- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:156.23-157.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了通过一方的消灭而生成的第二种方式(如由空气生成水),解释了与趋向完满的第一种方式不同,通过消灭的生成是可逆循环的;并在994b4的引文中论证了经由居间者的生成具有终极,因而不会无限进行。
" Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου." Ἐπὶ τὸ ἕτερον σημαινόμενον τῶν ἐκ τῆς διαιρέσεως μετελήλυθεν, αὐτὸ τιθεὶς καὶ αὐτοῦ παράδειγμα τὸ ὡς ἐξ ἀέρος ὕδωρ γίγνεται. καὶ ὅτι1 μὴ ὁμοίως ὡς ἐκ μανθάνοντος ὁ ἐπιστήμων, μηδὲ ἐκ τοῦ μεταξύ, δείκνυσι· φθειρομένου γὰρ τοῦ ἑτέρου λέγεται γίγνεσθαι ἡ γένεσις τοῦ γιγνομένου, ἀλλ’ οὐχ ὑπομένοντος καὶ τελειουμένου. διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα, τὰ κατὰ τὸ πρῶτον σημαινόμενον γιγνόμενα, ἦν δὲ τὰ κατὰ τὸ τελειοῦσθαι· οὐ γὰρ ἀνακάμπτει ταῦτα ὥστε γίγνεσθαι ἐκ παιδὸς ἄνδρα καὶ πάλιν ἐξ ἀνδρὸς παῖδα, ὅτι τὸ τέλειον οὐκ ἐπάνεισιν ἐπὶ τὸ ἀτελές. οὗ τὴν αἰτίαν ἀποδιδοὺς εἶπεν οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον, ἀλλὰ μετὰ τὴν γένεσιν, τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθορᾶς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γιγνόμενον γίγνεται, ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἔξωθεν γιγνόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει· ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα ὑπομένοντα καὶ γιγνόμενα. τὰ δὲ τελειούμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίγνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίγνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ γιγνόμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προϊὸν παῖς καὶ ἀνὴρ γίγνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως· ἀλλ’ ἐκ τοῦ γιγνομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίγνεται. ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίγνεται τὰ οὕτως γιγνόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίγνεται, παρέθετο οὕτως γίγνεσθαι ὡς καὶ ἡμέραν ἐκ τοῦ πρωΐ, διὸ ἐκ μὲν τοῦ πρωὶ ἡμέρα γίγνεται, οὐκέτι δ’ ἐξ ἡμέρας πρωΐ, πρωΐ τὸν ὄρθρον λέγων. ἀτελὲς γὰρ τὸ πρωΐ· οὐχ ὁμοίως γὰρ ἐκ τοῦ πρωΐ ἡμέρα καὶ ἐξ Ὀλυμπίων Ἴσθμια· ἐπὶ μὲν γὰρ ἐκείνων μόνον τόδε μετὰ τόδε καὶ χρόνου τάξις, οὐκέτι δὲ ὑποκείμενον θατέρου θάτερον· τὸ δὲ πρωῒ ἡμέρα γίγνεται μεταβάλλον καὶ ὑπομένον καὶ τελειούμενον· ἀτελὴς γὰρ ἡμέρα τὸ πρωΐ τῷ μηδέπω διηρθρῶσθαι ἐν αὐτῷ τὸ ἡμερήσιον φῶς, ἀλλ’ ἔτι ἀμυδρὸν εἶναι. τὸ δὲ ὅτι μετὰ τοῦτο εἶπεν, ὅτι γενόμενος ὁ ὄρθρος μετὰ ταῦτα αὐτὸς τελειούμενος ἡμέρα γίγνεται. εἰπὼν δὲ τὰ οὕτως γιγνόμενα μὴ ἀνακάμπτειν εἰς ἄλληλα, ὡς καὶ ἐκ τῶν παραδειγμάτων δῆλον καὶ ἐκ τῆς ῥηθείσης αἰτίας, λέγει περὶ τῶν κατὰ φθορὰν τινων ἐξ αὐτῶν λεγομένων γίγνεσθαι, ἃ εἶπεν ἐκ τῆς γενέσεως γίγνεσθαι, ὅτι ταῦτα ἀνακάμπτει εἰς ἄλληλα. ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτως ἐξ ἀέρος ὕδωρ· οὐ γάρ ἐστι θατέρου θάτερον τέλος, ἀλλ’ ἐστὶ πάντα τὰ τοιαῦτα, ὅσα ἐκ τῆς γενέσεως γίγνεται, οἰκείαν μέν τινα ἔχοντα τελειότητα, κοινὴν δὲ ὕλην ἐπίσης αὐτῶν δεκτικήν. ὅτι δὲ τὰ οὕτω γιγνόμενα ἀνακάμπτει εἰς ἄλληλα, δῆλον καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τοῦ μὴ εἶναι ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος τῶν σωμάτων διαφοράν, ἥτις ἦν ἂν εἰ ἐπ’ ἄπειρον τοῦτον τὸν τρόπον ἄλλο ἐξ ἄλλου ἐγίγνετο.
“而正如水由空气生成,则是在另一方消灭的情况下。” 他已经转向分类中的另一个意义,将之确立,并举出水由空气生成作为其实例。并且他表明,这并非像有知识者由学习者生成那样,也不是由居间者生成;因为正在生成之物的生成,被说成是在另一方消灭时发生,而不是在其留存且正达至完满时发生。因此,前者并不相互反转,即按照第一种意义生成的事物,也就是按照达至完满的事物;因为这些事物并不反转以至于成人由孩童生成而孩童又由成人生成,因为完满之物不会回到不完满之物。在给出其原因时他说道,“因为正在生成之物并不是由生成而生成,而是在生成之后”,这就是说,以此种方式生成的事物不是由另一方的消灭以及生成本身生成的,而是由已经生成之物生成的;因为已经生成乃是在生成之后。因为按照外部事物的消灭而生成的事物,以生成作为其存在之本原;因为那些事物的变化与消灭就是这些事物的生成,而不是那些事物在留存的同时生成。另一方面,那些正达至完满且被说成以此种方式由某些事物生成的事物,并不是由生成和最初的变化生成的,而是在生成之后生成;因为正在生成之物是由生成而已经生成之物,例如婴儿,随着推进变成孩童和成人,但成人并不是由生成而来的;相反,他是由因生成而产生且正达至完满之物生成的。因此,以此种方式生成的事物不是由生成生成的,而是在生成之后生成的。在说了正达至完满的事物是在生成之后生成而不是由生成生成之后,他举例说明它们生成就像白昼由早晨生成一样(因此白昼由早晨生成,但早晨不再由白昼生成),他把拂晓称为早晨。因为早晨是不完满的;因为白昼由早晨生成并不像地峡运动会由奥林匹亚运动会生成那样;因为在后者的情况下,仅仅是这个在那个之后以及时间的次序,而不再是一方作为另一方的基底;但早晨是通过变化、留存并达至完满而成为白昼的;因为早晨是不完满的白昼,因为其中的白昼之光尚未分明清晰,而是依然微弱昏暗。他说“因为这是在此之后”,意思是拂晓在生成之后,其自身在达至完满的同时变成了白昼。在说明了以此种方式生成的事物并不相互反转(这无论从实例还是从所述的原因来看都是显而易见的)之后,关于那些被说成按照某些事物的消灭而由它们生成的事物——即他所说的由生成而生成的事物——他说这些事物是相互反转的。因为正如水产生空气,空气也同样产生水;因为一方不是另一方的终极,而是所有此类由生成而生成的事物,虽然具有某种特有的完满性,却拥有同样能够接受它们的共同质料。而以此种方式生成的事物相互反转,不仅从显明的事实来看是清楚的,而且从物体按形式的差别并非无限来看也是清楚的,如果事物以此种方式一个接一个无限生成,这种差别就会存在。
"Τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι." Τῶν ἐκ τῶν μεταξὺ γιγνομένων καὶ οὐκ ἐκ τῆς γενέσεως, ἃ μὲν ἤδη ἔστιν ὄντα, λέγει, ὡς ἐγίγνετο τὰ τελειούμενα· τούτων γὰρ τέλος τι ἔστιν ἃ ὄντα ἤδη τινά ἐστι μεταξύ. ταῦτα μὲν διὰ τοῦτο οὐκ εἰς ἄπειρον ἔχει τὴν ἐπὶ τὸ κάτω γένεσιν, ὅτι ἔχει τι τέλος ἐφ’ ὃ διὰ τῶν μεταξὺ πρόεισι· τὰ δὲ διὰ τὸ εἰς ἄλληλα ἀνακάμπτειν. καὶ προσέθηκε τὸ ἡ γὰρ θατέρου φθορὰ ἑτέρου γένεσίς ἐστιν. δέδεικται δὲ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει. δύναται καὶ τὸ τῶν μὲν γὰρ ὄντων μεταξὺ εἰρηκέναι ὡς ἴσον τῷ2 ἐφ’ ὧν μὲν γὰρ ὄντων τινῶν μεταξύ, τούτων μεταξὺ τέλος τί ἔστιν.
“因为在居间的事物中,必然有终极。” 在由居间者生成而非由生成生成的事物中,他谈论了那些已经作为存在者存在的事物,正如那些正达至完满的事物生成那样;因为在这些已经作为某种存在者而处于居间状态的事物中,存在着某种终极。这一方面的事物,由于具有某种通过居间者向其推进的终极,因而不具有向下无限的生成;而另一类事物则由于相互反转[而不无限]。他还补充道“因为一方的消灭是另一方的生成”。这一点已在《物理学》中得到证明。还可以将“因为在居间的事物中”这一表述理解为等同于说:“因为在某些事物处于居间状态的情况下,在这些居间者中存在着某种终极”。
- 2.13τὸ δὲ ὅτι μετὰ τοῦτο εἶπεν, ὅτι
冠词化短语 τὸ ὅτι μετὰ τοῦτο 是对亚里士多德原文(994a32–33)的引用,作 εἶπεν 的直接宾语;其后的 ὅτι 则引导一个解释性的名词性从句(意为“他说[此话]的意思是……”)。
- 2.14τὸ τῶν μὲν γὰρ ὄντων μεταξὺ εἰρηκέναι ὡς ἴσον τῷ
对引文开头属格短语 τῶν μὲν γὰρ ὄντων μεταξὺ(994b4)的句法解释。亚历山大指出,除了将其视作常规的部分属格(“在居间的事物中”)之外,还可以将其解读为等同于表示情境的关系从句构造(ἐφ’ ὧν μὲν γὰρ ὄντων τινῶν μεταξύ,“在某些事物处于居间状态的情况下”)。
