← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§154.2-155.11

两种生成方式与原因向下无限之不可能

亚历山大解释道,亚里士多德在排除了表示时间先后的“由……产生”之后,区分了伴随毁灭的生成(可循环折回)与底层留存达至完满的生成(具有终点)这两种方式,并证明无论依循哪种方式,原因在直线上向下都绝不会走向无限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#2

καὶ γὰρ ἐκ τοῦ μηδ’ ὅλως εἶναι εἰς τὸ εἶναι μεταβολὴ ἡ κυρίως γένεσις, ἥτις γίγνεται ἐκ τῆς τοῦ προϋπάρχοντος φθορᾶς· γίγνεται γὰρ ὁ ἀὴρ ἐκ τοῦ ὕδατος, οὐ τοῦ ὕδατος γιγνομένου ἀέρος, ἀλλ’ ἐκ φθορᾶς ὕδατος καὶ μεταβολῆς τοιαύτης. εἰς δύο τούτους τοὺς τρόπους εὑρὼν διαιρούμενον τὸ ἔκ τινος εἴς τι μεταβάλλον καὶ γιγνόμενον ὡς ἐξ αἰτίου τινὸς καὶ ὑποκειμένου (παρῃτήσατο γὰρ τὸ σημαίνεσθαι καὶ αὐτὸ δυνάμενον ἐκ τῆς λέξεως1 τῆς ἐκ τοῦδε γίγνεσθαι λεγούσης· ἔστι δὲ τοῦτο τὸ τόδε μετὰ τόδε· λέγεται γὰρ ἐξ Ἰσθμίων Ὀλύμπια ἢ ἀνάπαλιν, ὅτι γίγνεται μετὰ Ἴσθμια Ὀλύμπια ἢ μετὰ Ὀλύμπια Ἴσθμια· οὐχ ὡς ἐξ αἰτίου γιγνομένου τοῦ ἑτέρου λέγεται ἐπὶ τῶν οὕτω γιγνομένων ἐκ τοῦδε τόδε γίγνεσθαι, διὸ τὸ σημαινόμενον παρῃτήσατο τοῦτο· περὶ γὰρ αἰτίων καὶ τῶν ἐξ αἰτίων γινομένων ὁ λόγος ἐστὶν αὐτῷ, ταῦτα δὲ μόνον χρόνου τάξιν τινὰ σημαίνει· οὐ γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει ἢ συντελεῖ τι), λαβὼν δὴ τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίγνεται, δείκνυσι2 κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην γενέσθαι τὴν πρόοδον. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίγνεσθαι ἐκ τῆς γενέσεως γίγνεσθαι λέγει, οὐκ ἐκ τοῦ γενομένου ἤδη καὶ ὄντος. ἃ καὶ ἀνακάμπτει εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίγνεται, καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸ αὐτοῖς τὸ ὑποκείμενόν τε καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα δῆλον ὅτι μὴ ἐπ’ ἄπειρον πρόεισιν· ἐπὶ γὰρ ταὐτὸν αὐτοῖς ἐπάνοδος. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γιγνομένου μεταβάλλοντα, εἴτε κατ’ αὔξησιν εἴτε κατ’ ἀλλοίωσιν εἴτε τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἡ πρόοδος αὐτοῖς ἀπὸ τῶν μεταξύ. τῶν μὲν οὖν οὕτως γιγνομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τι ἔστιν ὃ γίγνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γιγνομένη πρόοδος αὐτῶν ἑκάστου. τῶν δὲ κατὰ φθορὰν γιγνομένων θατέρου ὁρῶμεν ἀνακάμπτουσαν τὴν γένεσιν· ἡ γὰρ τοῦ ἑτέρου φθορὰ τοῦ ἑτέρου γένεσίς ἐστιν. εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον πρόεισι κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ οὕτως αἴτια. εἰ δὲ μήτε ἐπὶ τῶν οὕτως γιγνομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίγνεται ἄλλο ἄλλου αἴτιον κατ’ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίγνεται, οὐδ’ ὅλως ἂν εἴη ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γιγνόμενον.

因为严格意义上的生成乃是从完全不存在向着存在的变化,这种变化产生于预先存在之物的毁灭;因为空气由水生成,并非由于水正在变成空气,而是由于水的毁灭以及此种变化。在他发现作为由某种原因与底层主体生出之物、从某物向某物变化并生成的事物被区分为这两种方式之后(因为他也排除了由说“由这生成”这一表述所可能表达的意思——这也就是“在这之后有那”;因为人们说“由地峡运动会产生奥林匹克运动会”或相反,是由于在地峡运动会之后举行奥林匹克运动会,或在奥林匹克运动会之后举行地峡运动会;对于以此种方式生成的事物,说“由这生成这”并不是作为由原因产生另一者而说的,因而他排除了这一涵义;因为他的论说关乎原因以及由原因生成之物,而这些[表述]仅仅表明了时间的某种次序,因为它们彼此之中没有一个会向另一个变化,也不起到任何促成作用)——取定了上述这两种方式(即依照底层主体的变化而生成这一个),他证明了依照它们之中的任何一种,推进都不可能走向无限。因为他称那些依照某物的毁灭而说成是由它生成的事物是“从生成中”生成,而不是从已经生成并存在之物中生成。这些事物也是彼此相互折回循环的;因为正如由水生成空气,同样由空气也生成水,而这是显而易见的;因此它们的底层主体与质料也是相同的。而折回循环的事物显然不会走向无限,因为它们复归于同一者。另一方面,那些由已经生成之物在自身存留并正在生成时发生变化的事物,无论按照增大、按照性质改变、还是按照形式上的完满性,虽不相互折回循环,但它们的推进是从居间状态走向达至完满。因此,对于那些以此种方式生成的事物(即居间者留存并达至完满),我们看到对于所有事物而言都存在着某个生成的终点,并且它们各自走向本己完满性的推进并不是走向无限的。而对于那些依照另一者的毁灭而生成的事物,我们看到其生成是折回循环的;因为一者的毁灭乃是另一者的生成。如果它折回循环,那么以此种方式的原因就不会沿直线向下走向无限。如果无论对于以此种方式生成的事物,还是对于以彼种方式生成的事物,一者作为另一者的原因在直线上都不是走向无限的,而且一物由另一物生成仅仅存在这几种方式,那么沿直线由一物生成另一物就根本不可能走向无限。

语法注2 条
  1. 2.11παρῃτήσατο γὰρ τὸ σημαίνεσθαι καὶ αὐτὸ δυνάμενον ἐκ τῆς λέξεως

    动词 παρῃτήσατο(排除、拒斥)的宾语为带定冠词的分词短语 τὸ ... δυνάμενον(能够……者),该分词支配被动不定词 σημαίνεσθαι(被表达、被意指)。整句意为“他排除了由该词句同样可能表达的意思”,指代单纯的时间先后关系而非因果生成。

  2. 2.11εἰς δύο τούτους τοὺς τρόπους εὑρὼν διαιρούμενον τὸ ἔκ τινος εἴς τι μεταβάλλον καὶ γιγνόμενον ὡς ἐξ αἰτίου τινὸς καὶ ὑποκειμένου ... λαβὼν δὴ τοὺς δύο τρόπους τοὺς προρρηθέντας ... δείκνυσι

    该长句的主动词为 δείκνυσι(他证明),带有宾格分词结构 δυναμένην γενέσθαι τὴν πρόοδον(进程能够发生)。句子以与主语(亚里士多德)一致的分词 εὑρών 开始,随后被一段解释为何排除单纯时间先后顺序(如“地峡运动会之后举行奥林匹克运动会”)的冗长插入句(παρῃτήσατο γάρ ... ἢ συντελεῖ τι)打断;随后借助带有助词 δή 的分词短语 λαβὼν δή 重新接续(resumptio)句子结构并导向主动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:154.2-155.11