας δεῖ περὶ τῶν φυσικῶν πεπραγματεῦσθαι·3 αὕτη γὰρ ἡ τάξις τῶν πραγματειῶν, καὶ ὁ ἐν τῇ περὶ ἐκείνων θεωρίᾳ γεγυμνασμένος οὕτως ἂν καὶ τοῖς εἰς τήνδε συντείνουσι παρακολουθεῖν δύναται. αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν. ἔστι μὲν ἡ λέξις ἐξ ὧν ὑπεμνηματίσμεθα * * *, δύναται δὲ καὶ οὕτως ἐξακούεσθαι. προειπὼν ὅτι ἡ γνῶσις καὶ αἱ μαθήσεις ἐκ προγιγνωσκομένων (ὧν γὰρ τὰ αἴτια ἄγνωστα, καὶ αὐτὰ τοιαῦτα), εἰς πίστιν τοῦ ἐκ τῶν προγιγνωσκομένων γίγνεσθαι τὰς γνώσεις παρέθετο τὸ κατὰ τὰ ἔθη καὶ τὰς ἀκροάσεις γίγνεσθαι, καὶ οὕτως ἕκαστον τῶν λεγομένων ἀκούειν βούλεσθαι ὡς προσειθίσθη, ὡς κατ’ οἰκειότητα καὶ τὸ προειδέναι διὰ τὰ ἔθη ἀποδεχομένων τὰ λεγόμενα τῶν ἀκουόντων.
通过说这些话,他向我们表明,必须首先在分析篇以及普遍的逻辑学事务中受到训练,并且通晓论证的各种方式以及论述的推论结合;因为同时探求某物的科学知识,又探求关于科学知识本身它是以何种方式产生和被获得的,乃是荒谬的;因为即使是这二者之一,发现起来也绝非易事。 正如他在《尼各马可伦理学》第一卷中说明应当如何接纳那些言论时也说过的(因为他说:“接纳一个进行说服性推论的数学家,与向一个修辞学家要求论证,乃是相类似的”),他现在所说的正是这一点。 因为他说,数学式的严密性不应在一切事物中被要求,而只应在非物质的事物中,即如通过抽象而来的事物和数学对象中被要求,这或许是在向我们表明,对于眼下的论题也需要这种严密性;因为关于第一原理的论述乃是关于非物质且非习以为常的事物的。 而“因此论述不是自然哲学的”这句话,或者是指它是严密的;因为他此前已经说过这一点(也有异文写作“方式”,那么其含义就是“仿佛不是自然哲学者的”);或者所言之事是这样的: 自然事物似乎全都伴随着质料,而数学对象是非物质的,所以它们也容许严密性,而自然事物则并非同样如此。 因此,关于数学对象的论述由于是关于非物质之物的,所以不是自然哲学的;因为伴随着质料的自然事物容纳不下如此巨大的严密性。 但他也可以是就目前摆在面前的论证而言,说它们不是自然哲学的;因为我们拟定要讨论的事物是非物质的,并且比起按照自然哲学的论证需要更为严密的论证。 而在“因为一切自然都具有质料”中加上“或许”,是因为做圆周运动的物体虽然是自然的,但作为其底层的却绝非质料。 而紧接着它所说的“因此首先必须考察自然是什么;因为这样,自然科学涉及哪些对象也将变得清楚”,如果确实正如表面所见那样单纯地被说出,那么它就表明这一卷并不属于《形而上学》这部著作,正如我们在一开始时所指出的那样,而是整个理论哲学的一篇序言,对我们而言其中最先的是自然哲学,而如果我们首先考察了自然究竟是什么,我们就会发现自然哲学是怎样的一种科学以及关于什么。 但是,如果有人将这句话理解为是为了区分自然哲学的论述与属于本著作的论述而被说出的(因为首先考察过自然是什么并知道自然哲学涉及什么的人,懂得这些论证不是自然哲学的,而是更严密且涉及非物质之物的),那么他所说的就不会是“现在必须考察自然是什么”,而是“在本著作之前必须已经探讨过自然事物”;因为这正是各门著作的次序,而在对那些事物的观照中受过训练的人,才能够像这样跟上通往本著作的内容。 “而听课的接受是依照习惯发生的。” 文句出自我们已作注解的内容[……],但也可以这样来理解: 他预先指出认识与学习是从预先已知的事物而来的(因为那些原因未知的事物,其自身也是这样的),为了证实认识是从预先已知的事物中产生的,他提出听课的接受也是依照习惯发生的,并且每个人都希望按照自己预先习惯的方式来聆听所言之事,因为听众是依照亲和性以及由习惯而来的预先认知来接纳所言之事的。
- 2.22οὐδὲ γὰρ τὸ ἕτερον ἤδη τούτων εὑρίσκεται ῥᾴδιον
οὐδέ 用作强调副词(“甚至不”),ἤδη 表示“就已经 / 仅凭其自身”。τὸ ἕτερον τούτων(“这二者之一”)作主语,ῥᾴδιον 为谓语补足语。这解释了为何同时探求科学对象与探求科学方法是荒谬的,因为即便是单单其中之一也已绝非易事。
- 2.22γράφεταί τε καὶ ὁ τρόπος, καὶ εἴη ἂν ὁ λόγος ὡς οὐ φυσικοῦ
提及文本异文:相对于主文的 ὁ λόγος,某些手稿作 ὁ τρόπος。随后的 καὶ εἴη ἂν ὁ λόγος ὡς οὐ φυσικοῦ 说明采取此异文时的含义,结构为“其言论/含义将是指[这种方式]仿佛不属于自然哲学者”(ὁ λόγος 指“言论/文意”,οὐ φυσικοῦ 为特征属格,指自然哲学者)。
- 2.22οὐχ ὅτι δὲ χρὴ νῦν ἐπισκέπτεσθαι τί ἐστι φύσις λέγοι ἄν, ἀλλ’ ὅτι πρὸ τῆσδε τῆς πραγματείας δεῖ περὶ τῶν φυσικῶν πεπραγματεῦσθαι
由 εἰ δέ τις ἀκούοι... 引导的条件句的归结节。主动词为 λέγοι ἄν(带有潜在 ἄν 的希求法),否定词 οὐχ 否定第一个 ὅτι 从句,与 ἀλλ' ὅτι... 形成对比:“他所说的不是‘现在必须考察……’,而是‘在本著作之前必须已经探讨了……’”。
