- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:165.28-167.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德对原因种类无限性的否定,阐明现实上的无限者不可能在有限时间内被穷尽或认识。亚历山大解释了文本中的论证,并引介其师“我们的亚里士多德”所作的一项辩证论证,评估了其性质。
" Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων." Προθέμενος δεῖξαι ὅτι μὴ ἔστιν ἄπειρα τὰ αἴτια μήτε εἰς εὐθυωρίαν μήτε κατ’ εἶδος, καὶ δείξας ὅτι κατ’ εὐθυωρίαν οὐκ εἰσὶν ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, δείκνυσι νῦν ὅτι οὐδὲ κατ’ εἶδος οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, συγχρώμενος τῷ προειρημένῳ τῷ τὰ ἄπειρα τὰ κατ’ ἐνέργειαν ἄγνωστα εἶναι, τὰ δὲ κατ’ εἶδος ἄπειρα ἄπειρα δηλονότι ἐνεργείᾳ, ὥστε ἄγνωστα. εἰ δὲ τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄγνωστοι, δηλονότι καὶ τὰ ἐκ τούτων· τότε γὰρ εἰδέναι τι οἰόμεθα ὅταν τὰ αἴτια αὐτοῦ γνωρίσωμεν. ὥστε καὶ τοιαύτης οὔσης τῆς τῶν αἰτίων ἀπειρίας ἀναιρεῖται ἐπιστήμη, ἀναιρουμένης τῆς τῶν ἀρχῶν γνώσεως. τὸ δὲ ἑξῆς εἰρημένον τὸ τὸ δ’ ἄπειρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν τοιοῦτόν ἐστιν. πᾶσα νόησις περίληψίς τις οὖσα τοῦ νοουμένου ἐν πεπερασμένῳ γίγνεται χρόνῳ· τὸ δὲ ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατ’ ἐνέργειαν (ἔστι γὰρ τὸ κατ’ ἐνέργειαν ἄπειρον, οὗ λαμβανόντων ἀεί τι ἔστιν ἔξω,1 καὶ ἐφ’ οὗ παντὸς τοῦ λαμβανομένου ἔστι τι ἐκτός), τὸ δὴ οὕτως ἄπειρον οὐχ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ διχοτομίᾳ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον τῷ ἀεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι. εἰ δὴ ὁ μὲν νοῦς ἃ νοεῖ ἐν πεπερασμένῳ χρόνῳ νοεῖ τε καὶ διέξεισι, τὰ δὲ ἄπειρα ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν τε καὶ νοῆσαι τῷ ἀεί τι τοῖς περιειλημμένοις καὶ νενοημένοις προστίθεσθαι, οὐκ ἂν ὁ νοῦς νοοίη τὰ ἄπειρα. αὐτὸς μὲν οὕτως ἐφοδεύσας ἔδειξεν ὅτι μὴ οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια· ὁ δὲ ἡμέτερος Ἀριστοτέλης2 καὶ αὐτὸς ἐπιχειρῶν ἐδείκνυεν. ἐπεὶ ἔστιν αἴτια τῶν ὄντων, ἤτοι πλείω ταῦτά ἐστιν ἢ ἕν. ἀλλ’ ἓν μὲν οὐχ οἷόν τε μόνον αἴτιον εἶναι τῶν ὄντων τε καὶ γινομένων, ὡς ἐν ἄλλοις δέδεικται· καὶ γὰρ ὑποκειμένου τινὸς χρεία τῷ γιγνομένῳ καὶ τοῦ ποιοῦντος. ἀλλὰ καὶ κατὰ εἶδος δείκνυταί τι γίγνεσθαι· ὥστε οὐχ ἓν τὸ αἴτιον. πλείω ἄρα· εἰ δὲ πλείω, ἤτοι πάντα ἄπειρα ἢ τινὰ ἢ ἕν. πάντα μὲν οὖν ἢ τινὰ ἄπειρα εἶναι ἀδύνατον· οὐ γὰρ οἷόν τε πολλὰ ἄπειρα εἶναι. ἀλλ’ οὐδὲ ἓν μὲν ἄπειρον τὰ ἄλλα δὲ πεπερασμένα λέγειν οἷόν τε· τὸ γὰρ ἄπειρον πανταχῇ ὂν ἄλλῳ παρείσδυσιν οὐ δίδωσιν, οὔτε ἀπείρῳ οὔτε πεπερασμένῳ. ἀλλὰ μὴν οὐδ’ εἰ ἓν μόνον αἴτιον εἴη, οἷόν τε τοῦτο ἄπειρον εἶναι· οὐδενὸς γὰρ ἔσται αἴτιον· οὐ γὰρ ἕξει χώραν τὸ οὗ ἐστιν αἴτιον, τοῦ αἰτίου ὄντος πανταχῇ. δῆλον γὰρ ὡς ἄπειρον ὂν ποσόν τι ἔσται κατ’ αὐτὸ τοῦτο, ἄντε κατὰ τὸ ποσὸν ᾖ πανταχῇ ἄντε κατὰ χρόνον.3 δοκεῖ δὲ ἡ ἐπιχείρησις ἔχειν μέν τι διαλεκτικὸν καὶ εἶναι λογική, οὐ μὴν καὶ ὁμοίως οἰκεία τοῖς προειρημένοις εἶναι.
“然而,即使原因的种类在数量上是无限的[也同样是不可能的]。” 他此前打算证明原因无论在直线上还是在种类上都不是无限的,并且已经证明了它们在直线上无论是向上还是向下都不是无限的,现在他证明原因在种类上也不可能是无限的,同时利用了前面所说的一个命题,即现实上的无限者是不可知的,而种类上的无限者显然在现实上是无限的,因此是不可知的。如果原因和本原是不可知的,显然从它们而来的事物也是不可知的;因为我们正是在认识了某事物的原因时,才认为自己认识了它。因此,即使原因的无限性是这样的,由于对本原的认识被取消,科学认识也被取消了。而接下来所说的“在有限的[时间]内不可能通过增加来穷尽无限者”,其意思如下。一切思考作为对所思之物的某种把握,都是在有限时间内发生的;但通过增加而成的无限者,即现实上的无限者(因为现实上的无限者是指这样一种东西:当人们每次取其一部分时总有某物在外部,并且对于所取的一切总有某物在外面),这样一种无限者在有限时间内是不可能被穷尽的。因为潜能上且通过二分法而成的无限者可以在有限时间内被穷尽,但现实上且通过增加而成的无限者则是不可能的,因为在已被把握和思考的部分之外,总会有另一个留下的部分被添加进来。如果理智在有限时间内思考并穷尽它所思考的事物,而无限的事物由于总有某物被添加到已被把握和思考的部分上从而不可能在有限时间内被穷尽和思考,那么理智就不会思考无限的事物。他本人通过这种方式的探讨证明了原因不可能是无限的;而我们那位亚里士多德自己通过论证也证明了这一点。既然存在着现有事物的原因,这些原因要么多于一个,要么是一个。但现有事物和生成之物不可能只有一个原因,正如在其他地方所证明的那样;因为对于生成之物,既需要某种载体,也需要施动者。而且,也证明了某物是依照形相而生成的;所以原因不是一个。因此是多个;如果是多个,要么全都是无限的,要么有的是无限的,要么只有一个是无限的。全都是无限的或有的是无限的,这是不可能的;因为不可能有多个无限者。但也不能说一个是无限的而其他的是有限的;因为无限者处于一切处,不给其他事物提供介入的余地,无论是无限者还是有限者。然而,即使只有一个原因,这也不可能是无限的;因为它将不是任何事物的原因;因为既然原因处于一切处,它作为其原因的事物将没有容身之所。因为显而易见,既然它是无限的,它就由此本身成为某种量,无论它是在量上处于一切处,还是在时间上处于一切处。这一论证似乎一方面具有某种辩证的性质且在逻辑上成立,但另一方面对于前面所说的事物而言却并不同样切合。
- 2.21οὗ λαμβανόντων ἀεί τι ἔστιν ἔξω
λαμβανόντων 是未明示主语的独立属格,指不特定的主体(“当人们每次截取时”)。前置的关系代词 οὗ 与后文的介词 ἔξω 相应,意为“在其外部”。
- 2.21ὁ δὲ ἡμέτερος Ἀριστοτέλης
ὁ ἡμέτερος Ἀριστοτέλης(“我们那位亚里士多德”)作主语,指注疏家亚历山大的老师米蒂利尼的亚里士多德,与亚里士多德本人(αὐτός)相对照,引出后文所叙述的推论。
- 2.21ἄντε κατὰ τὸ ποσὸν ᾖ πανταχῇ ἄντε κατὰ χρόνον
ἄντε... ἄντε... 是 ἐάν τε... ἐάν τε... 的缩合形式,引导备选的让步条件从句(“无论是在量上处于一切处,还是在时间上[处于一切处]”)。后一分句承前省略了 ᾖ πανταχῇ。
