- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:167.4-168.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》小阿尔法卷第3章开端(994b32)提出听课的接受依赖于听者的习惯与教育,亚历山大对此进行注解,分析了不同类型的听众(要求数学证明者、喜好例子者、要求诗人见证者、厌烦严密论述者),并阐明针对各门学科本性要求相应精确度的预备教育之重要性。
" Αἱ δ’ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν." Διὰ τούτων ἡμᾶς διδάσκει τίνες τῶν τοιούτων ἀκροαταὶ λόγων εἶναι δύνανται, καὶ ὅτι πεπαιδεῦσθαι δεῖ καὶ ἠσκῆσθαι ἄκρως τοὺς ἀκουσομένους τῶν λόγων. αἱ γὰρ ἀκροάσεις γίγνονται κατὰ τὴν ἰδίαν τῶν ἐθῶν οἰκειότητα· οἷς γὰρ συνειθίσμεθα, τούτοις ἀξιοῦμεν καὶ τὰ λεγόμενα συμφωνεῖν, τὰ δὲ παρὰ τὰ συνήθη ἡμῖν τῶν λεγομένων ἀγνωστότερα φαίνεται διὰ τὸ ξενικὰ εἶναι. ὃ εἶπε διὰ τοῦ ἔτι τὸ λέγεσθαι καὶ τὰ παρὰ ταῦτα οὐχ ὅμοια φαίνεται. δοκεῖ δὲ τὸ ἔτι περιττὸν εἶναι. εἰ δὲ εἴη γεγραμμένον, λείποι ἂν τῷ ἔτι τὸ λέγεσθαι ἄλλως·1 τὸ γὰρ ἄλλως λέγεσθαί τινα καὶ ὡς μὴ εἰθίσμεθα ἀκούειν, ὃ εἶπε διὰ τοῦ καὶ παρὰ ταῦτα, ἀγνωστότερα ποιεῖ τὰ λεγόμενα. τοῦτο εἰπὼν ἐφεξῆς δείκνυσι πόσην ἰσχὺν ἔχει τὰ συνήθη. πολλὰ γὰρ οἱ νομοθέται μυθώδη νομοθετοῦντες διὰ τὸ χρήσιμα εἶναι πιστεύεσθαι οὕτως ἔχειν, ἔχουσι πειθομένους τοὺς χρωμένους τῷ νόμῳ διὰ τὴν τῶν λεγομένων συντροφίαν, οἷον ὅτι αὐτόχθονές τινες ἐγένοντο ἐκ τῆς γῆς φύντες, καὶ ἄλλοι ὅτι ἐξ ὀδόντων σπαρέντων ἔφυσαν, καὶ διὰ τοῦτο χρὴ ὑπερμαχεῖν ὡς μητρὸς τῆς γῆς, ἢ ὅτι θεοὶ περὶ αὐτῆς ἤρισαν· οὕτως ἀξιοσπούδαστός ἐστιν. τὸ δὲ μεῖζον ἰσχύει τοῦ γιγνώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος2 ἴσον ἐστὶ τῷ μεῖζον ἰσχύει τῆς περὶ αὐτὰ ἀληθείας τὸ ἔθος· κατὰ γὰρ τὴν ἀλήθειαν ἡ γνῶσις. εἰπὼν δὲ ταῦτα καὶ ἐνδειξάμενος δι’ αὐτῶν τὴν τῶν ἐθῶν ἰσχύν, ἐπὶ τούτοις λέγει τὰς διαφορὰς τῶν ἀκροατῶν ἃς διὰ τὰ ἔθη ἔχουσι πρὸς ἀλλήλους. οἱ μὲν τοῖς μαθήμασιν εἰθισμένοι μαθηματικὰς τῶν λεγομένων πάντων καὶ ἀκριβεῖς ἀποδείξεις ἀπαιτοῦσι καὶ τῶν ἄλλως λεγόντων οὐκ ἀποδέχονται, οἱ δὲ διὰ παραδειγμάτων ἐθισθέντες μανθάνειν τοῖς οὕτω λέγουσιν ἥδονται, οἱ δὲ τοῖς ποιήμασι χαίροντες καὶ τούτοις σύντροφοι οὐκ ἀποδέχονται τοὺς λέγοντας, ἂν μὴ καὶ ποιητὴν τῶν λεγομένων παράσχωνται μάρτυρα. καὶ οἱ μὲν πάντα ἀκριβῶς ἐξετάζουσιν, εἰσὶ δὲ οἳ τῇ ἀκριβολογίᾳ ἄχθονται, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπακολουθεῖν (τοῦτο γὰρ τὸ συνείρειν) ἀλλὰ κάμνειν, ἢ διὰ τὸ προειληφέναι ὅτι τὸ ἄκρως ἀκριβολογεῖσθαι μικρολογία· τοῦτο γάρ ἐστι τὸ διὰ τὴν μικρολογίαν· τοιαύτην γάρ τινα φαντασίαν ἀποτελεῖ ἡ ἄγαν περὶ τὰ λεγόμενα ἀκρίβεια, ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει ἀκριβείας σπάσασα τήνδε τὴν δόξαν·3 ἀνελεύθερον γάρ τισιν ἤδη δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν ἰσχύν, καὶ διότι κατ’ οἰκειότητα τὴν κατὰ τὰ ἔθη καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον, ἴσον λέγων τῷ καὶ αὐτῷ ἐν τοῖς Ἠθικοῖς εἰρημένῳ τῷ “πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται”. ὃ διὰ τῶν Ὑστέρων ἀναλυτικῶν δείκνυται, ἐνδεικνύμενος ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἑκάστου (οὐ γὰρ πάντα ὅμοια, οὐδὲ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα), ἐξαιρέτως δὲ τοὺς τούτων τῶν ῥηθησομένων ἀκούσοντας· οὐ γάρ ἐστιν αἰσθητὰ ἢ περὶ αἰσθητῶν, οὔτε συνήθη τε καὶ ἐν ποσί.
“而听课的接受是依照习惯发生的。” 通过这些话,他教导我们什么样的人能够成为这类论证的听众,以及将要聆听这些论证的人必须受到教育并受过极高的训练。因为听课的接受是依照各人习惯特有的亲和性而发生的;我们要求所说的话与我们所习惯的事物相一致,而所说的事物中凡有悖于我们习俗的,由于其陌生性而显得较不可知。这正是他通过“此外,被言说,且有悖于这些事物的话显得并不相似”所表达的意思。但“此外”一词似乎是多余的。如果它确实被写上了,那么“此外,被言说”中就会缺少“以另一种方式”;因为以另一种方式且非如我们所惯于听到的那样来言说某些事物——即他通过“以及有悖于这些事物”所说的——会使得所说的事物变得较不可知。说完这些,他接着展示了习以为常的事物具有何等巨大的力量。因为立法者们制定许多神话性质的法律,是因为相信事情是这样乃是有用的,他们借助对所言之事的熟稔,使得遵循法律的人深信不疑,比如某些人是由大地所生而成为本土之人,另一些人是由播下的牙齿生长出来的,因此应当为大地如为母亲一样奋战,或者神祇们曾为它相争(它是如此值得全力追求)。而“由于习惯,比认识关于它们的事情具有更大的力量”,等于说“习惯比关于这些事物的真理具有更大的力量”;因为认识是依照真理而立的。说完这些并通过它们展示了习惯的力量之后,他紧接着论述了听众之间因习惯而彼此存在的差异。那些习惯于数学学科的人,要求对所说的一切都给出数学式的严密证明,而不接纳以其他方式言说的人;那些习惯于通过实例学习的人,则乐于听从这样言说的人;而那些喜爱诗歌且在其中熏陶长大的人,除非说话者同时引出一位诗人作为所说之事的证人,否则就不接纳说话者。有些人严密地审视一切,但也有人对严密的讲论感到厌烦,这要么是因为无法跟上(这正是“连续贯通”的意思)而感到疲惫,要么是因为预先认为极度严密的讲论乃是琐碎苛细;这正是“因为琐碎苛细”的意思。因为在所说的事情上过度的严密会产生这样一种印象,这是从契约交易以及涉及日常使用之物的精确性中汲取了这种看法;因为在某些人看来,在言论中过分精确且探究细小微末之事,正如在契约交易中一样,已经显得是不大度的了。预先讲了这些并展示了习惯的力量,且说明了人们是依照基于习惯的亲和性来接纳所言之事,他接着指出“因此必须受过教育,懂得如何接纳每一种事物”,这与他自己在《伦理学》中所说的“因为在每一个门类中,追求精确以事物的本性所容许的程度为限,乃是受过教育之人的特征”是一致的。这一点是通过《后分析篇》展示出来的,他向我们表明普遍而言必须受过教育并知道应当如何聆听所说的每一件事物(因为并非所有事物都相同,也不容许同等程度的精确),而对于那些将要聆听这里即将讲述的内容的人而言更是尤其如此;因为它们既不是感觉对象,也不是关于感觉对象的,更不是习以为常和触手可及的。
- 2.22λείποι ἂν τῷ ἔτι τὸ λέγεσθαι ἄλλως
关于亚里士多德原文异读的语法考释。亚历山大认为传抄中的 ἔτι τὸ λέγεσθαι 一语显得冗赘;若保留该读法,则需在语法上为 ἔτι τὸ λέγεσθαι 补充副词 ἄλλως(“以另一种方式”),λείποι ἂν 的主语即是 τὸ ἄλλως。
- 2.22μεῖζον ἰσχύει τοῦ γιγνώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος
关于引自亚里士多德本文(995a3–4)的句法分析。比较级短语 μεῖζον ἰσχύει 后带冠词的不定词属格 τοῦ γιγνώσκειν 作比较属格(“因习惯而比认识关于它们的事情具有更大的力量”)。亚历山大随即将这一骨架转述为“比关于它们的真理(τῆς... ἀληθείας)更具力量”以指明其义。
- 2.22ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει ἀκριβείας σπάσασα τήνδε τὴν δόξαν
分词短语的结构理顺。阴性单数主格分词 σπάσασα 与前面的主语 ἡ ἄγαν περὶ τὰ λεγόμενα ἀκρίβεια(“在言论上过度的严密”)保持性数格一致。介词 ἀπό 表明此种成见(δόξα)的借用渊源,即从商业交易与日常琐事的斤斤计较中转嫁到哲学讲论上来。
