← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§15.20-17.16

始于惊异的哲学与作为纯粹观照的智慧

亚历山大围绕《形而上学》982b11进行注解,论证了哲学始于对未知的纯粹惊异与对无知的自觉而非出于实用目的,并以哲学产生于生活必需品与安闲筹备妥当之后的历史事实为据,说明智慧作为唯一的自由科学,乃是纯粹为了自身而存在的审视性学问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#1

" Ὅτι δ’ οὐ ποιητική, δῆλον ἐκ τῶν πρώτων φιλοσοφησάντων." Ὅτι μὴ ἔστι ποιητική τε καὶ πρακτικὴ ἡ φιλοσοφία τε καὶ ἡ σοφία ἀλλὰ θεωρητική, δείκνυσι καὶ ἐκ τοῦ τὴν ἀρχὴν ἐπὶ ζήτησιν τὴν τούτων καὶ τὴν εὕρεσιν ἐλθεῖν τοὺς πρώτως φιλοσοφήσαντας1 διὰ τὸ θαυμάσαι ἕκαστον αὐτῶν πῶς ἔχει·2 τὸ δὲ θαυμάζειν ἀγνοούντων ἐστίν. οὔκουν εἰ διὰ μὲν τὸ ἀγνοεῖν ἐθαύμαζον, διὰ δὲ τὸ θαυμάζειν ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον, διὰ τὸ ἀγνοεῖν ἄρα ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον. ὃ δὴ ἔμελλε τῆς ἀγνοίας παύσειν αὐτούς, τούτου χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν· γνῶσις δὲ ἔμελλεν ἀλλ’ οὐ πρᾶξις τῆς ἀγνοίας παύσειν αὐτούς· γνώσεως ἄρα ἀλλ’ οὐ πράξεως χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. εἰ γὰρ δι’ ἄγνοιαν ἦλθον ἐπὶ τὴν ζήτησιν αὐτῶν, δῆλον ὡς γνώσεως ἐφέσει· τῆς γὰρ ἀγνοίας οὐχ ἡ ποίησις ἀλλ’ ἡ γνῶσις ἴασις. τὴν αὐτὴν δὲ ἔθος αὐτῷ καλεῖν σοφίαν τε καὶ πρώτην φιλοσοφίαν. ἡ γὰρ τελειοτάτη φιλοσοφία ἡ ἀρξαμένη ἀπὸ τοῦ θαυμάζειν ἐπὶ τὸ ζητεῖν προελήλυθεν· ἔπειτα εὑροῦσα τὰ ζητούμενα οὕτως ἔχει περὶ αὐτά, ὡς θαυμάζειν εἰ ἐνδέχεται αὐτὰ ἄλλως ἔχειν,3 ὡς προελθὼν ἐρεῖ. λέγει δὲ ὅτι τὴν μὲν ἀρχὴν ἦλθον ἐπὶ τὸ ζητεῖν τε καὶ φιλοσοφεῖν τὰ πρόχειρά τε καὶ ἐν ποσὶ διὰ τὴν φαινομένην ἀτοπίαν θαυμάσαντες, οἷον, εἰ οὕτως τύχοι, διὰ τί τὸ ἤλεκτρον ἕλκει τὰ ἀχυρώδη, ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἢ τί ἐστιν ἡ ἶρις, ἢ ὅλως τὴν τῶν νεφῶν σύστασιν, τὰς βροντάς, πόθεν, ἢ περὶ τῶν ἀστραπῶν, πῶς γίνονται. εἶτα κατ’ ὀλίγον προϊόντες ἦλθον καὶ ἐπὶ τὸ περὶ τῶν μειζόνων διαπορεῖν τε καὶ θαυμάζειν καὶ φιλοσοφεῖν. καὶ διὰ τοῦτο παρέθετο τὸ τινῶν. σελήνης δὲ παθήματα εἶπε τάς τε ἐκλείψεις αὐτῆς καὶ τὰς αὐξήσεις καὶ τὰς μειώσεις, ὁμοίως δὲ καὶ ἡλίου τάς τε ἐκλείψεις καὶ τὰς ἀνατολάς τε καὶ δύσεις. τὸ δὲ ἀπορεῖν τε καὶ θαυμάζειν δι’ ὑπόληψιν ἀγνοίας γίνεται. προστίθησι δὲ ὅτι καὶ ὁ φιλόμυθος φιλόσοφός πως· ταῦτα γὰρ σπουδάζει μανθάνειν ἅ ἐστι δι’ ἄγνοιαν θαυμάσια (ἐκ γὰρ θαυμασίων τε καὶ παραδόξων οἱ μῦθοι σύγκεινται), οἱ δὲ διὰ τὸ θαυμάζειν τινὰ σπουδάζοντες μανθάνειν φιλόσοφοι. Ὅτι δὲ μὴ χρείας τινὸς μηδὲ πράξεως χάριν ἀλλὰ γνώσεως ἦλθον τὴν ἀρχὴν ἐπὶ τὸ φιλοσοφεῖν, συνέστησε καὶ ἀπὸ τῆς ἱστορίας· μετὰ γὰρ τὴν τῶν ἀναγκαίων τε καὶ τῶν πρὸς ῥᾳστώνην τὴν τοῦ βίου παρασκευὴν ἦλθον ἐπὶ τὴν τῶν κατὰ φιλοσοφίαν ζήτησιν καὶ τὴν τῶν τοιούτων θεωρίαν. εἰ δὲ πάντων ὑπαρχόντων, τῶν τε ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώνην, ἤρξαντο τῆς κατὰ φιλοσοφίαν ζητήσεως, δῆλον ὡς ἐπ’ οὐδενὸς ἀναγκαίου τῶν πρὸς διαγωγὴν τοῦ βίου συντελούντων εὑρέσει τὴν ζήτησιν ἐποιοῦντο. ἀλλὰ μὴν πᾶσαι αἱ ποιητικαί·4 ἢ γὰρ τῶν ἀναγκαίων τινὰ καὶ χρησίμων ζητοῦσί τε καὶ ποιοῦσιν, ἢ τῶν πρὸς διαγωγήν. φρόνησιν δὲ εἶπε τὴν τοιαύτην σοφίαν τε καὶ τὴν θεωρίαν. εἰκάζει δὲ τὴν τοιαύτην γνῶσίν τε καὶ θεωρίαν τοῖς ἐλευθέροις τῶν ἀνθρώπων, οἳ αὑτῶν ἕνεκέν εἰσιν, οὐκ ἄλλων, ὥσπερ οἱ δοῦλοι. τὸν γὰρ δοῦλον ἐν τοῖς Πολιτικοῖς εἶναι εἶπεν ὃς ἄνθρωπος ὢν ἄλλου ἐστίν· τοιοῦτος δὲ ὁ μὴ διορατικὸς τῶν πρακτέων δι’ ἀφυΐαν, ἀλλὰ ὑπηρετικός. καὶ γὰρ ἡ τοιαύτη γνῶσις ὡς μόνη οὖσα ἐλευθέρα τῶν ἄλλων ἐπιστημῶν αὐτὴ αὑτῆς χάριν ἐστίν. σημεῖον δὲ τοῦ δι’ αὑτὴν αὑτὴν αἱρετὴν εἶναι καὶ τὸ μηδὲν χρειῶδες παρεχομένην, ἀλλὰ τοὐναντίον καὶ ἐμποδίζουσαν αὐτοῖς τοσοῦτον φίλτρον ἐμποιεῖν5 τοῖς ἁψαμένοις αὐτῆς ὡς μηδὲν ἄλλο βούλεσθαι ποιεῖν, ἀλλὰ πᾶν τὸ ἀπάγον αὐτοὺς τῆς κατ’ αὐτὴν ἐνεργείας περίστασίν τε καὶ ἐνόχλησιν ἡγεῖσθαι. διὸ καὶ εὐλόγως ἄν φησιν οὐκ ἀνθρωπίνην ἀλλὰ θείαν τὴν γνῶσιν αὐτῆς νομίζεσθαι.

“至于它不是制作性的,从最初进行哲学思考的人们那里是显而易见的。” 哲学与智慧不是制作性的也不是实践性的,而是审视性的,他也通过以下事实表明了这一点:最初进行哲学思考的人们起初走向对这些事物的探究与发现,乃是因为对它们每一项如何存在感到惊异;而惊异是属于无知之人的。因此,如果他们由于无知而感到惊异,又由于惊异而走向哲学思考,那么他们就是由于无知而走向哲学思考的。凡是注定能消除他们无知的东西,他们正是为了它而走向哲学思考;而注定能消除他们无知的乃是认识而非行动;因此,他们是为了认识而非为了行动走向哲学思考的。因为如果他们是出于无知而走向对这些事物的探究,显然是出于对认识的追求;因为无知的医治之道不是制作,而是认识。而他习惯于将智慧与第一哲学称为同一回事。因为最完满的哲学始于惊异,进而走向探究;随后在发现了所探究的事物之后,便处于关于它们的那样一种状态,以至于正如他随后会说的那样,惊异于它们竟然有可能处于别的状态。他说,起初他们走向探究和哲学思考,是因为对眼前近旁的事物因其显而易见的奇特而感到惊异,例如,假定是这样的话,琥珀为何能吸引草屑,赫拉克利亚石[磁石]为何能吸引铁,或者彩虹是什么,或者通常来说云层的凝聚、雷声从何而来,或者关于闪电,它们是如何产生的。随后,循序渐进地,他们也走向了对更重大事物的困惑、惊异与哲学思考。正是为此,他加上了“某些”一词。至于“月亮的承受”,他指的是月食以及它的盈亏,同样还有太阳的日食、日出与日落。而陷入困惑与感到惊异,乃是由于对自身无知的意识而产生的。他还补充说,爱好神话的人在某种意义上也是爱智慧者(哲学家);因为他热切想要学习那些因无知而显得惊异的事物(因为神话就是由惊异和反常的事物构成的),而那些因对某事感到惊异而热切想要学习的人正是哲学家。 至于他们起初走向哲学思考并非为了某种需要或行动,而是为了认识,他也从历史中证实了这一点;因为在生活必需品以及促成安闲之物的筹备就绪之后,他们才走向依照哲学的探究以及对这类事物的审视。如果是在一切皆已具备——无论是必需品还是促成安闲之物——的时候,他们才开始了依照哲学的探究,那么显然他们绝不是为了发现任何有助于度过一生的必需之物而进行探究的。然而一切制作性学问却确实如此;因为它们要么探究并制作某些必需和有用之物,要么探究并制作某些有助于度日之物。他将这样的智慧与审视称为明智。他将这样的认识与审视比作自由人,自由人是为了自身而存在,而不是像奴隶那样为了他人而存在。因为他在《政治学》中说过,奴隶就是身为人类却属于他人的人;而这样的人正是由于天赋不足而无法洞察应为之事、只能充当仆从的人。因为这样的认识作为在诸科学中唯一自由的,也是为了其自身而存在的。而它因其自身而值得选择的一个证据还在于:它不仅不提供任何实用品,反而甚至阻碍这些实用之事,却在触及它的人心中激起如此强烈的热爱,以至于他们不愿做任何别的事,而是将一切引离依它而行的活动的事物都视为障碍与烦扰。因此他说,人们理所当然地认为对它的认识不是人类的,而是神圣的。

语法注5 条
  1. 1.13ἐκ τοῦ τὴν ἀρχὴν ἐπὶ ζήτησιν τὴν τούτων καὶ τὴν εὕρεσιν ἐλθεῖν τοὺς πρώτως φιλοσοφήσαντας

    由介词 ἐκ 支配的带冠词不定式短语(ἐκ τοῦ ... ἐλθεῖν),宾格 τοὺς πρώτως φιλοσοφήσαντας 充当不定式 ἐλθεῖν 的逻辑主语。副词性宾格 τὴν ἀρχὴν 意为“起初”或“最初”,修饰 ἐλθεῖν。

  2. 1.13διὰ τὸ θαυμάσαι ἕκαστον αὐτῶν πῶς ἔχει

    宾格 ἕκαστον αὐτῶν 构成了先行提取(prolepsis)结构,间接疑问从句 πῶς ἔχει 的主语被提前作为 θαυμάσαι 的宾语,意为“因为惊异于它们每一项如何存在”。

  3. 1.13ὡς θαυμάζειν εἰ ἐνδέχεται αὐτὰ ἄλλως ἔχειν

    表示结果的 ὡς 加不定式结构(οὕτως ... ὡς θαυμάζειν)。连词 εἰ 引领附属于表示惊异的动词(θαυμάζειν)的宾语从句,意为“惊异于它们竟然可能处于别的状态”,描述了发现原因后达到的确信境地,即认为事情断不可能呈现为其他状态。

  4. 1.13ἀλλὰ μὴν πᾶσαι αἱ ποιητικαί·

    承接前文“绝非为了发现任何维持生活的必需之物而进行探究”的省略对比句,省略了谓语动词短语(如 ἐπὶ τούτοις εἰσίν 或 τὴν ζήτησιν ποιοῦνται),全句意为“然而一切制作性学问却确实如此[是以这些为目的的/为了这些而进行探究的]”。

  5. 1.13σημεῖον δὲ τοῦ δι’ αὑτὴν αὑτὴν αἱρετὴν εἶναι καὶ τὸ μηδὲν χρειῶδες παρεχομένην, ἀλλὰ τοὐναντίον καὶ ἐμποδίζουσαν αὐτοῖς τοσοῦτον φίλτρον ἐμποιεῖν

    全句骨架是一个省略系动词的名词句,σημεῖον 充当表语,带冠词不定式短语 καὶ τὸ ... ἐμποιεῖν 充当语法主语。属格短语 τοῦ ... αἱρετὴν εἶναι 修饰 σημεῖον(“它因自身而值得选择的一个证据”)。分词 παρεχομένην 与 ἐμποδίζουσαν 带让步语气修饰未言明的概念(认识/智慧),而 ἐμποιεῖν 则统领后续由 ὡς 引出的结果从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:15.20-17.16