← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§151.25-152.32

原因无限序列中的中间项与第一原因的缺失

亚历山大解释了在原因的无限序列中所有项都成为中间项而缺乏第一原因,并阐明了亚里士多德通过设定“直到现在”这一终点项来驳斥向上无限倒退的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#2

τὸ δὲ τοῦτον τὸν τρόπον προσκείμενον τοῖς αἰτίοις τοῦ κατ’ ἐνέργειαν ἀπείρου δηλωτικόν ἐστιν· ἐν γὰρ τοῖς οὕτως ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ ἀπείρων μὲν ὁμοειδῶν δὲ πάλιν τὸ ληφθὲν ὁμοίως αἴτιον. τὸ δὲ μέχρι τοῦ νῦν εἶπεν ἀντὶ τοῦ μέχρι τοῦ ἐσχάτου, ἀφ’ οὗ ἡμῖν ἡ ἀρχὴ τῆς τῶν αἰτίων ζητήσεως. καὶ γὰρ ἐν οἷς μὲν ἔστι πρότερόν τι καὶ δεύτερον λαβεῖν ἐν τῇ τάξει, ἐν τούτοις καὶ ἄλλο ἄλλου φῆσαι αἴτιον εἶναι ἴσως ἀληθές, εἰ καὶ μὴ ἁπλῶς αἴτιον· τὸ γὰρ πρότερον τοῦ μετ’ αὐτό· ἐν οἷς δὲ μηδέν ἐστι τῶν μέσων ἄλλο ἄλλου πρότερον ἐν τῇ τοιαύτῃ τάξει † τοῦ οὗ αἴτιον. ἐν δὲ τοῖς ἀπείροις οὐκ ἔστιν ἄλλου πρότερον· πάντα γὰρ ὁμοίως ἐστὶ μέσα, ὡς καὶ αὐτὸς εἶπεν. εἰ γὰρ πρότερά ἐστι τὰ τῆς ἀρχῆς καὶ τοῦ πρώτου ἐγγυτέρω, ἐν οἷς μηδέν ἐστιν ἀρχὴ μηδὲ πρῶτον, ἐν τούτοις οὐδὲ ἐγγυτέρω τί ἐστι τῆς ἀρχῆς καὶ πορρωτέρω· διὸ οὐδὲ τάξιν τινὰ ἔχει ἔτι τὰ μέσα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ πρότερόν τι αὐτῶν ἔσται, οὐδὲ θάτερον θατέρῳ αἴτιον. οὐ μόνον δὲ ἐπὶ τῶν κατ’ εὐθυωρίαν καὶ τοῦτον τὸν τρόπον ἀπείρων πάντα τὰ μόρια μέσα, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἀπείρων, οἷον εἰ κατὰ μέγεθός τι ἄπειρον ἢ κατ’ εἶδος ἢ χρόνον εἴη· πάντων γὰρ τῶν ἐνεργείᾳ ὄντων ἀπείρων ὅ τι ἂν ληφθῇ μόριον, μέσον ἐστίν· εἰ γὰρ μὴ μέσον, πέρας· ἀλλ’ εἰ πέρας ἔχοι, οὐκ ἄπειρον. τὸ δὲ ὁμοίως μέχρι τοῦ νῦν προσέθηκεν, ἐπεὶ τὴν δεῖξιν ἐποιεῖτο ἐπὶ τῶν αἰτίων τῶν κατ’ εὐθυωρίαν ἀπείρων ἐπὶ τὸ ἄνω· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος καὶ ὄντος νῦν λαμβανόντων ἡμῶν τὰ αἴτια, ἅπαντα τὰ λαμβανόμενα μέσα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος. δείκνυται μὲν οὖν τῇ τοιαύτῃ τῶν αἰτίων ἀπειρίᾳ τὸ μηδὲ ἔσεσθαί τι ἐκ τῶν αἰτίων τῷ ἀδιεξίτητα τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω εἶναι, ἄπειρά γε ὄντα·1 οὕτως δὲ οὐδ’ ἂν αἴτια εἴη. αὐτὸς δὲ οὐχ οὕτω δείκνυσιν, ἀλλὰ διὰ τοῦ λαβεῖν τι ὡς ἔσχατον καὶ ὁρίσαι καὶ δεῖξαι ὅτι μὴ οἷόν τε τούτου αἴτιον εἶναί τι ἐπ’ ἄπειρον ὄντων ἐπὶ τὸ ἄνω τῶν αἰτίων· καὶ γὰρ οὐκ ἄλλως ἐνῆν ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω δεῖξαι μὴ οὖσαν ἀπειρίαν τῶν αἰτίων, μὴ κειμένου τινὸς ἀφ’ οὗ δέοι ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω λαμβάνειν. ὥστε εἴπερ μή ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν· εἰ γὰρ εἴη πάντα τὰ ὡς αἴτια λαμβανόμενα τῷ παρ’ ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι τοιοῦτον αἴτια, ἀλλ’ οὐ τῇ φύσει αὐτῶν,2 εἰ μηδέν ἐστι πρῶτον, οὐδ’ ἂν αἴτιόν τι εἴη τῷ μηδὲν τῶν ὡς αἰτίων λαμβανομένων τῇ οἰκείᾳ φύσει τοιοῦτον εἶναι.

而附加于原因之上的“以这种方式”,表明了现实的无限;因为在以此种方式无限的事物中不存在任何第一者,而在异种的情形中也是如此;另一方面,在无限然而同种的事物中,所取的项同样是原因。他说“直到现在”是为了代指“直到终极者”,从终极者出发对我们而言乃是探求原因的起点。因为在秩序中能够取某个先在者和第二者的地方,在这些事物中说一者是另一者的原因或许是真的,纵使并非无条件的原因;因为先在者是其后之物的[原因];但是在这种秩序中诸中间者绝无一者先于另一者的地方,[对其作为其原因之物而言]亦非如此。而在无限的事物中,决无一者先于另一者;因为正如他自己所言,所有事物都同样是中间者。因为如果更接近起点和第一者之物是更在先的,那么在既无起点亦无第一者的地方,在这些事物中也就没有任何事物更为接近或更为远离起点;因此诸中间者便不再具有任何秩序;而若无此〔秩序〕,它们之中便没有任何一个是更在先的,也不会有一者作为另一者的原因。 不仅在直线上且以这种方式无限的事物中一切部分皆是中间者,而且在以任何方式无限的事物中亦是如此,例如在大小上、在种类上或在时间上无限的事物;因为在一切现实存在的无限事物中,无论取哪个部分,都是中间者;因为若非中间者,便是极限;但若具有极限,便不是无限。他补充说“同样直到现在”,是因为他是就沿向上方向在直线上无限的原因作出证明的;因为当我们从当前呈现且现存之物出发来获取诸原因时,如果进程通向无限,则所有被获取的项皆是中间者。 因此,通过原因的此类无限性可以证明没有任何事物会由诸原因产生,这是因为在向上方向上先于所取的任何项的原因是无法遍历的,毕竟它们是无限的;而若是这样,它们甚至根本不会是原因。然而他本人并非如此证明的,而是通过将某物设定为终极者并加以界定,且证明若原因向上通向无限则此物不可能有任何原因;因为若不设定一个应当据以向上或向下获取的起点,便绝不可能证明诸原因无论向上还是向下皆不存在无限性。因此,如果没有第一者,就完全没有任何原因;因为如果所有作为原因被获取的项,都是由于从另一者处获得使其如此存在的原因而不是由于其自身的本性而是原因的话,那么如果没有第一者,甚至根本不会有任何原因,因为没有任何作为原因被获取的项是由于其本己的本性而成为此类事物的。

语法注2 条
  1. 2.10τῷ ἀδιεξίτητα τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω εἶναι, ἄπειρά γε ὄντα

    无介词的带冠词不定式与格(τῷ ... εἶναι)引导的原因结构。不定式 εἶναι 的对格主语为 τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω(“在向上方向上先于所取的任何项的原因”),ἀδιεξίτητα(“无法遍历的”)作表语形容词。末尾的 ἄπειρά γε ὄντα 为附属于对格主语的表原因的分词短语。

  2. 2.10τῷ παρ’ ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι τοιοῦτον αἴτια, ἀλλ’ οὐ τῇ φύσει αὐτῶν

    带冠词不定式与格 τῷ ... ἔχειν 与名词短语 τῇ φύσει αὐτῶν 形成对照,表明表语名词 αἴτια(“是原因”)的根据。τοῦ εἶναι τοιοῦτον(“成为如此的”)是修饰 τὴν αἰτίαν 的属格带冠词不定式。整个条件句的核心骨架为 εἰ εἴη πάντα τὰ ὡς αἴτια λαμβανόμενα ... αἴτια(“如果所有作为原因被获取的项都[由于……而]是原因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:151.25-152.32