← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§164.15-165.27

通过质料说明无限者的不可知性与动力因的有限性

亚历山大注解了亚里士多德援引质料论证无限者之不可知性的段落(994b25),比较了将质料思考为“在运动之物中/作为运动着的”的不同读法与解释,阐明“作为无限者而存在”的本质既非无限亦非不可知,并说明了动力因不是无限的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20

" Ἀλλὰ καὶ τὴν ὕλην κινουμένην νοεῖν ἀνάγκη." Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὑτοῦ φύσει1 παρατίθεται σημεῖον τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὑτῆς λόγον ἄπειρος εἶναι, ἀσχημάτιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδὲ ἐπιστήμην αὐτῆς ἔχομεν· κινουμένῳ γάρ τινι γιγνώσκομεν αὐτήν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς μὲν ὁ Πλάτων φησί, νόθῳ λογισμῷ γνωστή, ὡς δὲ Ἀριστοτέλης, ἀναλογίᾳ γνωστὴ καὶ δοξαστή, ὡς καὶ τοῦτο εἴρηκεν ἐν τοῖς Φυσικοῖς. τὸ αὐτὸ δὲ σημαίνοι ἂν καὶ εἰ εἴη γεγραμμένον ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη. τινὲς δὲ κινουμένην γράφουσι, καὶ ἐξηγοῦνται τὴν λέξιν ὅτι οὐκ ἔστιν ἄπειρος ὡς τὰ ἐνεργείᾳ ἄπειρα. διὸ ἐκεῖνα μὲν ἄγνωστα, αὕτη δὲ ἄπειρος οὖσα καὶ λεγομένη κατὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῇ τινι νοῆσαι (τῷ γὰρ μὴ ἔχειν οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβειν καὶ μεταβάλλειν), οὕτω δὴ οὖσα ἄπειρος ὡς διὰ τὸ κινεῖσθαι συνεχῶς λέγεσθαι τοιαύτη νοητή τε ἐστι καὶ ἐπιστητή· οὐ γὰρ ὁμοίως τοῖς ἀγνώστοις ἄπειρος· ἵνα ἴσον ᾖ τὸ εἰρημένον τῷ ἀλλὰ καὶ τὴν ὕλην κινουμένην ἀεὶ καὶ ἐν ῥύσει οὖσαν καὶ διὰ τοῦτο ἄπειρον εἶναι λεγομένην, ὥσπερ καὶ τὴν γραμμὴν διὰ τὰς τομὰς νοεῖν ἀνάγκη, ἐπεὶ μὴ ἐκείνως ἐστὶν ἄπειρος. ἢ κινουμένην νοεῖν ἀντὶ τοῦ ὡς κινουμένην καὶ ἐν ῥύσει καὶ τῇ τοιαύτῃ ἀπειρίᾳ οὖσαν· διὰ τοῦτο γὰρ οὐδὲ ἡ ὕλη ἐπιστητή. εἰπὼν δὲ ταῦτα ἐπιφέρει καθολικὸν τὸ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι·2 εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον (τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδος· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἁπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ εἶναι ἀνθρώπῳ. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψυχῇ· ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρει), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον· ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος οὐδὲ ἄγνωστος. εἰπὼν δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι, ὃ ἴσον ἐστὶ τῷ τὸ ἄπειρον οὐχ οἷόν τε ἐνεργείᾳ εἶναι, ἐπήνεγκε τὸ εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι, τουτέστι καθὸ γνωστόν ἐστι τὸ ἄπειρον (γνωστὸν δέ ἐστι κατὰ τὸν λόγον), τοῦτο οὐκ ἄπειρον· οὐδὲ γὰρ τὸ ἄπειρον γνωστὸν καθὸ ἄπειρον. τὸ δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι πρᾶγμα ᾧτινι ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει, τῷ δηλονότι μηδὲν εἶναι ἄπειρον. εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν τινί, ἀλλ’ αὐτός γε ὁ λόγος καθ’ ὃν ἡ γνῶσις ἡ τοῦ ἀπείρου, οὐκ ἄπειρος. οὐκέτι δὲ ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα ἰδίᾳ ἔδειξεν ὡς φανερά·3 εἰ γὰρ μηδὲ τὰ γιγνόμενα ἄπειρα κατὰ τὸ εἶδος, ἀλλ’ ἀνακάμπτει, δῆλον ὡς πολὺ μᾶλλον οὐκ ἂν εἴη αὐτὰ τὰ ποιητικὰ αἴτια ἄπειρα.

“此外,也有必要将质料思考为处于运动中的。” 他援引质料作为无限者就其本性而言是不可知的一个标志,因为质料按照其自身的定义似乎是无限的,按照其固有的本性是不具形状的,且没有固有的界限。因此,正是由于它是这样的一种东西,我们甚至对它没有科学认识;因为我们是通过某种运动着的东西认识它的;因为它是意见的对象而非科学认识的对象,并且正如柏拉图所说,它是通过一种杂合的推论而被认识的,而正如亚里士多德所说,它是通过类比而被认识并且是意见的对象,正如他在《物理学》中也说过这一点。即使写成“此外,也有必要在运动之物中思考质料”,也会表示同样的意思。但有些人写作“作为运动着的”,并将文句解释为:它并不像那些现实上无限的事物那样是无限的。因此,后者是不可知的,而前者由于始终在某种运动和变化中被思考而作为无限者并被如此称呼(因为由于不具有固有的形状或任何性质,它在不同时候变换并转变为不同的形相),正是由于在这种意义上是无限的,即通过不断运动而被称作这样的东西,所以既是可思的又是科学认识的对象;因为它并不是像那些不可知的事物那样是无限的;这是为了使所说的话等同于:“此外,也有必要将质料思考为始终运动且处于流变之中,并因此被说成是无限的,正如也有必要通过分割来思考线一样,既然它不是以那种方式成为无限的”。或者,“思考为运动着的”是用来代替“作为处于运动、流变及此类无限性之中而思考”;因为正是由于这个缘故,质料也不是科学认识的对象。在说了这些之后,他补充了一条普遍的原理:“并且对于任何无限者都不存在其存在;否则,无限者的存在本身至少不是无限的”。而他的意思如下。正如“人”与“作为人而存在”有所不同,并且在事物是复合的一切情况中也是如此(因为对每一事物而言,其存在都是依照定义和依照形相的;因为人是由质料和形相构成的,但作为人而存在则是单纯的;因为作为人而存在对于人而言是依照形相的。在非物体性的事物中,事物与其存在是同一的;因为灵魂与作为灵魂而存在是同一的;但在质料中具有其存在的事物中,两者是不同的),因此,现实上的无限者也是不可知的,但作为无限者而存在本身则既不是无限的,也不是不可知的;因为表明其本性和形相的定义既不是无限的,也不是不可知的。在说了“并且对于任何无限者都不存在其存在”(这等同于“无限者不可能现实地存在”)之后,他接着补充道“否则,无限者的存在本身至少不是无限的”,也就是说,就无限者是可知的而言(而它是依照定义成为可知的),这一点并不是无限的;因为无限者并非在其作为无限者的意义上是可知的。而他说“并且对于任何无限者都不存在其存在”,要么是用来代替“没有任何东西在现实上是无限的”,要么是因为没有任何事物能够适用无限者的定义(显然是因为没有任何东西是无限的)。但即使假定它适用于某物,然而关于无限者的认识所依据的定义本身并不是无限的。但他不再单独证明动力因也不是无限的,因为这是显而易见的;因为如果连生成之物依照形相都不是无限的,而是循环往复的,那么动力因本身就更不可能是无限的,这是显而易见的。

语法注3 条
  1. 2.20Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὑτοῦ φύσει

    句首的属格冠词不定式短语 Τοῦ ... εἶναι 作为说明性(或限定性)属格修饰主句中的 σημεῖον(“无限者就其本性而言不可知这一点的[标志]”),置于主句 παρατίθεται σημεῖον τὴν ὕλην 之前。

  2. 2.20καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι

    亚里士多德引文的原句句法。结构为 ἔστιν + 与格(ἀπείρῳ οὐδενὶ)+ 不定式(εἶναι),有两种可能的解读:(1) “任何无限者都不可能存在(在现实上不可能存在)”;(2) 基于本质表达 τὸ τινὶ εἶναι,“任何无限者都不具有其本质(作为其自身的存在)”。亚历山大在后文中明确给出了这两种解读的可能性,分别将其改述为 ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ 以及 οὐδέν ἐστι πρᾶγμα ᾧτινι ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει。

  3. 2.20ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα ἰδίᾳ ἔδειξεν ὡς φανερά

    句法骨架为 οὐκέτι δὲ ... ἰδίᾳ ἔδειξεν(“不再单独证明”),其宾语从句是 ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα[ἐστί](“动力因也不是无限的”)。末尾的 ὡς φανερά 作为表示理由或观点的表语性状语(“作为显而易见的”),修饰主要动词 ἔδειξεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:164.15-165.27