- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:162.17-164.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《形而上学》994b20–21,指出承认无限后退将消除直接前提从而取消科学认识,并通过将连续量分割中的潜在无限及思想的停顿与诸原因中的现实无限相对比,论述了现实的无限倒退会导致对事物的认识成为不可能。
" Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν." Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα·1 ἐκ γὰρ τῶν προσεχῶς καὶ ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχον δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἂν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ’ ἄπειρον, ἀεί τις μέσος ὅρος ἔσται τοῦ τε αἰτίου δι’ οὗ δείκνυται ὑπάρχον τί τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν. πάλιν δὲ αὖ τὸ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. τινὲς δὲ ἄτομα ἤκουσαν τὰ καθ’ ἕκαστα, καί φασι τὰς μὲν ἐπιστήμας τότε τὸ ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσιν, εὑρίσκωνται ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμόζοντα. τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν τοῖς καθ’ ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν ἐπ’ ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβανόντων· ἔσχατον μὲν γὰρ τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλ’ οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον.
“此外,这样说的人取消了科学认识;因为在达到不可分者之前,是不可能知晓的。” 他在此把“直接从属者”称为“不可分者”;因为正如在《后分析篇》中所说,各门科学认识产生于近邻且直接从属的事物;而如果在定义中所采纳的一切项都有定义,并且所提出之项的定义是由这些定义构成的,那么这一点[科学认识之产生]是不可能存在的。因为在目前的理解下,通过定义被表明属于某物者,似乎直接属于该物;但如果每一个定义的定义都无限存在,那么在借以表明某物属于某物的原因与被表明有某物从属于它的主体之间,就始终会有某种中项。因为如果对于所采纳的每一项总是都有定义,那么就永远不可能采纳某种直接属于某物的东西;因为“动物”并不是直接属于“人”,而是通过人是“有感觉能力的有灵魂实体”而属于人。而“有感觉能力的有灵魂实体”又将通过其自身的定义而属于人,那些项又同样通过自身的定义而属于人,并且这将无限进行下去;因为针对各定义所采纳的定义,将始终成为中项,定义所针对的各项将借由这些中项而属于被定义者。因此,不可分的直接前提将被取消,而一旦它们被取消,科学认识与证明也就被取消了。但有些人将“不可分者”理解为个别事物,并且他们说,各门科学认识唯有在其所关涉的内容被发现适用于其特有的不可分者时,才拥有可知对象。因为一个人唯有在所述内容适用于个别的人时,才拥有关于属于人的事物的科学认识。然而,如果原因向下无限推进,达到不可分者是不可能的;因为不可分者是最后的,但如果中间的原因是无限的,达到此项便是不可能的。以至于所述的内容是关于一切原因共同而言的,而不仅是关于形相和定义而言。
"Καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων ἀδύνατον γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς τῶν αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων τῆς ἐπ’ ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς2 εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; λέγων τὰ ἐνεργείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένως τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς γε οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διῃρημένην, ἀλλ’ ὅταν νοῶμεν, τὰς τομὰς ἱστῶμεν καὶ παυόμεθα τοῦ τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς ἔτι διαιρέσεις· ἀεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γάρ ἐστι τὸ νοῆσαι δὲ οὐκ ἔστι μὴ στήσαντα· τὰς γὰρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ ὁ διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων καθ’ ὅσον οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἂν διεξέλθοι ὁ οὕτως αὐτὴν διεξιών. εἶπε δὲ ὁ τὴν ἄπειρον διεξιὼν ἀντὶ τοῦ ὁ τὴν ἐπ’ ἄπειρον διαιρετήν. ἀλλὰ κατ’ ἀθρόα μόρια δίεισι διὰ τὸ μὴ εἶναι ἐν αὐτῇ ἐνεργείᾳ τὴν ἀπειρίαν ἀλλὰ δυνάμει. ἐπὶ δέ γε τῶν αἰτίων, εἰ ἐπ’ ἄπειρον εἰς τὸ κάτω ἐστὶν ἄλλο ἄλλου αἴτιον, ἀδύνατον ἔσται γνῶσιν τῶν αἰτίων γενέσθαι πάντων, ἄπειρα δὲ γίγνεται τὰ πάντα ἐνεργείᾳ. εἰ δὴ ἤρτηται μὲν ἡ τῶν ὄντων γνῶσις ἐκ τῆς τῶν αἰτίων γνώσεως, ὡς προείρηται, ἄγνωστα δὲ τὰ αἴτια δι’ ἀπειρίαν, ἄγνωστα καὶ τὰ ὧν αἴτια ταῦτα.
“并且认识也是不存在的。” 所说的内容是这样的。他在指出对于现实上无限的事物不可能有认识,以及以这种方式增加定义或原因的人(因为关于所有原因的论述是相通的)取消了认识之后——如果确实关于事物的科学认识来自对原因的认识——又指出无限的事物是不可知的;既然连续之物由于无限分割似乎也在某种意义上是无限的,却又并非不可知(因为对于它们的无限分割有着思想),于是他接下来通过说“因为怎么可能思考以这种方式无限的事物呢?”(意指在现实上无限的事物),表明了无限性存在于连续之物中与无限直线推进存在于诸原因中并不是以相同方式存在的。因为线公认由于分割不停止而无限被分割,但我们无论如何决不会将它思考为已经被分割为无限个部分,而是当我们思考时,使分割停下来,停止切断,并把握有限的分割。因为我们固然思考线的分割以及一般而言连续之物的分割如何无限进行,但绝不会再去思考其无限的诸分割本身;因为凡是我们所思考的分割,我们始终是作为有限的分割来思考的。因为这就是“但不停下来就不可能思考”的意思;因为我们思考的是有限的分割。因此,穿过那无限可分割的连续之线的人,也不会是通过数算分割并在它们能够被切断的限度内按现实去把握它们而如此穿过的;因为这样穿过它的人决不可能穿过。他用“穿过无限者的人”代替了“穿过那无限可分割者的人”。相反,他按照聚合的部分穿过,这是因为无限性在其中不是现实地存在,而是潜在地存在。然而在原因的情况中,如果向下无限地此物是彼物的原因,那么要产生对一切原因的认识将是不可能的,并且所有原因在现实上都将成为无限的。因此,如果正如前文所说,对存在者的认识取决于对原因的认识,而原因由于无限性又是不可知的,那么以这些为原因的事物也就是不可知的了。
- 2.18Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα
关于 ἄτομα(不可分者)的含义,亚历山大首先将其解释为“直接从属者”(即直接谓词/直接前提),随后介绍了其他注家将其理解为“个别事物”(τὰ καθ’ ἕκαστα)的看法。前者作为逻辑学术语的解释构成了主要论证的基础。
- 2.19εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων ἀδύνατον γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς τῶν αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων τῆς ἐπ’ ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς
该长句的句法骨架由分词短语 εἰπὼν ... εἰπὼν δὲ ...、原因从句 ἐπεὶ δοκεῖ ... 以及主句 ὅτι μὴ ὁμοίως ... δείκνυσιν ἑξῆς 构成。分词 εἰπὼν 总结前文论述,ἐπεὶ 从句提出可能出现的反思(连续量无限分割的可知性),而 ὅτι 从句则作为主动词 δείκνυσιν 的宾语从句(表明连续量的无限性与原因中的无限性并不相同)。
