- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:155.12-156.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德举出的第一种生成方式(“孩童变为成人”、“学者变为知者”),解释了底层主体留存并从不完全状态走向完满性的变化过程,并阐明了“正在生成之物”居于存在与不存在之间的性质。
" Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γενέσθαι φαμέν." Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδειγμάτων, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίγνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίγνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, ἴδιον ἔχει τὸ ἐκ τοῦ γιγνομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ παιδὸς γέγονεν ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται, καὶ αὐτοῦ γιγνομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος1 τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου. ὁμοίως δὲ καὶ ὁ μεμαθηκὼς ἐκ τοῦ μανθάνοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁμοίως τούτῳ καὶ ὁ νοῶν· γένεσις γὰρ ἡ κατὰ τὴν τελειότητα καὶ ἡ εἰς τὸ νοεῖν μεταβολή. καὶ εἴη ἂν οὕτως τὸ νοούμενον εἶδός τε καὶ τελειότης τοῦ νοοῦντος, τοῦ νοῦ· πάντα γὰρ τὰ οὕτως ἔκ τινος γιγνόμενα ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται σωζομένου καὶ εἰς τελειότητα μεταβάλλοντος γίνεται. εἰπὼν δὲ ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονός, προσέθηκε τὸ ἢ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον οὐχ ὡς ἄλλο τι σημαινόμενον, ἀλλ’ ὅτι τὸ αὐτὸ ἀμφοτέρως εἰπεῖν ἔστιν.2 τὸ γὰρ οὕτως γεγονὸς ἐκ τοῦ γιγνομένου καὶ ὄντος ἤδη γέγονε, καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γιγνόμενον τὸ ἐπιτελούμενόν ἐστιν. εἰπὼν δὲ οὕτω γίγνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γιγνομένου, δείκνυσι καὶ ὅτι ἔστι τὸ γιγνόμενον μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὔτε μὴ ὄν ἐστιν οὔτε ὂν ἤδη (διὰ γὰρ γενέσεως ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γιγνόμενον, οὗ ἐστιν ἡ γένεσις, πρός τε τὸ ἁπλῶς ὂν καὶ τὸ ἁπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. καὶ δεικνύοι δ’ ἂν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίγνεσθαι καὶ ἔκ τινος μεταξύ. ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίγνεται τὰ οὕτως γιγνόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γιγνομένου γιγνόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίγνεται· μεταξὺ γὰρ τὸ γιγνόμενον τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. πῇ γὰρ ὂν τὸ γιγνόμενον ἤδη καὶ πῇ μὴ ὄν, οὔτε δὲ ἁπλῶς ὄν, ὅτι μὴ τέλειον (τὸ γὰρ ὂν τέλειόν τι ἤδη), οὔτε ἁπλῶς μὴ ὄν· διὸ οὐδὲ μεταξύ τι τῆς ἀντιφάσεως·3 τὸ γὰρ πῇ ὂν καὶ αὐτὸ ὄν. πῶς δὲ τὰ οὕτως ἐκ τινος γιγνόμενα ἐκ τοῦ γιγνομένου ἐπιτελεῖται, ἐπεδήλωσε παραθέμενος τὸν μανθάνοντα. ὁ γὰρ μανθάνων ἐστὶν ὁ γιγνόμενος ἐπιστήμων, ὃς ἐκ τοῦ μανθάνοντος οὕτως γίγνεται, ὅτι ὁ μανθάνων γίγνεται καὶ ὑπομένων πρόεισιν ἐπὶ τὸ ἐπίστασθαι, ἥτις ἐστὶν τελειότης τοῦ μανθάνοντος· οὐ γὰρ ἁπλῶς ὁ μανθάνων γίγνεται, ἀλλ’ ἐπιστήμων. ἢ καὶ αὐτὸ τὸ μανθάνειν μεταξύ ἐστι τοῦ ἐπίστασθαι, ὃ κυρίως ὄν, καὶ τῆς τελείας ἀμαθίας, ὃ εἴη ἂν ἁπλῶς μὴ ὄν. τὰ δὴ τοῦτον τὸν τρόπον ἔκ τινος γιγνόμενα ἐκ τοῦ μεταξὺ τοῦ τε ὄντος ἤδη καὶ τοῦ μὴ ὄντος γίγνεται.
“正如我们所说,成人由孩童生成,”在通过实例阐明了被称为从某物向某物变化的双重性质之后,他取定了这两个实例中的每一个,表明它是如何生成的,以及它们彼此之间的区别是什么。那些被称为像成人由孩童生成、有知识者由学习者生成那样生成的事物,具有本己的特征,即:由正在生成、已经存在、正达至完满且处于居间状态之物,变化成为已经生成且完满之物。因为成人由孩童生成,是在所由生成之物已经存在且留存,并且在其自身由较不完满的形式生成并变化为成人的完满形式的情况下生成的。同样地,已经学得的人也由正在向完满性变化的学习者生成。与此类似的还有正在思想者;因为向着思想的变化也是按照完满性的生成。如此一来,被思想者就会是思想者(即理智)的形式与完满性;因为所有以此种方式由某物生成的事物,都是在所由生成之物留存、得到保全并向着完满性变化的情况下生成的。在说了“正如由正在生成之物产生已经生成之物”之后,他又补充道“或者由正达至完满之物产生已经达至完满之物”,这并不是为了表示别的什么涵义,而是因为同一件事可以用这两种方式表述。因为以此种方式生成之物,乃是由正在生成且已经存在之物生成的,并且是由正达至完满之物达至完满的;因为正在生成之物就是正达至完满之物。在说了此类事物是作为由正在生成之物而生成之后,他又表明正在生成之物是居于存在之物与不存在之物中间的。因为正如在存在与不存在之间存在着生成——即从不存在向着存在的变化,它既不是不存在,也不是已经存在(因为正是通过生成,才有了从某物不存在向着存在的变化)——同样,生成所属于的正在生成之物,相对于单纯存在之物与单纯不存在之物,也按比例处于相应地位,居于它们中间。而且,他可以通过“凡生成之物似乎都是通过某种居间者并由某种居间者生成”这一道理来表明这一点。因为正如以此种方式生成的事物是由居于存在与不存在之间的生成所产生的,同样,由正在生成之物所生成的事物,其自身也是由某种居间者生成的;因为正在生成之物居于存在之物与不存在之物中间。因为正在生成之物已经在某种意义上存在、在某种意义上不存在,但它既不是单纯存在,因为它尚未完满(因为存在者已经是某种完满之物),也不是单纯不存在;因此它甚至不是矛盾对立的居间项;因为在某种意义上存在之物,其自身也是存在之物。至于以此种方式由某物生成之物是如何由正在生成之物而达至完满的,他通过列举学习者加以阐明。因为学习者就是正在变成有知识者的人,他是以此种方式由学习者生成的:因为学习者正在生成,并在留存的同时向着拥有知识推进,而这正是学习者的完满性;因为学习者并非单纯生成,而是生成为有知识者。或者,学习本身就居于拥有知识(这严格来说是存在)与完全的无知(这可以说是单纯的不存在)之间。因此,以此种方式由某物生成的事物,乃是由已经存在之物与不存在之物的居间者生成的。
- 2.12ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται, καὶ αὐτοῦ γιγνομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος
紧接着介词短语 ἐκ παιδός,ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται 是独立属格结构,表示底层主体持续存在的前提;其后的 καὶ αὐτοῦ γιγνομένου καὶ μεταβάλλοντος... 同样是与指代 παιδός(或 τοῦ ἐξ οὗ γίγνεται)的 αὐτοῦ 相一致的独立属格分词结构,表述该主体自身向着完满形式变化的样态。
- 2.12οὐχ ὡς ἄλλο τι σημαινόμενον, ἀλλ’ ὅτι τὸ αὐτὸ ἀμφοτέρως εἰπεῖν ἔστιν
表原因的对比从句结构。前一部分用否定词配合 ὡς 及宾格分词(排除主观或推测性的理由,“并非作为表示某种别的事物”),后一部分则转换为表示客观事实原因的连词 ὅτι(“而是因为可以用两种方式来表述同一件事”)。
- 2.12διὸ οὐδὲ μεταξύ τι τῆς ἀντιφάσεως
省略系动词 ἐστί 的短句。τῆς ἀντιφάσεως 是受 μεταξύ 支配的属格,意为“矛盾(即有与无)的中介”。因为“在某种意义上存在者”本身仍归属于“存在”,所以它并非矛盾对立(不可有中介)的真正居间项,而是归属于存在这一端。
