← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§159.15-160.21

质料因的终点与目的因无限后退的否定

亚历山大总结了关于质料因不可能向下无限推进的论证(确认第一基底的不可消灭性与相互反转生成),进而转向目的因,指出若目的(最终的善)无限后退,将取消善自身、自然与理智的作用以及行动与欲望的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#2

εἰ δὲ τοῦτο ἄτοπον (δεῖ γὰρ εἶναί τι τὸ πρῶτον ὑποκείμενον, ὡς δέδεικται, καὶ τοῦτο ἐν πᾶσι τοῖς γιγνομένοις ἄφθαρτον μένον ἐνυπάρχειν), οὕτως οὖν ἔχοντος1 εἰς ἄλληλα ἂν τὰ ἐξ αὐτοῦ γιγνόμενα ἀνακάμπτοι, ὡς τὴν θατέρου φθορὰν θατέρου γένεσιν εἶναι. ἐν ᾧ γὰρ ἂν ἐνυπάρχοι τῶν ἐξ αὐτῆς γιγνομένων, φυλάξει καὶ τὴν τοῦ δύνασθαι πάλιν ἐν τούτῳ γενέσθαι τῷ εἴδει ἐξ οὗ μεταβάλλει δύναμιν. καὶ αὕτη ἔσται εἰς τὰ γιγνόμενα μεταβάλλουσα, ἀλλ’ οὐκ ἀεὶ ἀληθῶς ἐπ’ ἄπειρον ἄλλο ἄλλῳ ὑποκείμενον γίγνεται, αὐτὴ δὲ μεταβάλλουσα εἰς τὰ ἐναντία μεταβάλλει, εἰς ἃ μεταβαλλούσης αὐτῆς ἀνακάμπτοι ἂν ἡ γένεσις. οὐ γὰρ αὐτή ἐστιν ἡ ἐν τῇ μεταβολῇ τῇ εἰς τὴν γένεσιν φθειρομένη (οὐκέτι γὰρ ἂν ἀίδιος εἴη), ἀλλὰ ἄλλο τί ἐστιν ἐξ οὗ καθ’ αὐτὸ καὶ πρώτως φθειρομένου γίγνεται· τοῦτο δὲ ἐδείχθη ἐν τῷ Α τῆς Φυσικῆς ἡ στέρησις. δείξας δὲ ἐπὶ τῆς ὕλης ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον εἰς τὸ κάτω τὰ ὑλικὰ αἴτια προϊέναι, ἑξῆς δείκνυσι πάλιν τὸ αὐτὸ ἐπὶ τοῦ τελικοῦ αἰτίου. λέγει δὲ ἐπεὶ δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα. ἔστι δὲ ὃ λέγει τοιοῦτον. εἰ ἔστι τι οὗ ἕνεκα καὶ τὸ τελικὸν αἴτιον, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τοῦ οὕτως αἰτίου· ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός, τὸ δὲ τοιοῦτον ἔσχατον. ὥστε εἰ μέν ἐστιν ἔσχατον αἴτιον ἐν τοῖς φύσει γιγνομένοις, τοῦτο δὲ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δέ ἐστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γιγνομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γιγνομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γιγνομένων· τὸ γὰρ οὗ ἕνεκεν τὰ ἄλλα γίγνεται τὸ ἀγαθόν. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπαγωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν, οὗ πάντα ἐφίεται. ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γιγνομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὔτε γὰρ τὴν ἀρχὴν2 ἐγχειρεῖ τις πράττειν τι καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τὸ τέλος ἄξειν αὐτό. ὥστε εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος καὶ τὸ τοιοῦτον αἴτιον, εἰ τοῦτο μὴ εἴη, οὐκ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ κατὰ νοῦν γιγνόμενα ἕνεκά τινος γίγνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται,3 οὐκ ἂν κατὰ νοῦν τι ἢ φύσιν γίγνοιτο. ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἂν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τέλος τι πάντων τῶν πρακτῶν, ἀλλ’ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίγνοιτο.

但如果这是荒谬的(因为正如已经表明的那样,必然存在作为第一基底的某种东西,且它作为不可消灭者留存而内在存在于所有生成之物中),因此在如此情况之下,由它生成的事物将相互反转,以致一方的消灭即是另一方的生成。因为在由质料生成的事物中,它无论内在存在于哪一事物中,都将保持能够在它由之发生变化的形式中再次生成的能力。并且将是这质料自身向着生成之物发生变化,但决不会真正无休止地始终是一个作为另一个的基底而生成,而是它自身在变化时向相反者变化,随着它向这些相反者变化,生成就会反转。因为在朝向生成的变化中被消灭的并不是质料自身(因为否则它就不再是永恒的了),而是另有某种东西,某物是由于它自身且首要地消灭而生成的;而在《物理学》第一卷中已表明这就是缺失。在关于质料表明质料原因不可能向下无限推进之后,他接下来就目的因再次表明同样的事。他说:“既然‘为其缘故’是目的,且是这样一种自身不为他物缘故的东西”。而他所说的内容如下:如果存在“为其缘故”和目的因,则此类原因的前进并非无限;因为目的因是其他事物为其缘故而存在,而它自身不为任何东西的缘故,而这样一种东西是最后的。因此,如果由自然生成的事物中存在最后的原因,并且这就是目的因,那么向下推进就并非无限;但如果是无限的,那么由自然生成的事物中就不存在目的因,也不存在“为其缘故”。但是,主张由自然生成的事物中不存在此类原因,就是从生成之物中排除了善的本性;因为其他事物为其缘故而生成的正是善。这一点从归纳中也是显而易见的:“因为一切技艺和一切研究,同样行为和选择,似乎都以某种善为目的”,正如他在《尼各马可伦理学》开篇所说的那样。并且存在最根本的善,一切事物都追求它。因此在所有依照理智或自然生成的事物中,善都是目的;因为如果不是打算将事情引向目的,根本不会有人着手去行动和制作任何东西。因此,如果目的和此类原因是所行之事的靶子,那么如果它不存在,根本就不会有任何东西生成。此外,理智和自然在存在者中作为致作因的存在也将被取消;因为一切依照自然和依照理智生成的事物都是为了某种目的而生成的,如果依据自然和理智生成时所为的“为其缘故”不存在,就不会有任何东西依照理智或自然生成。此外,正如他在《伦理学》中所说,如果所有可行之事没有某种目的,而是一个为了另一个的缘故无限生成,那么欲望就会是徒劳的。

语法注3 条
  1. 2.15οὕτως οὖν ἔχοντος

    属格独立结构,承接前面括号内关于第一基底必须存在且不可消灭的论述,表条件或情境(“在如此情况之下”)。

  2. 2.15τὴν ἀρχὴν

    宾格名词作状语(副词性宾格),与否定词(οὔτε、μὴ、οὐκ)连用,表示“根本”、“起初”(如 οὔτε γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ 与 οὐκ ἂν τὴν ἀρχὴν εἴη)。

  3. 2.15μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται

    μὴ ὄντος τοῦ οὗ ἕνεκα 为属格独立结构(“在‘为其缘故’不存在时”),随后的 κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται 则是紧缩表达,指依照自然和理智生成的情况,与后文的结论主句 οὐκ ἂν κατὰ νοῦν τι ἢ φύσιν γίγνοιτο 相对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:159.15-160.21