← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§153.1-154.2

向下原因序列的有限性与生成的两种模式

亚历山大就亚里士多德《形而上学》994a19进行注解,阐明即便存在第一原因,向下的原因序列亦不可能在直线上走向无限,并区分了“由这生成那”的两种模式(由不完满者走向完满态的推进,以及由非存在走向存在的实体变化)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#1

" Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τ’ εἰς ἄπειρον προϊέναι ἔχοντος τοῦ ἄνω ἀρχήν." Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν αὐτὸ αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. εἰ γὰρ οὕτως γένοιτο ὥστε ταὐτὸν πάλιν τι γενέσθαι τῶν ἐφθακότων γενέσθαι, ἀνακάμπτοι ἂν καὶ οὐκ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ αἴτια προΐοι· τῶν γὰρ αὐτῶν κατ’ εἶδος τὰ αὐτὰ αἴτια τῷ εἴδει. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ ἐπὶ τῆς ὕλης παραδείγματος, εἰπὼν ὥστε ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. ἔχει μὲν οὖν ἡ λέξις δι’ ὧν τὸ προκείμενον δείκνυσιν ἀσάφειαν, τὸ δ’ οὖν λεγόμενον δι’ αὐτῆς ὡς συνελόντα εἰπεῖν τοιοῦτόν ἐστιν. λαβὼν διχῶς λέγεσθαι γίγνεσθαι καὶ γεγονέναι τόδε ἐκ τοῦδε·1 ἢ γὰρ ὡς ἐκ τοῦ γιγνομένου ἤδη καὶ ἐπιτελουμένου τὸ γεγονὸς καὶ τὸ τετελεσμένον ὡς εἰς τὴν οἰκείαν προϊόντων τελειότητα κατὰ τὴν ἐν αὐτοῖς μεταβολήν·2 οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίγνεται, καὶ ἔστιν αὕτη μὲν ἡ γένεσις κατ’ αὔξησιν· ἀλλὰ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, αὕτη κατ’ ἀλλοίωσιν· καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν, αὕτη κατ’ εἶδος ἡ μεταβολή· τελειότης γάρ. τοιαύτη καὶ ἡ ἐκ τοῦ πρωῒ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρθρος προϊὼν ἐπὶ τὴν ἡμέραν, καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει. τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γιγνομένου γίγνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος καὶ ὄντος τινὸς ἀτελοῦς δὲ καὶ διὰ τοῦτο γιγνομένου γίγνεται· γεγονότος γὰρ ἤδη καὶ ὄντος τινὸς ἡ εἰς τὸ τέλειον πρόοδος. ἡ δέ τις γένεσίς ἐστιν ἐκ τοῦ μηδέπω ὄντος εἰς τὸ εἶναι τόδε τι μεταβολή, ὡς λέγεται γίγνεσθαι ἐξ ὕδατος ἀήρ, ἣν λέγει πάλιν ἐκ τῆς γενέσεως,3 ὅτι τὸ οὕτως γιγνόμενον οὐ γεγονὸς ἢ προυπάρχον τε καὶ γιγνόμενον γίγνεται καὶ τελειοῦται, ἀλλ’ ἔστιν ἐξ αὐτῆς τῆς γενέσεως γιγνόμενον, οὐκ ὂν πρὸ τοῦ.

“然而,当向上存在起点时,向下也不可能走向无限。” 在证明了原因沿直线上向上的进程不会通向无限,而是但凡存在任何原因,就必然存在某一第一者和起点之后,他现在又进而证明,当存在原因的起点和某一第一原因时,原因也不可能沿直线上向下走向无限,以至于每一个由原因所产生的结果自身又作为与已生成者在形式上相异的另一者的原因。因为如果是以重新生成某种与已经生成的项相同之物的方式生成,诸原因就会折回循环,而不会沿直线上向下走向无限;因为形式上相同的事物具有形式上相同的原因。他通过质料上的例子阐明了这一点,说“从而由火产生水,由水产生土,并且如此始终生成某种其他的类”,他说“类”是为了代指“形式”。诚然,他借以证明所论课题的文句包含着晦涩,但无论如何,借由它所说的事物简而言之乃是如下的内容。这是由于他认定“这由那生成”以及“已生成”是在两种意义上被说的。因为一者是如同从已经在生成且正在走向完满之物中产生出已生成且已达至完满之物,乃是作为按照其内部的变化而走向本己完满性的事物;因为以此种方式由小孩生成成人,而这种生成是按照增大的;又如由学习者生成知识者,这是按照性质改变的;以及由不思考者生成思考者,这是按照形式的变化;因为这是完满性。从清晨到白昼的变化亦是如此;因为黎明在走向白昼时达至完满,并获得了本己的形式。因此,他称这种生成是由“正在生成之物”生成,因为它是从某种已经生成并且存在、然而尚不完满并因而正在生成之物中生成的;因为向着完满者的推进属于某种已经生成并存在之物。而另一种生成则是从尚未存在之物向着作为这一个而存在的变化,正如人们说由水生成空气,他又称这种生成是“从生成中[产生]”,因为以此种方式生成的事物并不是作为已经生成或预先存在且正在生成之物而生成并达至完满的,而是从生成本身中生成,在此之前并不存在。

语法注3 条
  1. 2.11λαβὼν διχῶς λέγεσθαι γίγνεσθαι καὶ γεγονέναι τόδε ἐκ τοῦδε

    紧接前句(ἔχει μὲν οὖν ἡ λέξις ... ἀσάφειαν, τὸ δ’ οὖν λεγόμενον ... τοιοῦτόν ἐστιν)的句法脱节(anacoluthon)。分词 λαβών 的逻辑主语是亚里士多德,承接前文“所言之事乃是如下”,阐释其预设了两种生成方式。该分词缺少直接支配它的主动词,直接过渡到了两分法的具体说明(ἢ γὰρ ὡς...)。

  2. 2.11ὡς εἰς τὴν οἰκείαν προϊόντων τελειότητα κατὰ τὴν ἐν αὐτοῖς μεταβολήν

    带有连词 ὡς 的独立属格结构(προϊόντων),其逻辑主语指承受变化的主体(对应前文的 τὸ γιγνόμενον / ἐπιτελούμενον 等)。ὡς 表明主体的视点或理据,修饰生成物依据其内部变化向着固有完满性推进的方式。

  3. 2.11ἣν λέγει πάλιν ἐκ τῆς γενέσεως

    关系代词 ἣν 指代前句的 ἡ δέ τις γένεσις,充当 λέγει 的宾语。介词短语 ἐκ τῆς γενέσεως 呼应亚里士多德原文(994a26)的表述,作为述语补足成分(“从生成中[产生/生成]”),隐含了 γίγνεσθαι 或 εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:153.1-154.2