- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:150.28-151.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德基于第一者、中间者与终极者三者关系的普遍论证,说明唯有第一者才是后继诸项的真正原因,并得出结论:若中间项无限且缺乏第一者,则根本不可能存在任何原因。
" Τῶν γὰρ μέσων ὧν ἔστιν ἔσχατον καὶ πρότερον, ἀναγκαῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μέσων." Ὅτι μὴ οἷόν τε εἰς εὐθυωρίαν εἶναι ἄπειρόν τι εἶδος αἰτίων, καθολικῇ δείξει χρώμενος τοιαύτῃ παρίστησιν. ἐν οἷς ἔστι μέσα τινά, ὡς εἶναί τι πρῶτον καὶ εἶναί τι ἔσχατον καὶ τούτων μεταξὺ τινα, ἀνάγκη τούτων τὸ πρῶτον αἴτιον εἶναι τῶν μέσων τε καὶ μετ’ αὐτὸ ὄντων, εἰ δηλονότι οὕτως ἔχοιεν πρὸς ἄλληλα ταῦτα ὡς τὸ μὲν αὐτῶν αἴτιον εἶναι τὸ δὲ αἰτιατόν. καὶ διὰ τί τοῦτο, δείκνυσιν ἐπὶ τριῶν ποιησάμενος τὸν λόγον. πρῶτον δὲ καὶ ἔσχατον οὐ τῷ χρόνῳ λαμβάνει, ἀλλὰ τὴν κατ’ εἶδος διαφορὰν δεικνὺς τῶν αἰτίων. τῶν γὰρ ὁμοειδῶν οὐδὲν μᾶλλον ἄλλο ἄλλου κατὰ τὴν οἰκείαν φύσιν πρῶτόν ἐστιν. εἰ γοῦν τρία οὕτως ἔχοντα πρὸς ἄλληλα ληφθείη, καί τινα δέοι τί τούτων αἴτιόν ἐστι τῶν ἄλλων ἀποδοῦναι, τὸ πρῶτον ἂν εἴποιμεν. οὔτε γὰρ τὸ ἔσχατον· οὐδενὸς γὰρ τοῦτο αἴτιον, μηδέν γε ἔχον μετ’ αὐτό. ἀλλ’ οὐδὲ τὸ μέσον· τοῦ γὰρ μετ’ αὐτὸ τοῦτο αἴτιον, εἴπερ ἄρα, εἶναι δύναται μόνου· ἦν δὲ ζητούμενον τί ἐκ τῶν εἰλημμένων τῶν ἄλλων ἐστὶν αἴτιον, ἐπεὶ ὡς τὸ μέσον πρὸς τὸ μετ’ αὐτὸ ἔχει, οὕτω τὸ πρῶτον πρὸς τὸ μέσον· ὥστε τοῦτο οὐκ αἴτιον τοῦ μετ’ αὐτὸ τῷ ἄλλο τι αὐτὸ αἴτιον ἔχειν·1 μὴ ὄντος γὰρ ἐκείνου οὐκ ἂν τὸ δεύτερον ἦν, μὴ ὂν δὲ οὐκ ἂν αἴτιον ἦν τοῦ τρίτου. δῆλον ἄρα ὡς αἴτιον τὸ πρῶτον τῶν μετ’ αὐτό. ποιησάμενος δὲ τὸν λόγον ἐπὶ τριῶν, οὐδὲν φησι διαφέρειν, ὡς πρὸς τὴν δεῖξιν, ἢ ἓν μέσον λαβεῖν ἢ πλείω ἢ ἄπειρα. ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων· ἐν πᾶσι γάρ, ὅσα ἂν ληφθῇ, τὸ πρῶτον αὐτῶν ἐστιν αἴτιον κυρίως, ἀλλ’ οὐ τὸ μέσον τι ἢ τὸ ἔσχατον· τὸ ἔσχατον μέν, ὅτι μηδὲ τὴν ἀρχὴν τοῦτό τινος αἴτιον, οὐδὲ τῶν μεταξὺ δέ τι, ὅτι ἄλλου τοῦτο πρὸς τὸ εἶναι δεῖται (τοῦ γὰρ πρὸ αὐτοῦ) οὗ μὴ ὄντος οὐδ’ ἂν ἦν. δείξας δὲ τοῦτο καὶ λαβὼν τὸ εἶναι τὸ πρῶτον ἐν ἅπασιν αἴτιον τῶν μετ’ αὐτό, μέτεισιν ἐπὶ τὸ κατ’ εὐθυωρίαν λεγόμενον ἄπειρον, καὶ εὑρὼν ὅτι ἐν τῷ οὕτως ἀπείρῳ οὐδέν ἐστι πρῶτον, λαμβάνει τὸ ἀκόλουθον τούτῳ, ὅτι μηδὲ αἴτιον· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον, ἀλλ’ οὐχὶ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις,2 ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις οὐδὲ αἴτιόν τί ἐστιν, οὐ μόνον οὐ πρῶτον, ἀλλ’ οὐδὲ τῶν μεταξὺ τι.
“因为在有终极者和更在先者的诸中间者中,更在先者必然是诸中间者的原因。” 任何一种原因在直线上都不可能是无限的,他通过运用如下的普遍证明确立了这一点。在有某些中间者、从而有某种第一者、有某种终极者并且在它们之间有某些事物存在的情形中,如果显而易见它们彼此之间的关系是其中一者为原因而另一者为结果,那么必然是:在它们之中,第一者既是诸中间者的原因,也是其后存在之事物的原因。至于为何如此,他通过针对三个项展开论述予以证明。然而他并非依照时间来设定第一者和终极者,而是通过展示原因在种类上的差异来设定的。因为在同种的事物中,依照其本己的本性,决无一者比另一者更为在先。总之,如果设定了三个彼此具有如此关系的事物,并且必须说明它们之中究竟何者是其余诸物的原因,我们当会指出是第一者。因为绝非终极者;由于它自身之后至少没有任何事物,因而它绝非任何事物的原因。但也绝非中间者;因为即便它确实是,它也仅仅能够是其后之事物的原因;然而所探求的乃是所设定的诸事物中究竟何者是其余诸物的原因,因为正如中间者之于其后之物,第一者之于中间者亦是如此;以至于这[中间者]由于自身具有另一个事物作为原因,便不是其后之物的[真正]原因;因为若那一原因不存在,第二者就不会存在,而如果它不存在,它便不可能是第三者的原因。由此明白可见,第一者是其后诸物的原因。而在针对三个项展开论述之后,他说就证明而言,是取一个中间者、取较多中间者、还是取无限多个,并无任何分别。因为同样的道理适用于一切情形;因为在一切情形中,无论取多少个,它们之中的第一者才是真正意义上的原因,而绝非某个中间者或终极者;终极者不是,是因为它根本不是任何事物的原因;中间的诸物中的某一个也不是,是因为它为了其存在而需要另一个事物(即先于它的那个事物),若那一事物不存在,它本身也不会存在。在证明了这一点并假定在一切事物中第一者是其后诸物的原因之后,他便过渡到所谓在直线上无限的情形,并发现以这种方式无限的事物中不存在任何第一者,于是得出了随之而来的推论:甚至原因也不存在;因为如果在凡具有此类秩序的一切事物中原因皆是第一者而非某个中间者,那么在没有任何第一者而是全为中间者的地方,在这些事物中便根本没有任何原因,不仅没有第一原因,甚至也没有任何中间的原因。
- 2.10τῷ ἄλλο τι αὐτὸ αἴτιον ἔχειν
带冠词的不定式短语 τῷ ... ἔχειν 作表示原因的工具性与格。代词 αὐτό 是不定式 ἔχειν 的逻辑主语(“中间者自身”),ἄλλο τι 是直接宾语,αἴτιον 为补足成分(“具有另一个事物作为原因”)。整个短语说明了中间者何以不能构成其后之物的本原性原因。
- 2.10ἐφ’ ὧν ἡ τοιάδε τάξις
关系代词短语 ἐφ’ ὧν 引导限定从句修饰前文的 ἐν πᾶσιν(“在所有情形中”),意为“在具有此类秩序(第一、中间、终极序列)的事物中”。与之相对,接下来的从句 ἐν οἷς ... 则设定了对立性的条件(“在没有任何第一者、一切皆为中间者的地方”),并与主句的归结部分 ἐν τούτοις οὐδὲ αἴτιόν τί ἐστιν(“在这些事物中便根本没有任何原因”)紧密呼应。
