← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§158.1-159.15

第一基底的永恒性与质料因无限倒退的不可能性

亚历山大注解了亚里士多德关于质料因不可能向上无限推进的简练论证(994b6),该论证以第一基底(最初质料)是永恒且不可消灭的为依据,并通过区分质料的自身消灭与偶性消灭来阐明其论证逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#1

" Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι· ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι.1" Δείξας κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα τὰ αἴτια εἶναι, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου τῶν αἰτίων ἰδίᾳ δείκνυσιν ὅτι μὴ ἐπ’ ἄπειρόν τι αὐτῶν εἶναι οἷόν τε, καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστιν. συγχρῆται δὲ εἰς τὴν δεῖξιν τοῦ μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια τῷ τὸ πρῶτον ὑποκείμενον ἀΐδιον εἶναι·2 εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ ἐξ οὗ ὑποκειμένου ἐγίγνετο, οὕτως δὲ οὐκέτ ἂν πρῶτον ἦν· ἐπεὶ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον γίγνεται τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίγνεταί τι, οὐκ ἔστι τοῦτο τὸ πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀίδιον. οὐκ ἄρα ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό [τι] καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, τοῦτο μὴ ἀίδιον εἶναι· κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται (ὅτι γὰρ τὸ συμβεβηκὸς αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γιγνομένων, τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον), καθ’ αὑτὴν δὲ ἄφθαρτος. φθείροιτο δ ἂν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γιγνομένοις. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ὁ λέγων ἄπειρον ἐπὶ τὸ ἄνω ἄλλο ἄλλου ὕλην γίγνεσθαι, οὗτος φθείρεσθαι λέγοι ἂν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη ἀίδιον εἶναι, εἴ γε τούτῳ μηκέτι ἄλλο ὑπόκειται· οὐ γὰρ ἐπ’ ἄπειρον εἰς τὸ ἄνω τὰ αἴτια. τοῦτο δὴ λέγοι ἂν φθείρεσθαι, εἰ μὴ πᾶσιν αὐτὸ ὑποκεῖσθαι λέγοι τοῖς γιγνομένοις, ταὐτὸν μένον, ἀλλὰ λέγοι κατὰ φθορὰν τοῦ ὑποκειμένου τὸ μετ αὐτὸ † ὑποκείμενον φθαρέντος αὐτοῦ τὸ ἐξ αὐτοῦ ἐγένετο οὐκ ἀΐδιον. εἰ γὰρ ἵσταται ἐπὶ τὸ ἄνω τὰ αἴτια, δεῖ τι ἄρξασθαι καὶ πρῶτόν γε ἐκ τῆς ὕλης τῆς πρώτης γενέσθαι· εἰ δὲ φθειρομένης αὐτῆς γίγνεται, οὔτε ἀΐδιος ἡ κίνησις εἴη, οὔτε ἔτι πρώτη καὶ ἀΐδιος αὐτὴ ἂν εἴη ἡ πᾶσιν ὑποκειμένη πρώτη. καὶ οὐκ ἐπ’ ἄπειρον ἄρα ἡ ὑλικὴ αἰτία εἰς τὸ ἄνω πρόεισιν. ἔστι γὰρ σφόδρα συντόμως τὸ εἰρημένον. εἰπὼν γὰρ ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι, τὸ δεικτικὸν τοῦ εἶναι τὸ πρῶτον ἀίδιον παρέθετο ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, οὐκέτι προσθεὶς τὸ διὰ τοῦτο τὸ πρῶτον ὑποκείμενον ἀίδιον. ἢ εἰπὼν τὰ δὲ εἰς ἄλληλα ἀνακάμπτει· ἡ γὰρ θατέρου φθορὰ θατέρου γένεσίς ἐστιν, ἐπιστώσατο τοῦτο διὰ τοῦ τὸ πρῶτον ὑποκείμενον, ὅ ἐστιν ἡ κυρίως ὕλη, δεῖξαι ἀίδιον ὄν· φθείροιτο γὰρ ἄν, εἰ μὴ ὑπομένοι καὶ σώζοιτο ἐν πᾶσι τοῖς γιγνομένοις, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτοῦ φθειρομένου αὐτοῦ γίγνοιτο, καὶ πάλιν οὕτω τὰ ἐκ τούτων, καὶ ἐπ’ ἄπειρον τοῦτον τὸν τρόπον ἡ ὑλικὴ αἰτία ἐπὶ τὸ κάτω προΐοι.

“同时,第一者既然是永恒的,也是不可能消灭的;因为向上而言的生成既不是无限的,那么由其作为第一者被消灭而某物得以生成的那样东西,必然不是永恒的。” 在普遍地首先表明原因不可能向上无限、其次表明原因也不可能向下无限之后,他现在也分别就每一种原因表明它们之中的任何一种都不可能无限,并且首先表明质料因不是无限的。他在证明向上推进的原因并非无限时,借助了第一基底是永恒的这一前提;因为如果它是生成的,就会有某种先于它的东西作为其基底使它生成,而这样它就不再是第一者了;但既然并非如此,第一基底便成为永恒且非生成的。因此,在其消灭时某物由之生成的那个东西,并不是第一基底;因为被消灭之物不是永恒的,而第一基底则是永恒的。因此质料并不消灭,而是作为同一者留存。他说“作为第一者被消灭”,等同于说:由其自身而非偶性地被消灭而某物得以生成的那样东西,必然不是永恒的;因为质料只是偶性地消灭(因为偶性属于它的缺失是在由质料生成之物的生成中消灭的,而缺失才是自身消灭之物),但质料就其自身而言是不可消灭的。如果事物一个接一个无限生成,且对于所有生成的事物而言没有同一者留存,质料就会就其自身消灭。而所说的内容将等同于:主张向上一个接一个成为另一者的质料乃是无限的人,就是在主张那必然是永恒的第一基底消灭,既然对这第一基底而言不再有其他东西作为基底;因为原因在向上推进时并不是无限的。确实,如果他不主张这第一基底在保持同一的同时作为一切生成之物的基底,而是主张随着基底的消灭其后的事物生成,且在其消灭时由它生成的事物不是永恒的,那么他就是在主张这第一基底消灭。因为如果原因在向上推进时止步,就必然有某种东西开始并且作为第一者由最初的质料生成;但如果是通过这种质料自身的消灭而生成,那么运动就不会是永恒的,作为一切事物的基底的这最初者也不再会是最初的和永恒的。因此质料因在向上推进时并非无限。因为所言的内容极其简练。因为在说了“同时,第一者既然是永恒的,也是不可能消灭的”之后,他引述了证明第一者是永恒的论据:“因为向上而言的生成既不是无限的”,而没有再补充“因此第一基底是永恒的”。或者,在说了“而另一类事物则相互反转;因为一方的消灭是另一方的生成”之后,他通过表明第一基底——即严格意义上的质料——是永恒的,来确立这一点;因为如果质料不在一切生成之物中留存并保存下来,而是由它生成的事物是在它自身消灭时生成的,并且由这些事物生成的事物又同样如此生成,质料因以此种方式向下无限推进,那么质料就会被消灭了。

语法注2 条
  1. 2.15ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι

    关系从句 ἐξ οὗ φθαρέντος... 的先行词(τοῦτο)被省略,充当受 ἀνάγκη 支配的不定词短语 μὴ ἀίδιον εἶναι 的主语宾格(即不定词的主语)。φθαρέντος 是与属格关系代词 οὗ 一致的分词,表示时间或条件(“在其被消灭时”)。πρώτου 既可作副词性理解(“首先”),也可修饰 φθαρέντος(“作为第一者被消灭”);亚历山大采纳后一种理解,将其解释为“就其自身而言最初消灭的东西(即非偶性地消灭)”。

  2. 2.15συγχρῆται δὲ εἰς τὴν δεῖξιν τοῦ μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια τῷ τὸ πρῶτον ὑποκείμενον ἀΐδιον εἶναι

    动词 συγχρῆται(支配与格,意为“借助/援用”)支配由与格定冠词 τῷ 引导的“宾格加不定词”结构 τῷ τὸ πρῶτον ὑποκείμενον ἀΐδιον εἶναι(“第一基底是永恒的这一事实”)。与此同时,介词短语 εἰς τὴν δεῖξιν 支配由属格定冠词 τοῦ 引导的不定词从属成分 τοῦ μὴ εἶναι...,其中 τὰ αἴτια... προϊόντα 为 εἶναι 的主语宾格,ἐπ’ ἄπειρον 作表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:158.1-159.15