← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§160.22-162.16

目的因的界限与形式定义无限倒退之否定

亚历山大注解了关于目的因与形式因(本质存在与定义)不能无限倒退的论证,阐明了定义若被无休止地归约或无限扩增所导致的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16

" Καίτοι οὐθεὶς ἂν ἐγχειρήσειεν." Διὰ τῆς ἐναργείας ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστῳ τῶν γιγνομένων τέλος ὡρισμένον, οὐκ ἂν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προΐοι. συστήσας δὲ τὸ εἶναι κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας,1 ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπ’ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα.

“然而没有人会着手……” 他通过显然的事实表明,从存在者中排除此类原因是不可能的。此外,如果每个生成之物都有确定的目的,那么依目的而言的原因就不会无限推进。在确立了依目的而言的原因之存在后,他又将“目的”替换为“界限”,从而同样表明了原因并非无限;因为凡是有界限的事物,都不是无限的。

§2.17

"Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ." Δείκνυσι καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας (τοῦτο γάρ ἐστι τὸ τί ἦν εἶναι) μὴ γιγνομένην ἐπ’ ἄπειρον τὴν πρόοδον ὡς ἀεὶ τοῦ ληφθέντος εἴδους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς τοῦ ὁριστοῦ τῷ λόγῳ πλεονάζειν· οὐ γάρ ἐστι τῇ λέξει ἴσον ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. ἕκαστον δὲ ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ2 ὁρισμὸν ἔχει. δοκεῖ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προσθεῖναι· εἰ γὰρ ὁ μὲν πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον ἂν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὐ δὴ οἷόν τε ἀεὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζῴου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὡρίζετο, ἔλαττον ἀποδώσει τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. ἐφ’ ὧν οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὐδ’ ἂν ὁ δεύτερος ἢ ὁ τρίτος ἢ ἄλλος τις εἴη· ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀποδοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἂν ὁ δεύτερος αὐτοῦ εἴη· ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται, ἦν αὐτοῦ. καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ δεύτερον· τὸ γὰρ δεύτερον πρώτου τινὸς δεύτερον· ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶτος, οὐκ ἂν δεύτερος εἴη. δύναται καὶ τὸ πρῶτον τὸν ἔσχατον εἰρηκέναι·3 ὁ γὰρ ἔσχατος λόγος καὶ ἡ ἐσχάτη αἰτία καὶ τὸ ἔσχατον εἶδος, μεθ’ ὃ οὐκέτι τὸ διὰ τί ἀπαιτοῦμεν, οὗτος ἂν ὁ κυρίως ὁρισμὸς εἴη, οὗ μὴ ὄντος τῷ ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον, οὐκ ἂν τῶν πρὸ αὐτοῦ τις εἴη. τινὲς ἤκουσαν τοῦ πλεονάζοντα τῷ λόγῳ, ὡς λέγοντος αὐτοῦ, ἀεὶ τῷ πρώτῳ ἀποδοθέντι ὁρισμῷ προστίθεσθαί τι, ὡς πλεονάζειν τὸν δεύτερον τοῦ πρὸ αὐτοῦ κατὰ τὸν λόγον τῷ προστίθεσθαί τι αὐτῷ, οἷον τοῦ ἀνθρώπου εἰ ὁ μὲν πρῶτος εἴη ζῷον πεζὸν δίπουν, ἄλλον δὲ πάλιν [ἄλλο] μετὰ τοῦτον ἔχοντα ἄλλην τινὰ τῶν προειρημένων διαφορὰν προσκειμένην, οἷον τὸ λογικόν, καὶ πάλιν τούτῳ ἄλλην, ὡς εἶναι ἐπ’ ἄπειρον αὐξανόμενον τὸν πρῶτον ἀποδοθέντα ὅρον.

“而且,本质存在也不可能被归约为在言辞上更为冗长的另一个定义。” 他也针对依形相而言的原因(因为这就是本质存在)表明,前进不会无限发生,仿佛对于所取的形相和定义总是又有另一个定义和另一种形相似的。他通过加上“在言辞上更为冗长”阐明了这一点。因为定义在言辞上似乎比被定义者更为冗长;事实上,“人”与“能死的有理性的动物”在字句上并不对等。而被定义者的每一项,相对于对其给出的定义而言都处于名称的地位。在我看来,他也把这一情况本身作为荒谬的后果加了进来;因为如果定义在言辞上比被定义者更为冗长,那么构成定义的言辞就会无限增加;而这是荒谬的。因此,不可能对给出的定义总有某种定义,以至于例如“动物”的定义是“有感觉能力的有灵魂实体”,而对这一定义又另有某种定义,或者对定义中的每一项都另有定义。因为一个人离他所定义的人的直接言辞越远,他就越少给出人的形相,越不完全地定义人;因为最初给出的直接言辞始终是事物的定义,而随后的言辞不再是该事物的定义,而是对关于该事物所给出的言辞的定义。因此,凡最初给出的并非定义之处,第二或第三乃至任何其他言辞也都不会是定义;因为这些言辞中的每一个都成为了先于它给出的定义的定义,而不是事物的定义;因为最初给出的言辞若不是某物的定义,在它之后给出的言辞就更不可能是其定义。因为,如果最初给出的是作为事物的定义而给出,而第二项是作为关于该事物给出的言辞的定义而给出,那么最初给出的若不属于该事物,第二项也不可能属于它;因为只有在第二项所针对的最初给出的言辞属于该事物时,这第二项才能够属于它。一般而言,凡第一项不存在的地方,第二项也不存在;因为第二项是对某个第一项而言的第二项;因此,凡不存在某种第一定义的事物,也不会有第二定义。也有可能他是用“第一者”来指代“最后者”;因为最后的言辞、最后的原因和最后的形相——在此之后我们不再探询“为什么”——才是本真意义上的定义,如果这一项由于前进是无限的而不存在,它之前的任何一项也就都不会存在。有些人把“在言辞上更为冗长”理解为他在说:总有某种东西被添加到最初给出的定义中,以至于第二定义由于添加了某种东西而在言辞上多于其前的一项,例如就人而言,最初给出的若是“两足陆生动物”,在此之后又有另一个定义附加上了前述种差中的另一项,例如“有理性的”,又对这个定义加上另一项,仿佛最初给出的定义是在无限增加似的。

语法注3 条
  1. 2.16μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας

    分词 μεταλαβών 表示主语(亚里士多德)所伴随的动作。μεταλαμβάνειν εἰς ... 意为“替换为……/改换为……”,指在论证中把“目的”(τέλος)概念替换为“界限”(πέρας)。

  2. 2.17ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται, ἦν αὐτοῦ.

    非真实条件句结构(对过去的相反假定)。迂回未完成过去时 ἦν δυνάμενος 承接条件从句 εἰ ... ἦν αὐτοῦ,表示“只有当第二项所针对的第一项曾属于该事物时,第二项才本能够属于该事物”。关系代词属格 οὗ 指向前行动词分词短语 ὁ πρῶτος ἀποδεδομένος。

  3. 2.17δύναται καὶ τὸ πρῶτον τὸν ἔσχατον εἰρηκέναι

    无人称动词 δύναται 支配不定式 εἰρηκέναι,其逻辑主语为亚里士多德。句中带有双重宾格(τὸ πρῶτον 为直接宾语,τὸν ἔσχατον 为宾语补足语),意为“他也可能是用‘第一者’来指代‘最后者’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:160.22-162.16